Δεκαπενταύγουστος: Τα εγκώμια της Κοιμήσεως της Θεοτόκου.

Η Αγνή εν τάφω, κατετέθης βαβαί,
η Θεόν εν τή γαστρί σου
χωρήσασα καί κυήσασα αφράστως επί γής.

Απορεί καί φύσις, καί πληθύς νοερά,
τό εν σοί, Παρθενομήτορ, μυστήριον,
τής ενδόξου καί αρρήτου σου ταφής.

Γέφυρα υψούται, η μετάγουσα πρίν,
εκ θανάτου πρός ζωήν τήν ακήρατον,
τούς θανόντας παραβάσει τού Αδάμ.

Ζώσα εν υψίστοις, αληθώς Μαριάμ,
υπέρ πάντων πρεσβευτής ημών γέγονας,
αξιώσαι ευφροσύνης αληθώς.

Η λαμπάς η θεία, τού αρρήτου φωτός,
φρικτωρούσα ουρανόθεν τούς δούλους σου,
μή ελλείπης Αγαθή τούς επί γής.

Θρόνος τού υψίστου γενομένη αγνή,
από γής πρός ουρανόν μεταβέβηκας,
μεταστάσα εις αιώνιον ζωήν.

Λόγος τού Υψίστου, ο αρρήτως τεχθείς
υπό σού, Θεοκυήτωρ,
μετέστησεν εκ τής γής πρός τήν αθάνατον ζωήν.

Νύμφην τού Υψίστου, καί Μητέρα σαφώς,
Ιησού τού Θείου Λόγου γινώσκομεν,
κάν εν τάφω σέ ορώμεν ως φθαρτήν.

Ουρανός ως άλλος, ανεδείχθη Αγνή,
δεξαμένη τό σόν σκήνος τό άχραντον,
η αγία καί σεπτή Γεθσημανή.

Τάφος μέν καλύπτει, τό σόν σκήνος, Αγνή,
τήν δέ θείαν σου ψυχήν χειριζόμενος,
ο Υιός σου αγκαλίζεται λαμπρώς.

Ψάλλοντες τόν τόκον, σού τόν θείον Αγνή,
ανυμνούμεν οι πιστοί καί γεραίρομεν,
Σέ τόν έμψυχον ναόν τόν τού Θεού.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.

Ανυμνούμεν Λόγε, σέ τόν πάντων Θεόν,
σύν Πατρί καί τώ Αγίω σου Πνεύματι,
καί δοξάζομεν οι πάντες ευσεβώς.

Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Μακαρίζομέν σε, Θεοτόκε Αγνή,
καί τιμώμεν τήν αγίαν σου Κοίμησιν,
καί τήν ύψωσιν εκ γής, πρός ουρανόν.

Στάσις δευτέρα

Άξιόν εστι, μεγαλύνειν σέ τήν Θεοδόχον,
τήν τών αρετών ταμείον υπάρξασα,
καί χαρίτων απασών τών τού Θεού.

Βάτον εν Σινά, ακατάφλεκτον είδε σε πάλαι,
Μωυσής γαστρί σου τό θείον πύρ,
ως χωρήσασα αφλέκτως Μαριάμ.

Ένθα οι χοροί, Αποστόλων τε καί τών Αγγέλων,
ίσταντο κυκλούντες εν άσμασι,
παριστάμεθα Παρθένε καί ημείς.

Θαύμα αληθώς, πώς η άναδρος θηλάζει βρέφος,
πώς καί νεκροφόρος καθίστασαι,
η Μητρόθεος εκτός διαφθοράς.

Λόγος τού Πατρός, επεσκήνωσεν εν σοί Παρθένε,
καί πρός ουρανόν σύ μετήγαγες,
τούς τήν κύησιν δοξάζοντας τήν σήν.

Κλίμαξ πρός Θεόν, ο σός τάφος Παναγία,
πέλει άγουσα τούς πίστει υμνούντας σε,
καί τιμώντας σου τήν Κοίμησιν σεπτώς.

Σώμα καί ψυχήν, υπερένδοξε Αγνή Παρθένε,
άσπιλα Θεώ διετήρησας,
δι ό κάλλους σου ηράσθη ο Χριστός.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.

Δόξα τώ Πατρί σύν Υιώ τε καί τώ Παναγίω Πνεύματι
προσάγομεν ευσεβώς, τή Τριάδι τή Αγία καί σεπτή.

Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Άσμασι πιστοί, ορθοδόξοις τε καί ευπροσδέκτοις,
πάντες ανυμνήσωμεν σήμερον,
τήν Μητέρα τού Θεού δουλοπρεπώς.

Στάσις τρίτη

Αι γενεαί πάσαι, ύμνον τή ταφή σου, προσάγουσι Παρθένε.

Βλέψας ουρανόθεν, Θεός τών όλων Κτίστης,
εν τή γάστρί σου ήκει.

Γνώσιν εξαιτούμεν, τής σής κυοφορίας, προξένου σωτηρίας.

Εν ουρανώ εστάναι, νομίζομεν Παρθένε,
εστώτες τώ Ναώ σου.

Η γή πανηγυρίζει, ο ουρανός χορεύει, σού άνω αιρομένης.

Μόνη σύ προστάτις, πενήτων ορφανών τε,
καί τών χήρων υπάρχεις.

Ο τάφος σου κηρύττει, Παρθένε τήν ταφήν σου,
καί τήν μετάστασίν σου.

Ψαύοντες σήν κλίνην, σέ ανυμνολογούμεν,
Παρθενομήτορ Κόρη.

Έρραναν τόν τάφον, οι κηδεύσαντές σε, άνθεσι καί μύροις.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.

Ώ Τριάς Αγία, Πατήρ Υιός καί Πνεύμα,
τούς λατρευτάς σου σώσον.

Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Ώ Παναγία Μήτερ, σκέπε καί φρούρει πάντας,
τούς επί σέ θαρρούντας.

Ψάλλει ο Στέφανος Πελακανής

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.