ΟΣΙΟΣ ΙΑΚΩΒΟΣ ΤΣΑΛΙΚΗΣ – Ευλογήσαντος του ιερέως αρχόμεθα αναγινώσκοντες τον ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου, εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος και ηκηδίασεν επ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου μη αποστρέψης το πρόσωπόν σου απ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου το πρωΐ το έλεός σου, ότι επί σοι ήλπισα γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξόν με του ποιειν το θέλημά σου, ότι συ ει ο Θεός μου το Πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία. Ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με, εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α΄. Εξομολογείσθε τω Κυρίω, ότι αγαθός, ότι εις τον αιώνα το έλεος αυτού.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τα έθνη εκύκλωσάν με και το ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τα παρόντα Τροπάρια

Ήχος δ΄. ο υψωθείς εν τω Σταυρώ.
τον θεοφόρον ασκητήν του Υψίστου, τον εν Ευβοία εν τοις χρόνοις τοις νέοις, αναδειχθέντα είπωμεν εκ βάθους ψυχής, άγιε Ιάκωβε μοναστών ποδηγέτα, πάσης περιστάσεως την αγίαν Μονήν σου, και τους οικούντας πάντας εν αυτή, ταις σαις πρεσβείαις, αεί διαφύλαττε.

Δόξα. και νυν.
Θεοτοκίον.
ου σιωπήσομέν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ει μη γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων ; τις δε διεφύλαξεν, έως νυν ελευθέρους ; ουκ αποστώμεν Δέσποινα εκ σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

ο Ψαλμός Ν/(50)
Ελέησόν με, ο Θεός, κατά το μέγα ελεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστι διαπαντός. σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω, και καθαρισθήσομαι πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. μη απορρίψης με από του προσώπου σου και το Πνεύμά σου το Άγιον μη αντανέλης απ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαί με εξ αιμάτων, ο Θεός ο Θεός της σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον Κύριε, εν τη ευδοκία σου την σιων, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν και ολοκαυτώματα τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

και ο κανών ου η ακροστιχίς
Πάτερ Ιάκωβε δος μοι σην βοήθειαν. Ιωήλ

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Παράσχου την χάριν σου αφειδώς, Ιάκωβε πάτερ, τοις προστρέχουσιν ευλαβώς, τη θεία Μονή σου εν Ευβοία, και προσκυνούσιν τον τάφον σου Άγιε.

Ανύσας τον βίον ασκητικώς, μετά των οσίων, ηριθμήθης εν ουρανώ, διο ταις οξείαις σου πρεσβείαις, τοις αλγουμένοις την ίασιν χάρισαι.

τα πάθη νικήσας επί της γης, εκτήσω θεόφρον, παρρησίαν εν ουρανοίς, διο τους ικέτας σου εκ βλάβης, του πονηρού περιφρούρει Ιάκωβε.

Θεοτοκίον.
Ελπίς ορθοδόξων χριστιανών, υπάρχουσα Μήτερ, μη ελλείπης διηνεκώς, τους λύκους αιρέσεων ποικίλων, διασκεδάζουσα θεία δυνάμει σου.

Ωδή γ΄. Ουρανίας αψίδος.
Ρυπαράς αμαρτίας, και τα πολλά σφάλματα, άπερ καθ εκάστην ημέραν, ποιω ως άσωτος, πάτερ Ιάκωβε, ικετηρίαις σου τάχει, προς Χριστόν διόρθωσον, αειμακάριστε.

Ιατρός δαιμονώντων, αναδειχθείς Άγιε, ως πότε ερρύσω τον νέον, εκ του αλάστορος διο βοήθησον, τους σε υμνούντας ενθέρμως, όπως κατασπάσωσιν, εχθρού τοξεύματα.

Από πάσης ανάγκης, και πειρασμών λύτρωσαι, τους ενασκουμένους πατέρας, ποτέ συνόντας σοι, της θείας μάνδρας σου, εν τη Ευβοία θεόφρον, συ γαρ ώφθης Άγιε αυτών το στήριγμα.

Θεοτοκίον.
Κραταιά προστασία, και αρωγός έτοιμος, των καταφευγόντων μερόπων, τη θεία σκέπη σου, Παρθένε φάνηθι, συ γαρ φιλόστοργος Μήτηρ, και τροφός και στήριγμα, απάντων γέγονας.

Διάσωσον, από κινδύνων Ιάκωβε θανασίμων, και ανιάτων ασθενειών και κακώσεων, τους ανυμνούντας την μνήμην σου θεοφόρε.

Επίβλεψον, εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Υπέρ της Μονής, της σης θεομακάριστε, πρεσβεύειν αεί, Χριστώ τω Παντοκράτορι, μη παύση ικεσίαις σου, ως ηγούμενος ταύτης Ιάκωβε, και ποδηγός σοφός των μοναστών, των πόθω τιμώντων την μνήμην σου.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Ώσπερ φύλαξ αήττητος, του αντικειμένου τα ενοχλήματα, διασκέδασον πρεσβείαις σου, από των αιτούντων σου βοήθειαν.

Βοηθός εν ταις θλίψεσι, των ασθενειών μου γενού Ιάκωβε, συ γαρ έχεις ανεπαίσχυντον, πάτερ παρρησίαν προς τον Κύριον.

Επομβρίαις χαρίτων σου, της ψυχής φοβίας πάτερ Ιάκωβε, μετασκεύασον δεόμεθα, προς χαράν απάντων των αινούντων σε.

Θεοτοκίον.
δος μοι χάριν και δύναμιν, όπως διαπλεύσω το μέγα πέλαγος, Αειπάρθενε του βίου μου, και εις πλάτος φθάσω παραδείσιον.

Ωδή ε΄. Φώτισον ημάς.
Όλος τω Θεώ, εκ παιδός ανατιθέμενος, την νεότητα οδήγει ασφαλώς, προς την τρίβον του Σωτήρος αξιάγαστε.

Σώματος ημών, και ψυχής τα αρρωστήματα, ικετεύομεν ευχαίς σου ιεραίς, ιαθήναι θεοκίνητε Ιάκωβε.

Μνήσθητι ημών, των σων φίλων ω Ιάκωβε, και παράσχου την ειρήνην λογισμών, του νόος ταις ικεσίαις σου προς Κύριον.

Θεοτοκίον.
ο πανσθενουργός, και Δεσπότης πάσης κτίσεως, την σην δέησιν ακούει ευμενώς διο ζήτει υπέρ πάντων τα σωτήρια.

Ωδή στ΄. την δέησιν.
Ιάτρευσας, προσευχαίς σου Άγιε, επιτόκων γυναικών ασθενείας, και εκ καρκίνου βαρέως ερρύσω, πολλούς ανθρώπους παμμάκαρ Ιάκωβε διο μη παύση και ημών, θεραπεύων ψυχής τα οιδήματα.

Σοφία, τη ιερά κεκόσμησαι, οδηγήσας μοναζόντων χορείαν, προς βιοτήν την λιτήν και οσίαν, και αγαπήσας Χριστού την ταπείνωσιν διο κατάστειλον ταχύ, του νοός μου τον τύφον Ιάκωβε.

Ηδύτητα, σαρκικήν απέκρουσας, εγκρατεία και νηστεία θεόφρον, και ταις πυκναίς προσευχαίς σου ανήλθες, εις κορυφήν της θεώσεως Άγιε, προς ην κατεύθυνον ημάς, τους φιλούντάς σε πάτερ Ιάκωβε.

Θεοτοκίον.
νυν Πάναγνε, Θεοτόκε Δέσποινα, ικετεύοντες οι δούλοί σου πάντες, των στυγερών και ατέγκτων δαιμόνων, την κακουργίαν ταχέως διάλυσον συ γαρ την κάραν του εχθρού, τω σω τόκω συνέτριψας τέλεον.

Διάσωσον, από κινδύνων Ιάκωβε θανασίμων, και ανιάτων ασθενειών και κακώσεων, τους ανυμνούντας την μνήμην σου θεοφόρε.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον.
Ήχος β΄. τοις των αιμάτων σου.
ως ιερεύς του Χριστού εννομώτατος, και ασκητής περιάκουστος Άγιε, Μονήν την Αγίαν σου φύλαττε, ικετηρίαις σου πάτερ Ιάκωβε, Δαυΐδ του οσίου διάδοχε.

Προκείμενον.
Τίμιος εναντίον Κυρίου ο θάνατος του οσίου αυτού.
Στίχος. Μακάριος ανήρ ο φοβούμενος τον Κύριον.

Ευαγγέλιον.
εκ του κατά Λουκάν.
(κεφ. στ΄ 17 23).

tω καιρώ εκείνω, έστη ο Ιησούς επί τόπου πεδινού, και όχλος μαθητών αυτού, και πλήθος πολύ του λαού από πάσης της Ιουδαίας και Ιερουσαλήμ και της παραλίου Τύρου και Σιδώνος, οι ήλθον ακούσαι αυτού και ιαθήναι από των νόσων αυτών, και οι οχλούμενοι από πνευμάτων ακαθάρτων, και εθεραπεύοντο και πας ο όχλος εζήτει άπτεσθαι αυτού, ότι δύναμις παρ αυτού εξήρχετο και ιάτο πάντας. και αυτός επάρας τους οφθαλμούς αυτού εις τους μαθητάς αυτού έλεγε Μακάριοι οι πτωχοί, ότι υμετέρα εστίν η βασιλεία του Θεού. Μακάριοι οι πεινώντες νυν, ότι χορτασθήσεσθε. Μακάριοι οι κλαίοντες νυν, ότι γελάσετε. Μακάριοί εστε όταν μισήσωσιν υμάς οι άνθρωποι, και όταν αφορίσωσιν υμάς και ονειδίσωσι και εκβάλωσι το όνομα υμών ως πονηρόν ένεκα του υιού του ανθρώπου. Χαίρετε εν εκείνη τη ημέρα και σκιρτήσατε ιδού γαρ ο μισθός υμών πολύς εν τω ουρανώ.

Δόξα.
ταις του σου Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

και νυν.
ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Στίχος. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Άγιε Ιάκωβε, των μοναζόντων το κλέος, τείνον χείρα άπασι, τοις προσερχομένοις τη θεία μάνδρα σου, εν πολλαίς θλίψεσι, και ποικίλαις νόσοις, και παντοίοις παραπτώμασι, παρέχων ίασιν, θάρσος και χαράν αναφαίρετον, τους δε εκ βλάβης πάσχοντας, του αντικειμένου θεράπευσον, ίνα ανυμνώσι, την χάριν σου την άμαχον σεμνέ, και εγκαρδίως γεραίρωσι, τα πολλά σου θαύματα.

Σώσον ο Θεός, τον λαόν σου

Ωδή ζ΄. οι εκ της Ιουδαίας.
Βαρυνθείς ανομίαις, πολυφρόντιδος βίου, ο δυστυχής και πτωχός, υψώ τας δύο χείρας, ικετικώς παμμάκαρ, προ της θείας εικόνος σου, και αναμένω την σην, λαβείν επικουρίαν.

ο πολλούς τω σω λόγω, και σημείοις αρρήτοις, ως ευσπλαγχνίας πατήρ, εν τη ζωή στηρίξας, και μετά την θανήν σου, θεοφόρε Ιάκωβε, καμέ τον σον υμνητήν, ανάστησον πεσόντα.

η μονή σου τυγχάνει, ο προπύργιον Πάτερ, των ευσεβών κοσμικών, και των ενδεδυμένων, στολήν των μοναζόντων, ους συντήρει Ιάκωβε, εν καθαρά βιοτή, και Ορθοδόξω πίστει.

Θεοτοκίον.
Θεοτόκε Παρθένε, η τεκούσα ασπόρως τον πάντων Κύριον, δυσώπησον λιταίς σου αυτόν υπέρ των δούλων, των υμνούντων την χάριν σου, και τα πολλά σου Αγνή, σημεία ευγνωμόνως.

Ωδή η΄. τον Βασιλέα.
Επισταμένως, τους εκζητούντας εν πόθω, παραμύθιον εν θλίψεσι παράσχου, Ιάκωβε Ευβοίας, ο φύλαξ και προστάτης.

Ίασαι πάτερ, την ασθενούσαν ψυχήν μου, εκ παθών ηδονοφόρων και αισχίστων, και βοήθησόν μοι, ποιειν τα του Κυρίου.

Από του τύφου, των πονηρών εννοιών μου, ταις λιταίς σου προς Χριστόν απάλλαξόν με, και τη ση προνοία, προς φως οδήγησόν με.

Θεοτοκίον.
Νεύσον εξ ύψους, προς τους ικέτας σου Μήτερ, και οδήγησον αυτούς προς σωτηρίαν, ίνα του Υιού σου, εντάλματα τηρώσι.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Ιδείν επιθυμούμεν, πρόσωπον Κυρίου, ταις σαις πρεσβείαις παμμάκαρ Ιάκωβε, συ γαρ οικήτωρ υπάρχεις, της άνω πόλεως.

ως έχων παρρησίαν, πρέσβευε απαύστως, υπέρ της μάνδρας σου πάτερ Ιάκωβε, συν τω Δαυΐδ τω οσίω, γέροντι πάντιμε.

Θεοτοκίον.
Λιμήν απηλπισμένων, των πιστών η βάσις, και στηριγμός των πεσόντων εν παραπτώμασι, τη ση οξεία δυνάμει, φάνηθι Δέσποινα.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια,
Χαίροις Λιβισίου γόνος λαμπρός, και Ευβοίας πάσης, ο ακένωτος θησαυρός, χαίροις κοινοβίου Δαυΐδ του θεοφόρου, Ιάκωβε ηγήτορ, και μέγας έφορος.

Χαίροις αρρωστούντων θεραπευτής, των πενήτων φίλος, και πενθούντων αναψυχή, χαίροις των στενόντων, ταις θλίψεσι του βίου, Ιάκωβε θεόφρον, το παραμύθιον.

Ώφθης επ εσχάτων των ημερών, εν Ευβοία πάτερ, το αλάβαστρον αρετών, και χαρίτων θείων, ταμείον πεπλησμένον, Ιάκωβε παρέχον, πιστοίς τα πρόσφορα.

Είληφας Ιάκωβε ιερέ, της ιερωσύνης, μέγα δώρον από Θεού, και πολλούς πεσόντας, ανέστησας θεόφρον, τω θείω μυστηρίω, εξαγορεύσεως.

Γέγονας το στήριγμα μοναχών, θεραπεύων τούτων, αρρωστήματα της ψυχής, ως και διανοίας, της λογικής καθαίρων, σοφαίς σου συμβουλίαις, πάτερ Ιάκωβε.

Κόσμημα και καύχημα ιερόν, πάσης της Ελλάδος, ανεδείχθης σεμνοπρεπώς, ταις θαυματουργίαις, και διδαχαίς αγίαις, Ιάκωβε αγγέλων, ο ομοδίαιτος.

Τάφον προσκυνούντες σου τον σεπτόν, χάριτας ποικίλας, αρυόμεθα εξ αυτού, συ γαρ Παρακλήτου, Ιάκωβε δοχείον, το πάγχρυσον εφάνης, θεοχαρίτωτε.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (τρις).
Δόξα Πατρί, και υιω, και Αγίω Πνεύματι,
και νυν, και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία τριας, ελέησον ημάς Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον Κύριε, ελέησον Κύριε, ελέησον.
Δόξα Πατρί

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου ελθέτω η βασιλεία σου γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γης. τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού καί
τού Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

και τα Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί σοι γαρ πεποίθαμεν. μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. αλλ επίβλεψον και νυν ως εύσπλαχνος και λύτρωσαι ημάς εκ των εχθρών ημών. συ γαρ ει Θεός ημών και ημείς λαός σου, πάντες έργα χειρών σου και το όνομά σου επικεκλήμεθα.

και νυν.
της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σε μη αστοχήσομεν, ρυσθείημεν δια σου των περιστάσεων, συ γαρ η σωτηρία του γένους των Χριστιανών.

και Απολυτίκιον ψαλλόμενον πρωτίστως εν τη Ιερά Μονή του Οσίου Δαυΐδ.
Ήχος πλ. α΄. τον Συνάναρχον Λόγον.
των οσίων Πατέρων τα κατορθώματα, εν εσχάτοις τοις χρόνοις ζηλώσας Άγιε, ανεδείχθης μιμητής τούτων Ιάκωβε, εν τη μάνδρα του Δαυΐδ, του προστάτου σου σεμνέ, ποιμάνας ταύτην ενθέως, διο συν τούτω μη παύση, υπέρ ημών αεί δεόμενος.

Εκτενής και Απόλυσις, μεθ ην ψάλλομεν τα εξής

Ήχος β΄. Ότε εκ του ξύλου σε νεκρόν.
Πάτερ διελθών των πειρασμών, πέλαγος Ιάκωβε μέγα, έφθασας Όσιε, εις μονάς της χάριτος, του Παντοκράτορος, διο πρόφθασον Άγιε, δεόμεθα πάντες, παύσαι ταις πρεσβείαις σου, του πολεμήτορος, δόλον και σπουδήν και μανίαν, κατά της αγίας Μονής σου, προεστώς γαρ ταύτης εχρημάτισας.

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

δι ευχών των αγίων πατέρων ημών,
Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.
Αμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.