Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ κάτωθι Τροπάρια·
Ἦχος δ΄. Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Πρωτομάρτυρα Χριστοῦ δεῦτε πάντες, οἱ συνεχόμενοι δειναῖς ἀσθενείαις, ἀνευφημοῦντες κράξωμεν ἐκ βάθους ψυχῆς· Στέφανε ἀπόστολε, ἀρχηγὲ Διακόνων, πάσης ἡμᾶς λύτρωσαι, θλίψεως τε καὶ νόσου, σαῖς πανιέροις καὶ θερμαῖς λιταῖς, τοὺς μετὰ πόθου ἀεὶ εὐφημοῦντάς σε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς
ἐν τοῖς Θεοτοκίοις· Σεραφείμ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φρόνημα τὸ πρᾶον καὶ ἱλαρόν, φέρων τοῦ Σωτῆρος, Πρωτομάρτυς ὁ θαυμαστός, εἴληφεν ἀθλήσεως τὸ στέφος, λίθων βολὰς ὑποστὰς ἱλαρότητι.
Στέφανε μακάριε, ὡς τὸ πρίν, τοὺς λιθάζοντάς σε, συνεχώρησας Ἀθλητά, οὕτω τῷ σῷ δούλῳ τῶν πταισμάτων, λιταῖς σου θείαις τὴν λύσιν μοι δώρησαι.
Ὡς ἐκλήθης, Στέφανε, ἀληθῶς, πρὸς ἐπικουρίαν, Ἀποστόλων τοῦ Ἰησοῦ, οὕτω τὴν θερμήν σου προστασίαν, τῷ ταπεινῷ σου οἰκέτῃ χορήγησον.
Θεοτοκίον.
Σοῦ κενοῦται, Ἄχραντε, τῇ γαστρί, Θεὸς ὁ τοὺς κόλπους, μὴ κενώσας τοὺς πατρικούς, τοῦτον οὖν δυσώσει σωτηρίας, καταξιῶσαι τοὺς πίστει τιμῶντάς σε.
ᾨδὴ γ΄. Σὺ εἰ τὸ στερέωμα.
Παρθένος ὑπῆρξας σύ, καὶ τοῦ Σωτῆρος πιστὸς Διάκονος· διὸ κἀμέ, Στέφανε παμμάκαρ, παρθενεύειν ἐνίσχυσον.
Πέπτωκα ὁ δείλαιος, εἰς ἁμαρτίας ἐσχάτην χάρυβδιν· διὸ πρὸς σέ, Στέφανε, ῥυσθῆναι, καταφεύγω δεόμενος.
Φώτισον ὦ Στέφανε, τὴν ταπεινήν μου ψυχὴν σοῦ δέομαι, θείῳ φωτί, καὶ παθῶν τὸν ζόφον, σαῖς πρεσβείαις ἀπέλασον.
Θεοτοκίον.
Ἔφερες Πανύμνητε, τὸν ἀγεώργητον ἄσταχυν, ἐν σῇ γαστρί, τρέφοντα καρδίας, τῶν πιστῶς ἀνυμνούντων σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς ἐδείχθης ὁ πρόβολος, μάκαρ τῆς ἀθλήσεως κτείνας τύραννον, οὕτω Στέφανε πολέμησον, τὰ δεινά μου πάθη ἱκετεύω σε.
Ὡς ἀστὴρ λαμπρός, Στέφανε, τῇ Χριστοῦ Γεννήσει σὺ συνεξέλαμψας· τὴν ψυχήν μου οὖν τοῖς πταίσμασι, σκοτισθείσαν, μάκαρ, φωταγώγησον.
Ὡς Ἑβραίων ἠμαύρωσας, πᾶσαν τὴν δυσέβειαν, μάκαρ Στέφανε, οὕτω δέομαι τὴν ἔφοδον, τῶν αἱρετιζόντων καταπράυνον.
Θεοτοκίον.
Ῥῦσαι, Κόρη πανάσπιλε, ἡ ἀνερμηνεύτως Θεὸν κυήσασα, ἀπὸ πάσης περιστάσεως, νόσων καὶ κινδύνων τὸν οἰκέτην σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πράξεως, Χριστέ, μιαιοφόνου ἡμᾶς φύλαττε, ἀμετόχους καὶ ἀξίωσον, τῆς κληρουχίας τοῦ Πρωτάθλου τοὺς ὑμνοῦντάς σε.
Πρέσβευε Χριστῷ, τῷ Σωτῆρι, μάκαρ Στέφανε, νόσων καὶ κινδύνων ἡμᾶς τοὺς δούλους σου, ἀπαλλαγῆναι ὁσημέραι δεομένους σου.
Πρώταθλε Χριστοῦ, ὡς ἡγίασας τὰ πέρατα, αἵμασιν ἁγίοις σου οὕτω δέομαι, τοὺς σὲ τιμῶντας ταῖς πρεσβείαις σου ἁγίασον.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, παρθενίας τὸ κειμήλιον, οὖσα πάντας ταῖς πρεσβείαις σου, τοὺς σὲ τιμῶντας παρθενεύειν ἐνδυνάμωσον.
ᾨδὴ ς΄. Ἄβυσσος ἁμαρτιῶν.
Πρᾶον, Μάκαρ, τὸν Κριτήν, καὶ εὐίλατον γενέσθαι, δυσώπει ἐν τῇ μελλούσῃ Κρίσει, ἱλαρῷ τε τῷ βλέμματι, ἐπιδεῖν καὶ ἐπ’ εμέ, ὅταν θελήσῃ μου ἐρευνῆσαι, λόγους καὶ πράξεις καὶ ἐννοίας τε.
Φῶς δεχθεὶς ἐν τῇ ψυχῇ, καὶ σοφίᾳ κοσμηθεὶς οὐρανίᾳ, πάντας ἡμᾶς δυσώπει, ἱλαρώτατε Στέφανε, εἰρηνεύειν καὶ δεινῶν, νόσων ῥυσθῆναι τοὺς σὲ τιμῶντας, καὶ φωτισθῆναι τὴν διάνοιαν.
Νέφεσιν ἁμαρτιῶν, καὶ ὀμίχλη συσχεθεὶς τῶν πταισμάτων, καὶ τῶν παθῶν τῷ ζόφῳ, καλυφθεὶς τὴν διάνοιαν, πράξεις ὄντως μοχθηρὰς ἤδη ἐτέλεσα· ἀλλ’ ὦ μάκαρ Στέφανε, ῥῦσαί με πρεσβείαις σου.
Θεοτοκίον.
Φρίττων ὁ δείλαιος ἐγώ, τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν, καί δεδοικὼς τὴν κρίσιν, τοῦ Κριτοῦ τὴν ἀδέκαστον, ἐπὶ σοὶ τοὺς ὀφθαλμοὺς ἔχων, Παρθένε, σῶσόν με σῶσον, κράζω εὔσπλαγχνε.
Διάσῳζε ταῖς εὐσπροσδέκτοις πρεσβείαις σου, Πρωτομάρτυς, ἀπὸ παντοίων κινδύνων καὶ θλίψεων, τοὺς γεραίροντας τὴν Ἁγίαν σου μνήμην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀπόστολε Χριστοῦ, ἀρχηγὲ Διακόνων, Πρωτομάρτυς σοφέ, τῶν Μαρτύρων τὸ βάθρον, ὁ κόσμου τὰ πέρατα ἁγιάσας σοῖς αἵμασι, καὶ τοῖς θαύμασι ψυχὰς ἀνθρώπων φωτίσας, ῥῦσαι παντοδαπῶν κακώσεων, τοὺς τιμῶντάς σε, πανεύφημε Στέφανε.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κα΄ 33 – 42).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
Δόξα.
Πρωτομάρτυς τοῦ Χριστοῦ, Στέφανε θεῖε, πρέσβευε αὐτῷ ἐλεῆσαι, τοὺς τὴν σὴν ἔνδοξον μνήμην γεραίροντας.
Καὶ νῦν.
Θεοτόκε ἡ ἐλπίς τῶν Ὀρθοδόξων, πρέσβευε Χριστῷ, ἀπαλλάξαι τῶν παθῶν, τοὺς εἰς σὲ πίστει προστρέχοντας.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ παρὸν Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τὸν βίον μου ἅπαντα, ῥᾳθύμως ὅλων διάγων, τῷ τέρματι ἔφθασα, αὐτοῦ ὅλως ἄκαρπος, ὁ κατάκριτος, τῶν κακῶν πράξεων, ἐπιφέρων μόνον, νῦν φορτία τὰ δυσβάστακτα, ἃ Ὑπεράγαθε, τῷ θείῳ ἐλέει σου καταμέρισον, βραβεύων μοι κατάνυξιν, καὶ ἐπιστροφὴν τὴν σωτηρίον, θείαις τοῦ Πρωτάθλου, λιταῖς ταῖς εὐπροσδέκτοις ὁ Θεός, ὃν εἰς πρεσβείαν προβάλλομαι, σὺν τῇ κυησάσῃ σε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Οἴκτειρον, Πρώταθλε, σὸν δοῦλον, ὁ Θεὸς τὸν Χριστὸν ἀνακηρύξας· καὶ τῷ θείῳ φωτὶ λαμπρύνας τὴν ψυχήν μου, τῆς σκοτοδίνης ῥῦσαί με, τῶν παθῶν σαῖς ἱκεσίαις.
Ῥῦσαι, ὦ Στέφανε παμμάκαρ, συνεχόμενον με πάσαις κακουχίαις, καὶ δειναῖς συμφοραῖς, καὶ πάθεσι κινδύνων, ταῖς πρὸς Θεὸν τὸν εὔσπλαγχνον, εὐπροσδέκτοις σου πρεσβείαις.
Παῦσον, ὦ Πρώταθλε τὰς νόσους, τυραννούσας δεινῶς τὸν σὸν οἰκέτην, καὶ μετάβαλε νῦν, δεινότητα τὴν τούτων, εἰς εὐφροσύνην ἄληκτον, ταῖς θερμαῖς σου ἱκεσίαις.
Θεοτοκίον.
Ἔπαινον γλώσσης ἐξ ἀνάγνου, τῇ πανάγνῳ σοι προσφέρω, Θεοτόκε, ἐναγῶν λογισμῶν ῥυσθῆναι δυσωπῶν σε μολυσμοῦ τοῦ σώματος, ὦ ἀμόλυντε Κυρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκδαπανῶν ἐν φρικτῇ ἀμελείᾳ τὸν ἐμόν, ὦ Στέφανε, βίον, τῇ σῇ καταφεύγῳ, ἐνθέρμῳ προστασίᾳ.
Τοὺς ὀφθαλμούς μου ὀμβροτόκους νεφέλας, δείξον Στέφανε, πρεσβείαις σου θείαις, ὅπως ὑετίζω, ψυχήν μου τὴν αὐχμώδη.
Ἡμαρτηκώς ὑπὲρ πάντας ἀνθρώπους, σοὶ προσέρχομαι, ὦ Στέφανε, σῶσον, ταῖς σεπταῖς λιταῖς σου, ἵνα σε μακαρίζω.
Θεοτοκίον.
Ἵλεων Κόρη, ὃν ἐν ἀγκάλαις βαστάζεις, σὺ ἀπέργασαι ἐμοὶ τῷ ἀθλίῳ, καὶ τοῦτον δυσώπει, ῥυσθῆναί με πταισμάτων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στέφανε τρισμάκαρ, οὐρανοπολῖτα, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων ἱκέτευε, ὅπως ῥυσθῶμεν κινδύνων καὶ περιστάσεων.
Σὺ τῷ Οὐρανίῳ, θρόνῳ τοῦ Σωτῆρος, ὡς παριστάμενος, Στέφανε πρώταθλε, τοὺς σὲ ὑμνοῦντας, λιταῖς σου ἀεὶ περίσῳζε.
Προσάγων τῷ Κυρίῳ, ὕμνον ἐκδυσώπει, ὑπὲρ οἰκέτου τοῦ σοῦ, μάκαρ Στέφανε, ὅπως τῆς δόξης τῆς θείας, μέτοχος γένωμαι.
Θεοτοκίον.
Μαρία Θεοτόκε, σὲ ὑμνολογοῦμεν, ὅτι παντοίων κινδύνων λυτροῦσαι ἡμᾶς, ταῖς μητρικαῖς πρὸς τὸν Τόκον, τὸν σὸν πρεσβείαις σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πρέσβευε, ὦ Πρώταθλε, τῷ Χριστῷ, ὑπὲρ τῶν τιμώντων τὴν Ἁγίαν σου ἑορτήν· ὅπως τῶν κινδύνων ἀπαλλαγῆς τυχόντες, ἅπαντές σε ἐν πόθῳ ἀεὶ γεραίρομεν.
Στέφανε ἀπόστολε τοῦ Χριστοῦ, πρῶτος Διακόνων ἀναδείχθης, καὶ Ἀθλητῶν, ἡ δόξα καὶ βάθρον, καί δικαίων ἀκρότης· διὸ τοὺς σὲ τιμῶντας σῶζε πρεσβείαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Kαὶ τὸ Τροπάριον. Ἦχος δ΄.
Βασίλειον διάδημα ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων, ὧν ὑπέμεινας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων Πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν· Αὐτὸν οὖν ἐκδυσώπει ἀεὶ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥῦσαι τοῦ ἀσβέστου με πυρός, σκότους ἐξωτέρου καὶ ἄλλων, δεινῶν καὶ θλίψεων, πάσης ἀσθενείας τε, πάσης κακώσεως, ἱκετεύω σε Στέφανε, καὶ τάξον μερίδι, τὸν αὐτοκατάκριτον τοῖς παραπτώμασι, Μάκαρ, τῶν Ἁγίων λιταῖς σου, ἔνθα Ἀσωμάτων αἱ Τάξεις, ἔνθα ἡ χαρά ἐστιν αἰώνιος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.





































