†Εορτάζεται στις 6 Οκτωβρίου
Το γεγονός της προσωπικής του εμπειρίας με τον Κύριο τιμάται την πρώτη Κυριακή μετά το Πάσχα.
Η Κατάθεσις των Ιερών Λειψάνων του Αγίου Θωμά εορτάζεται στις 20 Ιουνίου.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς τοῦ Κυρίου Ἀναστάσεως κήρυξ, Θωμᾶ ἀπόστολε, Χριστοῦ μυστολέκτα, πάσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἀνάγκης, καὶ πταισμάτων ἄφεσιν, ταῖς ψυχαῖς ἡμῶν αἴτει, τῷ ὑπὸ σοῦ ψηλαφηθέντι Ἰησοῦ, ὅπως καθάρῃ ἡμῶν τὴν διάνοιαν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ κανόνος·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ, Θωμᾶ θεηγόρε, τοὺς τιμῶντάς σε εὐλαβῶς, πάντας διαφύλαξον λιταῖς σου, ταῖς πρὸς τὸν πλάστην Χριστὸν καὶ Δεσπότην σου.
Σοῦ ἡ εἰκόνα Θωμᾶ πιστοῖς, βρύει τὰς ἰάσεις προσιοῦσι ταύτῃ σοφέ, καὶ πάθη ψυχῶν τε καὶ σωμάτων, ὡς ἰατρὸς θεραπεύεις πανάριστε.
Τοὺς ἐν τῷ ναῷ σου Θωμᾶ πιστοῖς, ἐνθέῳ τε ζήλῳ καὶ εὐλαβείᾳ ἱκετικῶς, προσπίπτοντας σὴν χάριν ἐξαιτούντας, πάσης ἀνάγκης αὐτοὺς ἐλευθέρωσον.
Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν σὸν Υἱὸν, σὺν τῷ Ἀποστόλῳ νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐμενῆ σε προστάτην, πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα μάκαρ Θωμᾶ ἀπόστολε, καθικετεύοντες, πειρατηρίων παντοίων λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.
Ἔχοντές σου τὴν Κάραν, οἱ τῇ Μονῇ ἔνδοξε, τοῦ Ἐπιστηθίου οἰκοῦντες Θωμᾶ πανεύφημε, θησαυρὸν πανάριστον καὶ περιβόητον κλέος, σοῦ πιστῶς δεόμενοι, ὑπὲρ τῶν τιμώντων σε.
Ἡ σῇ θείᾳ θεόφρων, ψυχὴ Θωμᾶ μέγιστε, ἐν τῇ τῶν Ἀγγέλων σκηνώσει, φαιδρῶς ἀγάλλεται, ἡ δὲ αἰδέσιμος καὶ ἱερᾷ Κεφαλή σου, ἐπὶ γῆς τὰ θαύματα βρύει Ἀπόστολε.
Θεοτοκίον.
Παναγία Παρθένε, τὸν Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων, τοὺς σοὶ προστρέχοντας, καὶ ἀνυμνούντας σε, Θεοκυῆτορ παρθένε, τῶν πιστῶν βοήθεια μόνη Πανύμνητε.
Διάσωσον, Θωμᾶ πρεσβείαις τοῦ θείου σου Ἀποστόλου, ἐπηρείας τοῦ χαλεποῦ κοσμοκράτορος, τοὺς ἐν σοὶ προσπίπτοντας Πανοικτίρμον.
Ἄχραντε, ἡ διὰ λόγον τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμὸς καὶ μέγα καταφύγιον, καὶ θεῖος πυρσός, ἀστράπτων φῶς τῆς χάριτος, ὑπάρχων ἡμῶν ἅγιε, ἀπόστολε Θωμᾶ, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον.
ᾨδὴ δ.΄ Εἰσακήκοα Κύριε.
Ἀποστόλων ὡς μέγιστος, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.
Ἀσθενούντων Θωμᾶ θεράπευσον καὶ κακοχουμένους συντήρισον Ἅγιε, καὶ παθῶν ξήρανον βόρβορον, ὡς θαυμάτων κρήνη ἀνεξάντλητος.
Σοῦ ἡ Εἰκῶν θαυμάσιε, βρύει τὰς ἱάσεις Θωμᾶ ἀπόστολε, τοῖς πιστῶς ταύτῃ προστρέχουσι, καὶ ἀσπαζομένους Ἱερώτατε.
Θεοτοκίον.
Ταῖς τῆς Μητρός σου δεήσεσι, καὶ τοῦ Ἀποστόλου σου Κύριέ μου δώρησαι, τοῖς ἱκέταις σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων Ὑπεράγαθε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς ἐκ κινδύνων καὶ πταισμάτων πολλῶν, ὡς τοῦ Κυρίου Μαθητὴς μέγιστος, τοὺς καθ’ ἑκάστην τιμῶντάς σε παναοίδιμε.
Οἱ ἐν πειρασμοῖς καὶ πολλαῖς κυκλούμενοι ταῖς παριστάσεσι, πρὸς τὸν Δεσπότην σου μεσίτην ἔχοντες, σοὶ θεηγόρε καταφεύγομεν Ἀπόστολε.
Ῥῶσιν ψυχικὴν καὶ σωμάτων δὸς τὴν ἴασιν, ἐνεργείᾳ τῆς ἐνθέου δωρεᾶς, τοῖς προστρέχουσι τῇ σκέπει σου, Ἀπόστολε.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγίειαν τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Ὡς ἥλιος, νοερῶς ἀστράπτουσα, ἡ ἁγία σου Εἰκὼν καθορᾶται, καὶ τοῖς πιστῶς προσπελάζουσι ταύτῃ Θωμᾶ θεόφρον, δωρεῖται ἰάματα, Ἀπόστολε θεῖε Χριστοῦ, οἰκουμένης προστάτα θερμότατε.
Τοῖς ἴχνεσι τοῦ Κυρίου πάνσοφε, ἠκολούθησας Θωμᾶ σὺ προθύμως, καὶ μιμητὴς τῶν αὐτοῦ παθημάτων, γέγονας ὄντως διὸ σὲ ἐδόξασεν, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὡς Αὐτοῦ Μαθητὴν γνησιώτατον.
Τὴν δέησιν, μὴ ἐλλείπης ἔνδοξε, τῷ Δεσπότῃ σου προσάγων ἀπαύστως, ὑπὲρ ἡμῶν ὦ Θωμᾶ ἱκετεύων, τῶν προσκυνούντων τὴν θείαν Εἰκόνα σου, καὶ αἰτουμένων παρά σου, ῥῶσιν καὶ χάριν καὶ ἔλεος.
Θεοτοκίον.
Ἐπέβλεψεν, ἐπὶ σοὶ ὁ Κύριος, τὴν ἐμὴν ἀνακαινίζων οὐσίαν, ὡς δυνατὸς μεγαλεῖα ποιήσας, Θεογεννῆτορ ὡς ἔφη Πανάμωμε, καὶ ἔσωσέ με διὰ σοῦ, ἐκ φθορᾶς ὁ Θεός μου ὡς εὔσπλαχνος.
Διάσωσον, Θωμᾶ πρεσβείαις τοῦ θείου σου Ἀποστόλου, ἐπηρείας τοῦ χαλεποῦ κοσμοκράτορος, τοὺς ἐν σοὶ προσπίπτοντας, Πανοικτίρμον.
Ἄχραντε, ἡ διὰ λόγον τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὁ τῆς θείας χάριτος πεπληρωμένος, τοῦ Χριστοῦ Ἀπόστολος, καὶ ὑπηρέτης ἀληθής, ἐν μετανοίᾳ ἐκραύγαζε· σύ μου ὑπάρχεις, Θεὸς τε καὶ Κύριος.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Ἐπαίνει, Ἱερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιδ΄ 1 – 7).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν. Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. Καὶ ὅπου ἐγώ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μύστης θεοδίδακτος, καὶ διαπρύσιος κῆρυξ, τῆς ἐκ νεκρῶν ἐγέρσεως, τοῦ Χριστοῦ Ἀπόστολε ἀναδέδειξαι· πρὸς Αὐτὸν ἔχων οὖν, πολλὴν παῤῥησίαν, καθικέτευε δεόμεθα, ῥύεσθαι πάντοτε, νόσων καὶ κινδύνων καὶ θλίψεων, ψυχῆς ὁμοῦ καὶ σώματος, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ ἐν μετανοίᾳ βιοῦν ἡμᾶς ἀξίωσον Θωμᾶ, ὡς ἂν τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἀγγέλων ὑπάρχων, ἰσοστάσιος ὄντως Θωμᾶ πανένδοξε, καὶ τούτοις συγχορεύων, ἐκλύτρωσαι κινδύνων, σὺν αὐτοῖς τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἀπιστήσας θεόφρων, τῇ Χριστοῦ Ἀναστάσει, Θωμᾶ πανεύφημε, καὶ τὴν πλευρὰν τὴν τούτου, τὰς τρήσεις τε τῶν ἥλων ψηλαφήσας ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Τοῖς πιστῶς προσιοῦσι, τῇ ἱερᾷ εἰκόνι σου, Θωμᾶ παμμέγιστε, παρέχεις τὰς ἰάσεις, καὶ ῥύεσαι κινδύνων, πολλῶν ἐπερχομένων ἵνα πόθῳ κραυγάζωσιν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Δαπανήσας ἀσώτως, τῆς ζωῆς μου Παρθένε, ἐν ἀμελείᾳ πολλῇ, τὸν χρόνον καὶ βοῶ σοι· διέγειρόν με σῶσον, τῷ Υἱῷ σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ σῇ πρεσβείᾳ τὰς τῶν ψυχῶν ἀῤῥωστίας, καὶ σωμάτων θεραπεύεις Παμμάκαρ, ὅθεν σὲ ὑμνοῦμεν Ἀπόστολε Κυρίου.
Ὡς παῤῥησίαν σὺ κεκτημένος θεόφρων, πρὸς Χριστὸν αὐτὸν Θωμᾶ δυσώπει, ἵνα λυτρωθῶμεν, κινδύνων καὶ βασάνων.
Ἡ σῇ Εἰκόνα ἱερᾷ καὶ σεβάσμιος οὖσα, τοῖς πιστοῖς παρέχει τὰς ἱάσεις, ὅθεν σὲ τιμῶμεν Θωμᾶ εἰς τοὺς αἰώνας.
Θεοτοκίον.
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰώνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Θωμᾶ θεηγόρε, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ σὲ μακαρίζουσι.
Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον θεόφρων, τοὺς μετὰ πόθου τιμῶντάς σε ἔνδοξε, καὶ εὐλαβῶς ἐξαιτούντας τῇ μεσιτείᾳ σου.
Ἴσχυνας θεηγόρε, νοητῶν πολέμων καὶ τοῖς Ἰνδοῖς τὸν Κύριον ἔδειξας, Αὐτῷ πρεσβεύης ὑπὲρ τῶν τιμώντων σε.
Θεοτοκίον.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν Χριστοῦ αὐτόπτην καὶ Μαθητήν, θεῖον ὑπηρέτην, ψηλαφήσαντα τὴν πλευράν, τὰς τρήσεις τῶν ἥλων καὶ πίστει στηριχθέντα, Θωμᾶν τὸν θεηγόρον, ὕμνοις τιμήσωμεν.
Δεῦτε εὐφημήσωμεν ἐν ᾠδαῖς, Θωμᾶν θεηγόρον, οἱ ποθοῦντες τῆς οὐρανοῦ, τρυφῆς ἀπολαῦσαι, πιστῶς ὁμολογοῦντες, Χριστοῦ τοῦ Ἀναστάντος, πίστιν σωτήριον.
Πάντας τοὺς τιμῶντάς σε εὐλαβῶς, σῇ χάριτι σκέπε, ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ πάσης παγίδος, Θωμᾶ Χριστοῦ αὐτόπτα, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Διδάσκαλον.
Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ τῆς ποίμνης ταύτης, ἡ θεσπέσιος χαρμονή, καὶ πάντων τῶν νοσούντων, ὁ Ἰατρὸς ὁ μέγας, Θωμᾶ Κυρίου μύστα, σκέπε τοὺς δούλους σου.
Τὸν Ναόν σου τοῦτον τὸν ἱερόν, φύλαττε, παμμάκαρ, ἐκ σκανδάλων τοῦ πονηροῦ, χάριζε δὲ ῥῶσιν ἅμα τε καὶ ὑγίειαν, τοῖς ἐν αὐτῷ καταφεύγουσι.
Δέχου τὰς πρεσβείας, Παμβασιλεῦ, Θωμᾶ ἀποστόλου, σὺν Βαρβάρα καὶ Ἠλιοῦ, καὶ τὴν ποίμνην ταύτην, ἀπήμονα συντήρει, δεινῶν πειρατηρίων, ὅπως δοξάζῃ σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ότε ἐκ τοῦ ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Θεόν, πάντων τῶν πιστῶς προσκυνούντων τὴν ἱεράν Εἰκόνα σου, μέγιστε Ἀπόστολε θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάτων, πάσης περιστάσεως δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, σὲ Θωμᾶ πιστῶς γεραίρωμεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.





































