ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος της Πέμπτης 16 Ιουνίου 2022. Γιορτή σήμερα: Άγιος Τύχων. Κατά Ματθαίο - Ευαγγέλιο Ε'(5) 27-32. Επιστολή Αποστόλου Παύλου - Προς Ρωμαίους, Α'(1) 28 - Β'(2) 9.
Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.
Ευαγγέλιο Σήμερα
Κατά Ματθαίο Ε'(5) 27-32
᾿Ηκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις.
᾿Εγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
᾿Ερρέθη δέ· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
᾿Εγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται.
Διαβάστε ολόκληρο το Ευαγγέλιο της Πέμπτης 16 Ιουνίου 2022 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Τύχωνος.
Απόστολος Σήμερα
Επιστολή Αποστόλου Παύλου – Προς Ρωμαίους, Α'(1) 28 – Β'(2) 9
Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας,
ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρέτας κακῶν, γονεῦσιν ἀπειθεῖς,
ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας·
οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι.
Διαβάστε ολόκληρο τον Απόστολο της Πέμπτης 16 Ιουνίου 2022 και σε νεοελληνική απόδοση.
Δείτε σε ζωντανή μετάδοση την Παράκληση της Παναγίας της Πορταΐτισσας ενώπιον της θαυματουργής Εικόνος της Θεοτόκου, από τον Ιερό Ναό Αγίου Βησσαρίωνος Πύλης Τρικάλων, Πέμπτη 16 Ιουνίου 2022 19.00 το απόγευμα.
Διαβάστε επίσης την γιορτή σήμερα 16 Ιουνίου: Άγιος Τύχων ο Θαυματουργός ο Επίσκοπος Αμαθούντος Κύπρου.



































