ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος της Τρίτης 13 Ιανουαρίου 2026. Μεθεόρτια Θεοφανείων. Γιορτή σήμερα: Άγιοι Έρμυλος και Στρατόνικος. Κατά Λουκά - Ευαγγέλιο Κ'(20) 1-8. Επιστολή Αποστόλου Παύλου - Προς Εβραίους, ΙΒ'(12) 25-27 & ΙΓ'(13) 22-25.
Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.
Ευαγγέλιο Σήμερα
Κατά Λουκά Κ'(20) 1-8
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ εἴπατέ μοι·
τὸ βάπτισμα ᾿Ιωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν ᾿Ιωάννην προφήτην εἶναι.
καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Διαβάστε ολόκληρο το Ευαγγέλιο της Τρίτης 13 Ιανουαρίου 2026 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Ερμύλου και Στρατονίκου.
Απόστολος Σήμερα
Επιστολή Αποστόλου Παύλου – Προς Εβραίους, ΙΒ'(12) 25-27 & ΙΓ'(13) 22-25
Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι·
οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων· ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.
τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.
᾿Ασπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ᾿Ασπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς ᾿Ιταλίας.
Διαβάστε ολόκληρο τον Απόστολο της Τρίτης 13 Ιανουαρίου 2026 και σε νεοελληνική απόδοση, κατά την εορτή της Παναγίας της Μεσοπαντητίσσης.
Δείτε σε ζωντανή μετάδοση τον Όρθρο και την Πανηγυρική Θεία Λειτουργία των Αγίων Μαρτύρων Ερμύλου και Στρατονίκου, από το Ιερό Προσκύνημα του Αγίου Σπυρίδωνα στην Κέρκυρα.
Διαβάστε επίσης την γιορτή σήμερα 13 Ιανουαρίου: Παναγία Μεσοπαντήτισσα.





































