ΑΓΙΑ ΚΥΡΙΑΚΗ: Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ – Εορτάζεται στις 7 Ιουλίου.

Εύλογήσαντος του ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ (142) Ψαλμόν.
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία Σου, εισάκουσον μου εν τη δικαιοσύνη Σου και μη εισέλθης εις κρίσιν μετά του δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου, πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος και ηκηδίασεν επ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις Σου, εν ποιήμασι των χειρών Σου εμελέτων. Διεπέτασα προς Σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν Σου απ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου το πρωί το έλεός Σου, ότι επί Σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς Σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Το Πνεύμα Σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός Σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη Σου εξάξεις εκ θλίψεως την ψυχήν μου και εν τω ελέει Σου εξολοθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. α . Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β. Πάντα τα έθνη εκύκλωσάν με, και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα το παρόν Τροπάριο.

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Την εξανθήσασαν αγνείας λαμπρότητι, ως εν κοιλάσιν ευωδέστατον ίον, Κυριακήν την ένδοξον, μαρτύρων καλλονήν, πάντες ανυμνήσωμεν, προς αυτήν εκβοώντες, Ρύσαι τους υμνουντάς σε, των δεινών σαίς πρεσβείαις, ίνα γεραίρωμεν ευλαβώς, την πανεύφημόν σου μνήμην, Αθληφόρε αξιάγαστε.

Δόξα. Και νυν. Θεοτοκίον.
Ου σιωπήσομέν ποτε Θεοτόκε, τας δυναστείας Σου λαλείν οι ανάξιοι, ειμή γαρ Συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ Σου, Σούς γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ν΄ (50) Ψαλμός.
Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μου εστι διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν Σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις Σου και νικήσης εν τω κρίνεσθαί Σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν Σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου Σου και το Πνεύμα Σου το Άγιον μη αντανέλης απ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου Σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς Σου και ασεβείς επί σε επιστρέψουσιν. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην Σου. Κύριε, τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία Σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.

Είτα ο Κανών, ου η ακροστιχίς: Υμνεί σε Μάρτυς Κυριακή πόθω Σεραφείμ

Ωδή α΄ Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Υμνούμεν σε πόθω, Κυριακή, Χριστού Αθληφόρε, και δεόμεθά σου θερμώς, παρασχου λιταίς σου προς τον Κτίστην, πάσι τοις κάμνουσι την ανάρρωσιν.

Μαράνασα, μάρτυς, σώμα το σον, Θεού δι αγάπην, κακουχίαις τε και δεινοίς, διό τα του σώματός μου πάθη, δι εγκρατείας μαράναι αξίωσον.

Νυκτός Χριστού μάρτυς και σκοτασμού, της πλάνης φυγούσα, ηξιώθης θείου φωτός, καμέ φωτισθήναι ταίς λιταίς σου, θεοφεγγέσιν ακτίσι αξίωσον.

Θεοτοκίον.
Εκένωσε, Κόρη, ο ποιητής, εν τη ση κοιλία, εαυτόν δε τους πατρικούς, κόλπους το καθόλου μη κενώσας, διά το σώσαι ως Θεός το ανθρώπινον.

Ωδή γ΄. Συ ει το στερέωμα.
Ίασαι τα πάθη μου, τα της ψυχής και του σώματος, ταίς προς Θεόν, ενθέρμοις λιταίς σου, Κυριακή μεγαλώνυμε.

Σύνεσιν μοί δώρησαι, τω ασυνέτω, πανθαύμαστε, Κυριακή, ίνα πράττω πάντα, του Θεού τα προστάγματα.

Εκ σου, παμμακάριστε, Κυριακή, την κατάπαυσιν, νόσων δεινών, πόθω αναμένω, απολαύσαι πρεσβείαις σου.

Θεοτοκίον.
Μαρία γενέσθαι μοί, τω μολυνθέντι τοις πταίσμασιν, ίλεων νυν, τον εκ σου τεχθέντα, ασιγήτως δυσώπησον.

Ωδή δ΄. Εισακήκοα, Κύριε.
Απαστράπτουσα θαύμασιν, εκ των προσφευγόντων σοι, μάρτυς ένδοξε, των παθών φρικτήν σκοτόμαιναν, απελαύνεις όντως ταίς πρεσβείαις σου.

Ρείθρα όντως, πανένδοξε, ιαμάτων άφθονα αναβλύζουσα, τοις τιμώσι σην πανήγυριν, ρώσιν ταίς λιταίς σου νυν χορήγησον.

Των μαρτύρων την εύκλειαν, την Κυριακήν ανυμνήσωμεν, οι πιστοί και επαινέσωμεν, ως τετυχηκότες απαλλαγής των δεινών.

Θεοτοκίον.
Ύφαντον εκ της άνωθεν, χάριτος χιτώνα, Παρθένε, ένδυσον, τον σον δούλον ταίς πρεσβείαις σου, και τη αφθαρσία με περίβαλε.

Ωδή ε΄. Φώτισον ημάς.
Σόφισον με νυν, της σοφίας ταίς ελλάμψεσι, ταίς υπέρ νούν και υπέρ έννοιαν, και φωτί θείω, Κυριακή με φωταγώγησον.

Κύμασι δεινοίς, αμαρτίας βυθιζόμενον, και ταίς τρικυμίαις των θλίψεων, Κυριακή με, του κινδύνου ελευθέρωσον.

Ύψιστον εκδυσώπει υπέρ του δούλου σου, παθών θλιβόντων, και δεινών απαλλαγήναι με.

Θεοτοκίον.
Ρύπου με παθών, μεσιτεία σου καθάρισον, και την σκοτισθείσαν ψυχήν μου φώτισον, ίνα δοξάζω και υμνώ σε, πολυύμνητε.

Ωδή στ΄. Ιλάσθητι μοί.
Ιδείν την δόξαν Θεού, επιποθών ο ταλαίπωρος, Κυριακή, προς την σην, προσφεύγω βοήθειαν, θερμώς σου δεόμενος, όπως ταίς λιταίς σου, ταύτης γένωμαι νυν μέτοχος.

Αγάπη προς τον Θεόν, πάντα ως φρούδα κατέλιπες, Κυριακή τα εν γη, συ ούν και τον δούλόν σου, παριδείν αξίωσον, πάντα τα ηδέα, και αγίως πολιτεύεσθαι.

Κρατήρα, Κυριακή, θανατηφόρον κεκέρακεν, η Εύα πάλαι εμοί, συ δε τοις σοίς αίμασιν, οίνον μοί ενστάλαξον, της αθανασίας, την καρδίαν μου ευφραίνοντα.

Θεοτοκίον.
Η μόνη καταφυγή, χριστιανών συ βοήθησον, τω κινδυνεύοντι νυν, και χείρα μοί όρεξον, και προς τον λιμένα με, τον της σωτηρίας, καθοδήγησον, Πανάχραντε.

Διάσωζε, Κυριακή αθληφόρε, ταίς προς Θεόν σου πρεσβείαις, από ποικίλων κινδύνων τους δούλους σου, και ίασαι τας δεινάς ημών νόσους.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον.
Ήχος β΄. Τοις των αιμάτων σου.
Ανέτειλεν ημίν λαμπρά, ώσπερ ήλιος, η μνήμη σου σεμνή Κυριακή αθληφόρε, νέφη των παθών αποδιώκουσα, και φωταγωγούσα τους ευσεβώς, τη ση εικόνι προσπελάζοντας, και σε πόθω και πίστει γεραίροντας.

Προκείμενον
Υπομένων υπέμεινα τον Κύριον και προσέσχε μοί, και εισήκουσε της δεήσεώς μου.
Στίχος. Και έστησεν επί πέτραν τους πόδας μου, και κατεύθυνε τα διαβήματά μου.

Ευαγγέλιον. Εκ του κατά Ματθαίον (Ι΄ 16-22).
Είπεν ο Κύριος τοις εαυτού μαθηταίς. Ιδού εγώ αποστέλλω υμάς, ως πρόβατα εν μέσω λύκων, γίνεσθε ούν φρόνιμοι ως οι όφεις, και ακέραιοι ως αι περιστεραί. Προσέχετε δε από των ανθρώπων, παραδώσουσι γαρ υμάς εις συνέδρια, και εν ταίς συναγωγαίς αυτών μαστιγώσουσιν υμάς και επί ηγεμόνας δε και βασιλείς αχθήσεσθε ένεκεν εμού, εις μαρτύριον αυτοίς και τοις έθνεσιν. Όταν δε παραδιδώσιν υμάς, μη μεριμνήσητε πως η τι λαλήσετε, δοθήσεται γαρ υμίν εν εκείνη τη ώρα τι λαλήσετε, ου γαρ υμείς εστε οι λαλούντες, αλλά το Πνεύμα του Πατρός υμών το λαλούν εν υμίν. Παραδώσει δε αδελφός αδελφόν εις θάνατον και πατήρ τέκνον, και επαναστήσονται τέκνα επί γονείς και θανατώσουσιν αυτούς, και έσεσθε μισούμενοι υπό πάντων διά το όνομά μου, ο δε υπομείνας εις τέλος, ούτος σωθήσεται.

Δόξα.
Ταίς της Αθληφόρου, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν.
Ταίς της Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ. Ελεήμον, ελέησόν με ο Θεός
Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Ουδείς καταφεύγων εν τη σκέπη σου, κατησχυμένος εκπορεύεται, Κυριακή αθληφόρε, αλλ αιτείται την ρώσιν, και λαμβάνει την ίασιν, παρά Θεού ταίς ικεσίαις σου.

Το, Σώσον ο Θεός τον λαόν σου

Ωδή ζ΄. Παίδες Εβραίων.
Πάντων δεινών αρρωστημάτων, τα ιάματα λαμβάνομεν αφθόνως, οι πιστώς τη θερμή, προστρέχοντες σοι σκέπη, Κυριακή πανένδοξε, ταίς ενθέοις σου πρεσβείαις.

Όμβρους παρέχεις ιαμάτων, καταπαύσουσα το πυρ αρρωστημάτων, και πιστούς συ ποιείς, υμνείν αδιαλείπτωςευλογητος ει Κύριε, ο Θεός εις τους αιώνας.

Θέσει, ω μάρτυς, θεουμένη, ως εγγίζουσα τω θρόνω του Υψίστου, υπέρ πάντων ημών, των σε ανευφημούντων, υμνωδιών εν κάλλεσι, τον Θεόν αεί δυσώπει.

Θεοτοκίον.
Ως περ ο άσωτος, Μαρία, νυν προχέω τα δάκρυα αφθόνως, ως τελώνης αεί, ιλάσθητι κραυγάζω, σώσον με τοίνυν, Δέσποινα, μητρικαίς σου ικεσίαις.

Ωδή η΄. Τον Βασιλέα.
Συ των αιμάτων, τοις σταλαγμοίς σου, παρθένε, αποξήρανον βυθόν αμαρτίας, και χορηγεί ρώσιν, τοις κάμνουσι λιταίς σου.

Εύχου Κυρίω, Κυριακή αθληφόρε, υπέρ πάντων των σοι προσφευγόντων, και ρύου κινδύνων, αυτούς σαίς ικεσίαις.

Ρύσαι σον δούλον, Κυριακή αθληφόρε, τον τη σκέπη τη ση προσελθόντα, νόσων ολέθριων, και θλίψεων λιταίς σου.

Θεοτοκίον.
Αγνή Παρθένε, εκ κατωτάτου βυθού με, απογνώσεως ρύσαι και προς όρμον, μετανοίας βίον, ίθυνον του σου δούλου.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Φωτί τω απροσίτω, εντρυφώσα, θεοφρον, της αμαρτίας αχλύν την κακοζόφον, εκ των σων δούλων λιταίς σου, νυν διασκέδασον.

Ευφρόσυνον ημέραν, άγει νυν η κτίσις, Κυριακή, την σην μνήμην γεραίρουσα, και ειρηναίαν εκ των λιτών σου, κατάστασιν αναμένουσα.

Ίασιν ταχίστην, δώρησαι λιταίς σου, Κυριακή αθληφόρε, και φώτισον, τον σκοτεινόν αμαρτίαις, νούν μου, πανένδοξε.

Θεοτοκίον.
Μετά Θεόν, Παρθένε, άμαχον προστάτιν, και αντιλήπτορα μέγιστον έχων σε, κράζω σοι σώσον, τον δούλόν σου Άχραντε.

Άξιον εστιν ως αληθώς, μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον Σε μεγαλύνομεν.

Και τα παρόντα Μεγαλυνάρια,
Έπιδε εξ ύψους θείου Χριστού, νύμφη στεφηφόρε, και επισκεψαι τους πιστώς, σε ανευφημούντας, και θείαις σου πρεσβείαις, νόσων παντοίων ρύσαι, και πάσης θλίψεως.

Τον Χριστόν ποθήσασα αληθώς, έσπευσας τεθνάναι, και θυσίαν προσενεγκείν, σεαυτήν αγία Κυριακή θεοφρον, τούτον ούν εκδυσώπει, υπέρ των δούλων σου.

Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρις).
Δόξα Πατρί, και Υιώ, και αγίω Πνεύματι,
και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον Κύριε, ελέησον Κύριε, ελέησον.
Δόξα Πατρί

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου ελθέτω η βασιλεία σου γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και
του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων.

και τα Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γαρ απολογίας απορούντες, ταύτην Σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί Σοι γαρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. Αλλ επίβλεψον και νυν ως εύσπλαχνος και λύτρωσαι ημάς εκ των εχθρών ημών. Συ γαρ ει Θεός ημών και ημείς λαός Σου, πάντες έργα χειρών Σου και το όνομά Σου επικεκλήμεθα.

Και νυν.
Της ευσπλαχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σε μη αστοχήσομεν, ρυσθείημεν διά Σου των περιστάσεων Συ γαρ η σωτηρία του γένους των Χριστιανών.

Απολυτίκιον. Ήχος δ΄. Ταχύ προκατάλαβε.
Ως βρύσις πολυκρουνός, παρθενομάρτυς Χριστού, κατήρδευσας, πάνσοφε, την Εκκλησίαν αυτού, και ήθλησας άριστα, έσωσας τους εν σκότει, της ειδωλομανίας, αίγλη των σων θαυμάτων, Κυριακή αθληφόρε, διό εν παρρησία Χριστώ, πρέσβευε σωθήναι ημάς.

Η το παρόν Απολυτίκιον.Ήχος πλ. α΄. Τον συνάναρχον Λόγον.
Καλλιέρημα ώφθης και θύμα άγιον, προσενεγκούσα τω Πλάστη την καθαράν σου ψυχήν, ην εδόξασε Χριστός, ω καρτερόψυχε. Όθεν και βρύει διά σου, τοις τιμώσι σε πιστοίς, τας χάριτας υπέρ ψάμμον, Κυριακή αθληφόρε, ως ελεήμων και φιλάνθρωπος.

Εκτενής και Απόλυσις, μεθ ην ψάλλομεν τα εξής

Ήχος β΄. Ότε εκ του ξύλου σε νεκρόν.
Κλάδος ευκλεής, Κυριακή, ρίζης διασήμου εδείχθης, Χριστόν κηρύξασα, φέρων της αθλήσεως, καρπόν σωτήριον, και ξηραίνων εν χάριτι, φυτά ασεβείας, όθεν σε δοξάζοντες, καθικετεύομεν, ρύσαι ταίς πρεσβείαις σου πάσης, λύμης των παθών αχλυώδους, τους τη θεία σκέπη σου προστρέχοντας.

Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων Σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις Σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην Σου.

Δι ευχών των Αγίων Πατέρων ημών,
Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς,
Αμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.