Μέγας Παρακλητικός Κανών στην Παναγία μας: Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, και αεί, και εις τους αιώνας των αιώνων.

Αμήν.

Ψαλμός 142
Κύριε εισάκουσον της προσευχής μου ενώτισαι την δέησίν μου εν τη αληθεία σου εισάκουσόν μου εν τη δικαιοσύνη σου
καί μη εισέλθης εις κρίσιν μετά του δούλου σου ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών
ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου εταπείνωσεν εις γην την ζωήν μου εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος
καί ηκηδίασεν επ’ εμέ το πνεύμά μου εν εμοί εταράχθη η καρδία μου
εμνήσθην ημερών αρχαίων εμελέτησα εν πάσι τοις έργοις σου εν ποιήμασι των χειρών σου εμελέτων
διεπέτασα προς σε τας χείράς μου η ψυχή μου ως γη άνυδρός σοι
ταχύ εισάκουσόν μου Κύριε εξέλιπε το πνεύμά μου· μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον
ακουστόν ποίησόν μοι το πρωί το έλεός σου ότι επί σοί ήλπισα· γνώρισόν μοι Κύριε οδόν εν η πορεύσομαι ότι προς σε ήρα την ψυχήν μου
εξελού με εκ των εχθρών μου Κύριε προς σε κατέφυγον
δίδαξόν με του ποιείν το θέλημά σου ότι σύ εί ο Θεός μου· το πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία
ένεκεν του ονόματός σου Κύριε ζήσεις με εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου
καί εν τώ ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α’. Εξομολογείσθε τώ Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, β’. Πάντα τα έθνη εκύκλωσάν με, και τώ ονόματι Κυρίου ημυνάμην αυτούς,

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, γ’. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ’ Ο υψωθείς εν τώ Σταυρώ
Τη Θεοτόκω εκτενώς νύν προσδράμωμεν,
αμαρτωλοί και ταπεινοί,
καί προσπέσωμεν εν μετανοία,
κράζοντες εκ βάθους ψυχής·
Δέσποινα,
βοήθησον εφ’ ημίν σπλαγχνισθείσα,
σπεύσον,
απολλύμεθα υπό πλήθους πταισμάτων,
μή αποστρέψης σούς δούλους κενούς·
σέ γάρ και μόνην ελπίδα κεκτήμεθα.
Δόξα…

Το Απολυτίκιον του Αγίου του Ναού.

Και νύν…
Ου σιωπήσωμέν ποτε, Θεοτόκε,
τάς δυναστείας σου λαλείν οι ανάξιοι·
ειμή γάρ σύ προίστασο πρεσβεύουσα,
τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων;
Τις δε διεφύλαξεν
έως νύν ελευθέρους;
Ουκ αποστώμεν,
Δέσποινα, εκ σού·
σούς γάρ δούλους σώζεις αεί,
εκ παντοίων δεινών.

Ψαλμός 50

Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με.

ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μού εστι διαπαντός.

σοί μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τώ κρίνεσθαί σε.

ιδού γάρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.

ιδού γάρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι.

ραντιείς με υσσώπω, και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι.

ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα.

απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον.

καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.

μή απορῥίψης με από του προσώπου σου και το πνεύμά σου το άγιον μη αντανέλης απ᾿ εμού.

απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με.

διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.

ρύσαί με εξ αιμάτων, ο Θεός ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου.

Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.

ότι ει ηθέλησας θυσίαν, έδωκα άν· ολοκαυτώματα ουκ ευδοκήσεις.

θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει.

αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη ῾Ιερουσαλήμ·

τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα·

τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Ήχος πλ. δ’ Ωδή α’ Ο Ειρμός
Αρματηλάτην Φαραώ εβύθισε, τερατουργούσα ποτέ, μωσαϊκή ῥάβδος, σταυροτύπως πλήξασα και διελούσα θάλασσαν, Ισραήλ δε φυγάδα, πεζόν οδίτην διέσωσεν, άσμα τώ Θεώ αναμέλποντα.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Των λυπηρών επαγωγαί χειμάζουσι την ταπεινήν μου ψυχήν, και συμφορών νέφη, την εμήν καλύπτουσι, καρδίαν Θεονύμφευτε, αλλ’ η φως τετοκυία, το θείον και προαιώνιον, λάμψον μοι το φως το χαρμόσυνον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Εξ αμέτρητων αναγκών και θλίψεων, και εξ εχθρών δυσμενών, και συμφορών βίου, λυτρωθείς Πανάχραντε, τη κραταιά δυνάμει σου, ανυμνώ μεγαλύνω, την άμετρόν σου συμπάθειαν, και την εις εμέ σου παράκλησιν.
Δόξα…
Νύν πεποιθώς επί την σήν κατέφυγον, αντίληψιν κραταιάν, και προς την σήν σκέπην, ολοψύχως έδραμον, και γόνυ κλίνω Δέσποινα, και θρηνώ και στενάζω, μη με παρίδης τον άθλιον, των Χριστιανών καταφύγιον.
Και νύν…
Ου σιωπήσω του βοάν τρανώτατα, τα μεγαλεία τα σά· ειμή γάρ σύ Κόρη, πάντοτε προΐστασο, υπέρ εμού πρεσβεύουσα, τώ Υιώ και Θεώ σου, τις εκ τοσούτου με κλύδωνος, και δεινών κινδύνων ερρύσατο.

Ωδή γ’ Ο Ειρμός
Ουρανίας αψίδος, οροφουργέ Κύριε, και της Εκκλησίας δομήτορ, σύ με στερέωσον, εν τη αγάπη τη σή, των εφετών η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Απορήσας εκ πάντων, οδυνηρώς κράζω σοι· πρόφθασον θερμή προστασία, και σήν βοήθειαν, δός μοι τώ δούλω σου, τώ ταπεινώ και αθλίω, τώ την σήν αντίληψιν, επιζητούντι θερμώς.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Εθαυμάστωσας όντως, νύν επ’ εμοί Δέσποινα, τας ευεργεσίας σου Κόρη, και τα ελέη σου· όθεν δοξάζω σε, και ανυμνώ και γεραίρω, την πολλήν και άμετρον, κηδεμονίαν σου.
Δόξα…
Καταιγίς με χειμάζει, των συμφορών Δέσποινα, και των λυπηρών τρικυμίαι, καταποντίζουσιν· αλλά προφθάσασα, χείρά μοι δός βοηθείας, η θερμή αντίληψις, και προστασία μου.
Και νύν….
Αληθή Θεοτόκον, ομολογώ Δέσποινα, σε την του θανάτου το κράτος, εξαφανίσασαν· ως γάρ φυσίζωος, εκ των δεσμών των του άδου, προς ζωήν ανήγαγες, εις γην με ῥεύσαντα.

Διάσωσον, από κινδύνων, τους δούλους σου, Θεοτόκε,
ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν,
ως άρρηκτον τείχος και προστασίαν.

Επίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε,
επί την εμήν χαλεπήν του σώματος κάκωσιν,
καί ίασαι της ψυχής μου το άλγος.

Ελέησον ημάς ο Θεός κατά το μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον(3)
Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος. Κύριε ελέησον(3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη (κώνη, πόλη) ταύτη, των ενοριτών, επιτρόπων, συνδορομητών και αφειρωτών του αγίου ναού τούτου. Κύριε ελέησον(3)
Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).
Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοί την δόξαν αναπέμπομεν, τώ Πατρί και τώ Υιώ και τώ Αγίω Πνεύματι, νύν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Κάθισμα Ήχος β’ Τα άνω ζητών
Πρεσβεία θερμή,καί τείχος απροσμάχητον,
ελέους πηγή, του κόσμου καταφύγιον,
εκτενώς βοώμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον,
καί εκ κινδύνων λύτρωσαι ημάς,
η μόνη ταχέως προστατεύουσα.

Ωδή δ’
Σύ μου ισχύς Κύριε, σύ μου και δύναμις, σύ Θεός μου, σύ μου αγαλλίαμα, ο πατρικούς, κόλπους μη λιπών, και την ημετέραν, πτωχείαν επισκεψάμενος· διό σύν τώ προφήτη, Αββακούμ σοι κραυγάζω· Τη δυνάμει σου δόξα φιλάνθρωπε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Και που λοιπόν, άλλην ευρήσω αντίληψιν; που προσφύγω; που δε και σωθήσομαι; τίνα θερμήν έξω βοηθόν, θλίψεσι του βίου και ζάλαις οίμοι! κλονούμενος; Εις σε μόνην ελπίζω, και θαρρώ και καυχώμαι, και προστρέχω τη σκέπη σου σώσον με.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Τον ποταμόν, τον γλυκερόν του ελέους σου, τον πλουσίαις δωρεαίς δροσίσαντα, την παναθλίαν και ταπεινήν, πάναγνε ψυχήν μου, των συμφορών και των θλίψεων, καμίνω φλογισθείσαν, μεγαλύνω κηρύττω, και προστρέχω τη σκέπη σου σώσον με.
Δόξα…
Σε την αγνήν, σε την Παρθένον και άσπιλον, μόνην φέρω, τείχος απροσμάχητον, καταφυγήν σκέπην κραταιάν, όπλον σωτηρίας μη με παρίδης τον άσωτον, ελπίς απηλπισμένων, ασθενών συμμαχία, θλιβομένων χαρά και αντίληψις.
Και νύν…
Πως εξειπείν, σου κατ’ αξίαν δυνήσομαι, τους αμέτρους, οικτιρμούς ώ Δέσποινα, τους την εμήν πάντοτε ψυχήν, δεινώς πυρουμένην, ως ύδωρ περιδροσίσαντας; Αλλ’ ώ της σής προνοίας, και της ευεργεσίας, ής αφθόνως αυτός παραπήλαυσα!

Ωδή ε’
Ίνα τι με απώσω, από του προσώπου σου το φως το άδυτον, και εκάλυψέ με, το αλλότριον σκότος τον δείλαιον. Αλλ’ επίστρεψόν με, και προς το φως των εντολών σου, τας οδούς μου κατεύθυνον δέομαι.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ευχαρίστως βοώ σοι· χαίρε Μητροπάρθενε, χαίρε Θεόνυμφε χαίρε θεία σκέπη, χαίρε όπλον και τείχος απόρθητον, χαίρε προστασία, και βοηθέ και σωτηρία, των εις σε προστρεχόντων εκ πίστεως.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Οι μισούντες με μάτην, βέλεμνα και ξίφη και λάκκον ηυτρέπισαν, και επιζητούσι, το πανάθλιον σώμα σπαράξαι μου, και καταβιβάσαι, προς γην Αγνή επιζητούσιν· αλλ’ εκ τούτων προφθάσασα σώσόν με.
Δόξα…
Από πάσης ανάγκης, θλίψεως και νόσου και βλάβης με λύτρωσαι, και τη σή δυνάμει, εν τη σκέπη σου φύλαξον άτρωτον, εκ παντός κινδύνου, και εξ εχθρών των πολεμούντων, και μισούντων με Κόρη πανύμνητε.
Και νύν…
Τι σοι δώρον προσάξω, της ευχαριστίας ανθ’ ώνπερ απήλαυσα, των σών δωρημάτων, και της σής αμέτρητου χρηστότητος; Τοιγαρούν δοξάζω, υμνολογώ και μεγαλύνω, σου την άμετρον προς με συμπάθειαν.

Ωδή ς’
Την δέησιν, εκχεώ προς Κύριον, και αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τώ άδη προσήγγισε και δέομαι ως Ιωνάς· Εκ φθοράς ο Θεός με ανάγαγε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Τα νέφη, των λυπηρών εκάλυψαν, την αθλίαν μου ψυχήν και καρδίαν, και σκοτασμόν εμποιούσι μοι Κόρη, αλλ’ η γεννήσασα φως το απρόσιτον, απέλασον ταύτα μακράν, τη εμπνεύσει της θείας πρεσβείας σου.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Παράκλησιν, εν ταις θλίψεσιν οίδα, και των νόσων ιατρόν σε γινώσκω, και παντελή συντριμμόν του θανάτου, και ποταμόν της ζωής ανεξάντλητον, και πάντων των εν συμφοραίς, ταχινήν και οξείαν αντίληψιν.
Δόξα…
Ου κρύπτω σου, τον βυθόν του ελέους, και την βρύσιν των απείρων θαυμάτων, και την πηγήν την αέναον όντως, της προς εμέ συμπαθείας σου Δέσποινα· αλλ’ άπασιν ομολογώ, και βοώ και κηρύττω και φθέγγομαι.
Και νύν…
Εκύκλωσαν, αι του βίου με ζάλαι, ώσπερ μέλισσαι κηρίον Παρθένε, και την εμήν κατασχούσαι καρδίαν, κατατιτρώσκουσι βέλει των θλίψεων· αλλ’ εύροιμί σε βοηθόν, και διώκτην και ῥύστην Πανάχραντε.

Διάσωσον, από κινδύνων, τους δούλους σου, Θεοτόκε,
ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν,
ως άρρηκτον τείχος και προστασίαν.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως,
επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον,
ως έχουσα μητρικήν παρρησίαν.

Ελέησον ημάς ο Θεός κατά το μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη (κώνη, πόλη) ταύτη, των ενοριτών, επιτρόπων, συνδορομητών και αφειρωτών του αγίου ναού τούτου.

Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).
Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοί την δόξαν αναπέμπομεν, τώ Πατρί και τώ Υιώ και τώ Αγίω Πνεύματι, νύν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Κοντάκιον Ήχος β’
Προστασία των Χριστιανών ακαταίσχυντε,
μεσιτεία προς τον Ποιητήν αμετάθετε.
Μη παρίδης αμαρτωλών δεήσεων φωνάς,
αλλά πρόφθασον, ως αγαθή,
εις την βοήθειαν ημών,
τών πιστώς κραυγαζόντων σοι·
Τάχυνον εις πρεσβείαν,
καί σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί,
Θεοτόκε, των τιμώντων σε.

Α’ Αντίφωνον
Ήχος δ’
Εκ νεότητός μου, πολλά πολεμεί με πάθη, αλλ’ αυτός αντιλαβού, και σώσον, Σωτήρ μου. (δίς)
Οι μισούντες Σιών, αισχύνθητε από του Κυρίου· ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι. (δίς)
Δόξα…
Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, και καθάρσει υψούται, λαμπρύνεται τη Τριαδική μονάδι, ιεροκρυφίως.
Και νύν…
Αγίω Πνεύματι, αναβλύζει τα της χάριτος ῥείθρα, αρδεύοντα άπασαν την κτίσιν, προς ζωογονίαν.

Προκείμενον
Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.

Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά

Στίχ. Άκουσον, θύγατερ, και ίδε, και κλίνον το ούς σου, και επιλάθου του λαού σου, και του οίκου του πατρός σου, και επιθυμήσει ο Βασιλεύς του κάλλους σου.

Του ονόματός σου εν πάση γενεά και γενεά μνησθήσομαι.

Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Κύριε, ελέησον (γ’).
Σοφία. Ορθοί, ακούσωμεν του αγίου Ευαγγελίου.
Ειρήνη πάσι.
Και τώ Πνεύματί σου.
Εκ του κατά Λουκάν αγίου Ευαγγελίου, το Ανάγνωσμα.
Πρόσχωμεν.

Δόξα σοί, Κύριε, δόξα σοί.

Τώ καιρώ εκείνω, εισήλθεν ο Ιησούς εις κώμην τινά, γυνή δε τις, ονόματι Μάρθα, υπεδέξατο αυτόν εις τον οίκον αυτής. Και τήδε ην αδελφή, καλουμένη Μαρία, η και παρακαθήσασα παρά τους πόδας του Ιησού, ήκουε των λόγων αυτού η δε Μάρθα περιεσπάτο περί πολλήν διακονίαν, επιστάσα δε είπε· Κύριε, ου μέλει σοι, ότι η αδελφή μου μόνην με κατέλιπε διακονείν; ειπέ ούν αυτή ίνα μοι συναντιλάβηται. Αποκριθείς δε ο Ιησούς είπεν αυτή· Μάρθα, Μάρθα, μεριμνάς και τυρβάζη περί πολλά, ενός δε εστι χρεία. Μαρία δε την αγαθήν μερίδα εξελέξατο, ήτις ουκ αφαιρεθήσεται απ’ αυτής. Εγένετο δε εν τώ λέγειν αυτόν ταύτα, επάρασά τις γυνή φωνήν εκ του όχλου είπεν αυτώ· Μακαρία η κοιλία η βαστάσασά σε και μαστοί, ούς εθήλασας. Αυτός δε είπε· Μενούν γε, μακάριοι οι ακούοντες τον λόγον του Θεού και φυλάσσοντες αυτόν.

Δόξα σοί, Κύριε, δόξα σοί.

Δόξα… Ήχος β’
Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.
Και νύν…
Ταις της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Ήχος πλ. β’ Όλην αποθέμενοι
Μη καταπιστεύσης με,
ανθρωπίνη προστασία,
Παναγία δέσποινα,
αλλά δέξαι δέησιν, του ικέτου σου·
θλίψις γάρ έχει με,
φέρειν ου δύναμαι,
τών δαιμόνων τα τοξεύματα,
σκέπην ου κέκτημαι,
ουδέ που προσφύγω ο άθλιος,
πάντοθεν πολεμούμενος,
καί παραμυθίαν ουκ έχω πλήν σου·
Δέσποινα του κόσμου,
ελπίς και προστασία των πιστών,
μή μου παρίδης την δέησιν,
τό συμφέρον ποίησον.

Έτερα Θεοτοκία
Ουδείς προστρέχων επί σοί,

κατησχυμένος από σου εκπορεύεται,
αγνή Παρθένε Θεοτόκε,
αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα,
πρός το συμφέρον της αιτήσεως.

Μεταβολή των θλιβομένων,

απαλλαγή των ασθενούντων υπάρχουσα,
Θεοτόκε Παρθένε,
σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη,

τών χειμαζομένων η γαλήνη,
η μόνη προστασία των πιστών.

Σώσον, ο Θεός, τον λαόν σου, και ευλόγησον την κληρονομίαν σου· επίσκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς· ύψωσον κέρας Χριστιανών Ορθοδόξων, και κατάπεμψον εφ ημάς τα ελέη σου τα πλούσια· πρεσβείαις της παναχράντου, Δεσποίνης ημών, Θεοτόκου και αειπαρθένου Μαρίας· δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου Προδρόμου και βαπτιστού Ιωάννου, των αγίων, ενδόξων, και πανευφήμων Αποστόλων. Τών εν αγίοις Πατέρων ημών, μεγάλων Ιεραρχών, και Οικουμενικών Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, πατριαρχών Αλεξανδρείας· Νικολάου του εν Μύροις της Λυκίας, Σπυρίδωνος επισκόπου Τριμυθούντος, και Νεκταρίου της Πενταπόλεως, των θαυματουργών· των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος, και Θεοδώρου του Στρατηλάτου και Μηνά του θαυματουργού, των ιερομαρτύρων Χαραλάμπους και Ελευθερίου· των αγίων, ενδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Αναστασίας, Κυριακής, Φωτεινής, Μαρίνης, Παρασκευής και Ειρήνης· των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των οσίων και θεοφόρων Πατέρων ημών, (ναού), των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, (ημέρας), και πάντων σου των Αγίων ικετεύομέν σε, μόνε πολυέλεε Κύριε, επάκουσον ημών των αμαρτωλών δεομένων σου και ελέησον ημάς.

Κύριε, ελέησον (ιβ’).
Ελέει, και οικτιρμοίς, και φιλανθρωπία του μονογενούς σου Υιού, μεθ΄ ού ευλογητός εί, σύν τώ παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νύν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Ωδή ζ’
Παίδες Εβραίων εν καμίνω, κατεπάτησαν την φλόγα θαρσαλέως, και εις δρόσον το πύρ μετέβαλον βοώντες· Ευλογητός εί Κύριε, ο Θεός εις τους αιώνας.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Φως η τεκούσα Θεοτόκε, σκοτισθέντα με νυκτί αμαρτημάτων, φωταγώγησον σύ, φωτός ούσα δοχείον, το καθαρόν και άμωμον, ίνα πόθω σε δοξάζω.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Σκέπη γενού και προστασία, και αντίληψις και καύχημα Παρθένε, γυμνωθέντι μοι νύν, απάσης βοηθείας, αβοήθητων δύναμις, και ελπίς απηλπισμένων.
Δόξα…
Όλη ψυχή και διανοία, και καρδία σε και χείλεσι δοξάζω, απολαύσας των σών, μεγάλων χαρισμάτων αλλ’ ώ της σής χρηστότητος, και απείρων σου θαυμάτων!
Και νύν…
Βλέψον ιλέω όμματί σου, και επίσκεψαι την κάκωσιν ην έχω, και δεινών συμφορών, και βλάβης και κινδύνων, και πειρασμών με λύτρωσαι, αμετρήτω σου ελέει.

Ωδή η’
Τον εν όρει αγίω δοξασθέντα, και εν βάτω πυρί το της Αειπαρθένου, τώ Μωυσή μυστήριον γνωρίσαντα, Κύριον υμνείτε, και υπερυψούτε, εις πάντας τους αιώνας.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Διά σπλάγχνα ελέους σου Παρθένε, μη παρίδης σεμνή, ποντούμενόν με σάλω, βιοτικών κυμάτων, αλλά δίδου μοι χείρα βοηθείας, καταπονουμένω, κακώσεσι του βίου.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Περιστάσεις και θλίψεις και ανάγκαι, εύροσάν με Αγνή, και συμφοραί του βίου, και πειρασμοί με πάντοθεν εκύκλωσαν· αλλά πρόστηθί μοι, και αντιλαβού μου, τη κραταιά σου σκέπη.
Δόξα…
Εν ταις ζάλαις εφεύρον σε λιμένα, εν ταις λύπαις χαράν και ευφροσύνην, και εν ταις νόσοις ταχινήν βοήθειαν, και εν τοις κινδύνοις, ῥύστιν και προστάτιν, εν τοις πειρατηρίοις.
Και νύν…
Χαίρε θρόνε πυρίμορφε Κυρίου, χαίρε θεία και μανναδόχε στάμνε, χαίρε χρυσή λυχνία, λαμπάς άσβεστος, χαίρε των παρθένων δόξα και μητέρων, ωράϊσμα και κλέος.

Ωδή θ’
Εξέστη επί τούτω ο ουρανός, και της γης κατεπλάγη τα πέρατα, ότι Θεός, ώφθη τοις άνθρωποις σωματικώς, και η γαστήρ σου γέγονεν, ευρυχωροτέρα των ουρανών· διό σε Θεοτόκε, Αγγέλων και ανθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Προς τίνα καταφύγω άλλην Αγνή; που προσδράμω λοιπόν και σωθήσομαι; που πορευθώ; ποίαν δε εφεύρω καταφυγήν; ποίαν θερμήν αντίληψιν; ποίον εν ταις θλίψεσι βοηθόν; Εις σε μόνην ελπίζω, εις σε μόνην καυχώμαι, και επί σε θαρρών κατέφυγον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ουκ έστιν αριθμήσασθαι δυνατόν, μεγαλεία τα σά Θεονύμφευτε, και τον βυθόν, τον ανεξερεύνητον εξειπείν, των υπέρ νούν θαυμάτων σου, των τετελεσμένων διηνεκώς, τοις πόθω σε τιμώσι, και πίστει προσκυνούσιν, ως αληθή Θεού λοχεύτριαν.
Δόξα…
Εν ύμνοις ευχαρίστοις δοξολογώ, και γεραίρω το άμετρον έλεος, και την πολλήν, δύναμίν σου ομολογώ και τας ευεργεσίας σου, άς υπερεκένωσας εις εμέ, κηρύττω, μεγαλύνω, ψυχή τε και καρδία, και λογισμώ και γλώσση πάντοτε.
Και νύν…
Την δέησίν μου δέξαι την πενιχράν, και κλαυθμόν μη παρίδης και δάκρυα, και στεναγμόν, αλλ’ αντιλαβού μου ως αγαθή, και τας αιτήσεις πλήρωσον· δύνασαι γάρ πάντα ως πανσθενούς, Δεσπότου Θεού Μήτηρ, ει νεύσεις έτι μόνον, προς την εμήν οικτράν ταπείνωσιν.

Μεγαλυνάρια
Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν λαμπηδόνων ηλιακών, την λυτρωσαμένην ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν.

Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί μου και η ψυχή, προς σε καταφεύγω την Κεχαριτωμένην, ελπίς απηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα και μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σών ικετών, ίνα μεσιτεύσης προς τον εκ σου τεχθέντα. Ώ Δέσποινα, του κόσμου γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι την ωδήν, νύν τη πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά του Προδρόμου, και πάντων των Αγίων, δυσώπει, Θεοτόκε, του οικτειρήσαι ημάς.

Άλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την εικόνα σου την σεπτήν, την ιστορηθείσαν, υπό του αποστόλου, Λουκά ιερωτάτου, την Οδηγήτριαν.

Μεγαλυνάρια του Αγίου του Ναού.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (εκ γ’)
Δόξα… Και νύν…
Παναγία Τριάς, ελέησον ημάς.
Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών,
Δέσποτα, συγχώρησον τας ανομίας ημίν.
Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών,
ένεκεν του ονόματός σου.
Κύριε, ελέησον, (εκ γ’)
Δόξα… Και νύν…
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γής. Τον άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ῥύσαι ημάς από του πονηρού.

Ότι σου εστίν η βασιλεία και η δύναμις και η δόξα του Πατρός καί του Υιού καί του Αγίου Πνεύματος, νύν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Απολυτίκιον Ήχος δ’ Ταχύ προκατάλαβε (1-8-2018).
Βασίλειον διάδημα, εστέφθη σή κορυφή, εξ άθλων ών υπέμεινας, υπέρ Χριστού του Θεού, μαρτύρων Πρωτόαθλε· σύ γάρ την Ιουδαίων απελέγξας μανίαν, είδές σου τον Σωτήρα, του Πατρός δεξιόθεν. Αυτόν ούν εκδυσώπει αεί, υπέρ των ψυχών ημών.

Απολυτίκιον Ήχος δ’ (2-8-2018).
Ο Θεός των Πατέρων ημών ο ποιών αεί μεθ’ ημών κατά την σήν επιείκειαν, μη αποστήσης το έλεος σου αφ’ ημών, αλλά ταις αυτών ικεσίαις , εν ειρήνη κυβέρνησον την ζωήν ημών.

Απολυτίκιον Ήχος δ’ (3-8-2018).
Οι Μάρτυρές σου Κύριε, εν τη αθλήσει αυτών, στεφάνους εκομίσαντο της αφθαρσίας, εκ σου του Θεού ημών· σχόντες γάρ την ισχύν σου, τους τυράννους καθείλον, έθραυσαν και δαιμόνων, τα ανίσχυρα θράση. Αυτών ταις ικεσίαις, Χριστέ ο Θεός, σώσον τας ψυχάς ημών.

Απολυτίκιον Ήχος δ’ (4-8-2018).
Χριστού την Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρώς πανηγυρίζοντες τα προεόρτια, πιστοί και βοήσωμεν· Ήγγικεν η ημέρα της ενθέου ευφροσύνης, άνεισιν εις το όρος το Θαβώρ ο Δεσπότης, της Θεότητος αυτού απαστράψαι την ωραιότητα.

Από 7 έως 13 -8-2018 το Απολυτίκιον της Εορτής Ήχος βαρύς
Μετεμορφώθης εν τώ όρει Χριστέ ο Θεός, δείξας τοις Μαθηταίς σου την δόξαν σου, καθώς ηδυναντο. Λάμψον και ημίν τοις αμαρτωλοίς, το φως σου το αίδιον, πρεσβείαις της Θεοτόκου, φωτοδότα δόξα σοι.

Ήχος πλ. β’
Ελέησον ημάς, Κύριε, ελέησον ημάς· πάσης γάρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.
Δόξα…
Κύριε, ελέησον ημάς· επί σοί γάρ πεποίθαμεν, μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών, αλλ’ επίβλεψον και νύν, ώς εύσπλαγχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών· σύ γάρ εί Θεός ημών, και ημείς λαός σου, πάντες έργα χειρών σου, και το όνομά σου επικεκλήμεθα.
Και νύν…
Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σέ, μη αστοχήσωμεν, ῥυσθείημεν διά σου των περιστάσεων· σύ γάρ εί η σωτηρία του γένους των χριστιανών.

Ελέησον ημάς ο Θεός κατά το μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Κύριε, ελέησον. (3)
Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών, (δείνος) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε, ελέησον. (3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη πόλει ταύτη, επιτρόπων, συνδρομητών και αφιερωτών του αγίου ναού τούτου.

Κύριε, ελέησον. (3)
Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).
Έτι δεόμεθα υπέρ του διαφυλαχθήναι την αγίαν Εκκλησίαν και την πόλιν ταύτην, και πάσαν πόλιν και χώραν από οργής, λοιμού, λιμού, σεισμού, καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυλίου πολέμου, και αιφνιδίου θανάτου, υπέρ τον ίλεων, ευμενή και ευδιάλακτον, γενέσθαι τον αγαθόν και φιλάνθρωπον Θεόν ημών, του αποστρέψαι καί, διασκεδάσαι πάσαν οργήν και νόσον, την καθ’ ημών κινουμένην, και ῥύσασθαι ημάς εκ της επικειμένης δικαίας αυτού απειλής, και ελεήσαι ημάς. Κύριε, ελέησον. (3)
Έτι δεόμεθα και υπέρ του εισακούσαι Κύριον τον Θεόν φωνής της δεήσεως ημών των αμαρτωλών, και ελεήσαι ημάς. Κύριε, ελέησον. (3)
Επάκουσον ημών, ο Θεός, ο Σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν, και ίλεως, ίλεως γενού ημίν, Δέσποτα επί ταις αμαρτίαις ημών, και ελέησον ημάς. Κύριε, ελέησον. (3)
Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοί την δόξαν αναπέμπομεν, τώ Πατρί και τώ Υιώ και τώ Αγίω Πνεύματι, νύν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.
Δόξα σοι ο Θεός, η ελπίς ημών, Κύριε, δόξα Σοι.
Χριστός ο αληθινός Θεός ημών ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας Αυτού μητρός, δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου Προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των οσίων και θεοφόρων Πατέρων ημών, (τού Ναού) των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, (τής ημέρας) και πάντων τον Αγίων, ελεήσαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός.

Θεοτόκια

Ήχος β’ Ότε εκ του ξύλου
Πάντων προστατεύεις, Αγαθή,
τών καταφευγόντων εν πίστει
τή κραταιά σου χειρί·
άλλην γάρ ουκ έχομεν αμαρτωλοί προς Θεόν,
εν κινδύνοις και θλίψεσιν,
αεί μεσιτείαν,
οι κατακαμπτόμενοι υπό πταισμάτων πολλών,
Μήτερ του Θεού του Υψίστου·
όθεν σοι προσπίπτομεν·
Ῥύσαι πάσης περιστάσεως τους δούλους σου.
Όμοιον
Πάντων θλιβομένων η χαρά,
καί αδικουμένων προστάτις,
καί πενομένων τροφή,
ξένων τε παράκλησις, και βακτηρία τυφλών,
ασθενούντων επίσκεψις,
καταπονουμένων σκέπη και αντίληψις,
καί ορφανών βοηθός,
Μήτερ του Θεού του Υψίστου,
σύ υπάρχεις, Άχραντε, σπεύσον,
δυσωπούμεν, ῥύσασθαι τους δούλους σου.
Ήχος πλ. δ’
Δέσποινα, πρόσδεξαι
τάς δεήσεις των δούλων σου,
καί λύτρωσαι ημάς,
από πάσης ανάγκης και θλίψεως.
Ήχος β’
Την πάσαν ελπίδα μου
εις σε ανατίθημι,
Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Κατά την περίοδον του 15 Αυγούστου είθισται ίνα ψάλλωνται, αντί των ανωτέρω Θεοτοκίων, τα επόμενα Εξαποστειλάρια.

Ήχος γ’ Ο ουρανόν τοις άστροις
Απόστολοι εκ περάτων,
συναθροισθέντες ενθάδε,
Γεθσημανή τώ χωρίω,
κηδεύσατέ μου το σώμα,
καί σύ, Υιέ και Θεέ μου,
παράλαβέ μου το πνεύμα.

Ο γλυκασμός των Αγγέλων,
τών θλιβομένων η χαρά,
χριστιανών η προστάτις,
Παρθένε Μήτηρ Κυρίου,
αντιλαβού μου και ῥύσαι,
τών αιωνίων βασάνων.

Και σε μεσίτριαν έχω,
πρός τον φιλάνθρωπον Θεόν,
μή μου ελέγξη τας πράξεις,
ενώπιον των Αγγέλων,
παρακαλώ σε, Παρθένε,
βοήθησόν μοι εν τάχει.

Χρυσοπλοκώτατε πύργε,
καί δωδεκάτειχε πόλις,
ηλιοστάλακτε θρόνε,
καθέδρα του Βασιλέως,
ακατανόητον θαύμα,
πώς γαλουχείς τον Δεσπότην;

Δι’ ευχών των Αγίων Πατέρων ημών

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.