ΠΡΟΣΕΥΧΗ ΙΟΥΔΑ ΘΑΔΔΑΙΟΥ: Η παρακάτω Προσευχή, είναι προσευχή εννεαημέρου, προς τον Άγιο Ιούδα το Θαδδαίο σε πρωτότυπο (αρχαία ελληνική). Λέγεται, ότι όταν συναντάμε προβλήματα ή όταν δεν φαίνεται να υπάρχει βοήθεια και έχουμε σχεδόν απελπιστεί. Οι προσευχές του εννεαημέρου πρέπει να λέγονται επτά (7) φορές την ημέρα, επί εννέα (9) συνεχείς ημέρες.

Ο Απόστολος Ιούδας ο Θαδδαίος, δεν έχει καμία σχέση με τον Ιούδα τον Ισκαριώτη που πρόδωσε τον Θεάνθρωπο.

Προσευχή Ιούδα Θαδδαίου

Ἄπειρον ὡς ἀληθῶς ὑπάρχει καὶ ἄφατον τὸ τῆς Τρισυποστάτου Θεότητος ἔλεος, τὸ καταξιῶσάν σε, ὦ Ἰούδα Θαδδαῖε, μαθητὴν καὶ ἀπόστολον τοῦ Κυρίου γενέσθαι, διαπρύσιόν τε τῆς αὐτοῦ Ἀναστάσεως κήρυκα.

Φωτισθεὶς γὰρ τῇ πυρφόρῳ αἴγλῃ τοῦ Πνεύματος εἰς τὴν ὑπ᾽ οὐρανὸν ἐπορεύθης τῷ τοῦ Δεσπότου κελεύσματι ὁλοψύχως πειθόμενος.
Πορευθέντες γάρ, ἔφησε, τῶν ἐθνῶν τὴν πληθὺν μαθητεύσατε, εἰς τὸ ὄνομα τῆς Ἁγίας Τριάδος βαπτίζοντες, τοὺς δι᾽ ὑμῶν τοῖς ἐμοῖς λόγοις πιστεύοντας.

Διακονῶν δὲ τὸ μέγα τῆς ἡμῶν σωτηρίας μυστήριον, ἔφερες πᾶσαν θλῖψιν καὶ στέρησιν, ἀπειλὴν καὶ διωγμόν, κακουχίαν καὶ κίνδυνον, ὀνειδισμόν τε καὶ μάστιγα, δι᾽ ὧν ἡ ἀληθὴς κατὰ Θεὸν πολιτεία γνωρίζεται, ἄχρι δὲ θανάτου Χριστὸν ἠκολούθησας, ὃς καὶ ἀποδώσει σοι τῆς δικαιοσύνης τὸν στέφανον ἐν τῇ φρικτῇ ἡμέρᾳ τῆς δευτέρας αὐτοῦ ἐν δόξῃ ἐλεύσεως.

Διὸ καὶ ἡμεῖς, οἱ προστάτην σε ἔχοντες, πρὸ τῆς σῆς ἁγίας εἰκόνος ἱστάμενοι, ἐνώπιόν δέ σου, ὡς ἀοράτως παρόντος, ἑστάναι νομίζοντες, πόθῳ δεόμεθα· Τῶν παθῶν ἡμῶν τὴν ἀχλὺν διάλυσον τῷ φωτισμῷ τῆς ἐξ ὕψους λαμπρότητος, ἀπέλασον ἀφ᾽ ἡμῶν πᾶσαν πλάνην καὶ πονηρὰν τοῦ ἀντιδίκου ἐπήρειαν, ῥῦσαι ἡμᾶς ἀπὸ τῆς κακουργίας τῶν πονηρῶν καὶ ἀτόπων ἀνθρώπων, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν τὰ ἕλκη θεράπευσον, τὸ εὐσεβὲς ἡμῶν γένος ἀπὸ πάσης ἐπιβουλῆς ἐναντίων διαφύλαξον.

Δὸς δὲ ἡμῖν τῇ θεοδέκτῳ πρεσβείᾳ σου πίστιν βεβαίαν καὶ ἀκαταίσχυντον, ἀγάπην τελείαν, τὴν περιπτυσσομένην καὶ τῶν μισούντων εἰσέτι ἡμᾶς ὡς ἀδελφῶν περιποθήτων τὰ πρόσωπα, ὑπομονὴν ἀγόγγυστον ἐν τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσι, δι᾽ ὧν ἡ δεξιὰ τοῦ Ὑψίστου φιλανθρώπως ἡμᾶς παιδεύουσα τὴν κάθαρσιν ἡμῶν ἐκ τοῦ ῥύπου τῆς ἁμαρτίας ἐργάζεται, ἄφεσίν τε τῶν ἀμετρήτων ἡμῶν ἐκ κοιλίας μητρὸς ἄχρι τοῦ νῦν ἐγκλημάτων.

Ναί, ὦ Ἰούδα Θαδδαῖε, ταῦτα καὶ πάντα τὰ πρὸς σωτηρίαν ἡμᾶς ἄγοντα οὐρανόθεν πλουσίως τοῖς δούλοις σου δώρησαι, ἵνα σὺν τοῖς ἀγγέλοις καὶ πᾶσι τοῖς ἀπ᾽ αἰῶνος ἁγίοις, δοξάζωμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν ἄναρχον πάντων ἀρχὴν καὶ αἰτίαν, τὴν μόνην βασιλείαν καὶ κυριότητα, νῦν καὶ εἰς τοὺς αἰῶνας.

Ἀμήν.

Διαβάστε την προσευχή Άγιου Ιούδα Θαδδαίου στα νεοελληνικά.

προσευχή κομποσκοίνι

Σύνθεση: Ιωάννης Κανδρής
Απόδοση αρχαία ελληνικά: Μιχαήλ Μπερκουτάκης
Φιλολογική επιμέλεια: Παύλος Χατζηπαπάς

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.