ΕΥΑΓΓΕΛΙΟ ΣΑΒΒΑΤΟΥ: Ευαγγέλιο και Απόστολος του Σαββάτου 18 Ιουλίου 2026. Γιορτή σήμερα: Άγιος Αιμιλιανός. Κατά Ματθαίο - Ευαγγέλιο Ι'(10) 37 - ΙΑ'(11) 1. Επιστολή Αποστόλου Παύλου - Προς Ρωμαίους, ΙΒ'(12) 1-3.
Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.
Ευαγγέλιο Σήμερα
Κατά Ματθαίο Ι'(10) 37 – ΙΑ'(11) 1
῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
῾Ο δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται.
καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Διαβάστε ολόκληρο το Ευαγγέλιο του Σαββάτου 18 Ιουλίου 2026 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Αιμιλιανού.
Απόστολος Σήμερα
Επιστολή Αποστόλου Παύλου – Προς Ρωμαίους, ΙΒ'(12) 1-3
Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν,
καὶ μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
Διαβάστε ολόκληρο τον Απόστολο του Σαββάτου 18 Ιουλίου 2026 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Αιμιλιανού.
Διαβάστε επίσης την γιορτή σήμερα 18 Ιουλίου: Άγιος Αιμιλιανός ο Μάρτυρας.





































