†Εορτάζεται στις 8 Νοεμβρίου και την Kυριακή των Mυροφόρων.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ
Τῶν Ἀσωματῶν λειτουργῶν Ἀρχιστράτηγε, ὃ κατἐνωπιον Θεοῦ παριστάμενος, καὶ ταῖς ἐκεῖθεν, λάμψεσι λαμπόμενος, φαίδρυνον ἁγίασον τοὺς πιστῶς σε ὑμνοῦντας, πάσης ἀπολύτρωσαι τοῦ ἐχθροῦ τυραννίδος, καὶ εἰρηναίαν αἰτήσαι ζωήν, τοῖς Βασιλεῦσι καὶ πᾶσι τοῖς πέρασι.

Δόξα.
Τῶν οὐρανιῶν στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἶνα ταῖς ἡμῶν δεήσεσι τειχίσηται ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀΰλοῦ ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς, προσπίπτοντες ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς ὡς Ταξιάρχαι τῶν ἀνῶ δυνάμεων.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανῶν, οὗ ἡ ἀκροστιχὶς
Ἐπικαλεῖσθε κάμνοντες τοὺς Ἀγγέλους
Ἐν δε τοῖς Θεοτοκίοις· Ἀθανασίῳ.

ᾨδὴ α΄ Ἦχος πλ.δ’. Ὕγρὰν διοδεύσας
Ἐκ βάθους καρδιᾷς μου προσελθών, ναῶ τῷ πανσέπτῳ τῶν αὐλὼν σου λειτουργῶν Ἁγία Τριὰς τούτους φρουροὺς μοι, ἐκδυσωπῶ σε προστήσαι ἑκάστοτε.

Πολλαῖς περιπέπτωκα συμφοραῖς, καὶ νόσοις ποικίλαις ἐκ πολλῶν μου ἁμαρτιῶν, διὸ Μιχαὴλ ὁ Ταξιαρχῇς, καὶ Γαβριήλ με πασῶν τούτων ῥύσασθε.

Ἱστάμενος ἔμπροσθεν τριλαμπροῦς, θεότητος αἴγλης καὶ θεοῦμενος μετοχή, φωτὸς τοῦ ἀρρήτου Ταξιάρχα, τῆς τῶν παθῶν με σκοτώσεως λύτρωσαι.

Κακίας καὶ βλαβῇς τῶν δυσμενῶν, Μιχαὴλ ὁ ἀρχῶν τῶν Ἀγγελῶν με ἐξελοῦ, καὶ πᾶσαν πικρίαν τῆς ψύχῃς μου, εἲς γλυκασμὸν εὐμενῶς μεταποιῆσον.

Θεοτοκίον.
Ἀῤῥήτως συνέλαβες Μαριάμ, Θεὸν τῶν ἀπαντῶν, ἐν γαστρὶ σου παρθενική, διὸ μετὰ πάντων τῶν Ἀγγελῶν ὑπὲρ ἡμῶν ὡς Υἱὸν σου ἱκετεῦσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπορήσας ἐκ πάντων ὀδυνηρῶς κράζω σοι, πρόφθασον κάμοι Ταξιάρχα, τῷ ἐκζητοῦντι νῦν, τὴν σὴν ἀντίληψιν καὶ τὴν ταχεῖαν σου σκέπην, ὡς πολλοῖς προέφθασας καὶ πάλαι ἔσωσας.

Λειτουργοὶ μυστηρίων τῶν τοῦ Θεοῦ μέγιστοι, οἱ πρὸς σωτηρίαν ἀνθρώπων καταπεμπτόμενοι, θείοι Ἀρχάγγελοι, τοὺς σοὺς ἱκέτας φρουρεῖτε, καὶ πρὸς βίον ἔνθεον τούτους προτρέπετε.

Ἱκεσίαν μου ταύτην ,τὴν πενιχρὰν πρόσδεξαι ἢν ἀπὸ καρδιᾷς ἐν πόθῳ καὶ κατανύξει προσαγῶ σοι, θεῖε Ἀρχάγγελε,και πρὸς τὸν Κτιστὴν μου ταύτην ἀναφέρων αἰτήσαι πταισμάτων ἄφεσιν.

Θεοτοκίον.
Θεολόγων αἱ γλωσσαὶ τὸ ἐπὶ σοι μέγιστον, ἐξειπεῖν τολμῶσαι ἀδυνατοῦσιν Ἁγνή, μυστήριον, διὸ τοὺς σιγὴ τοῦτο προσκυνοῦντας Παρθένε, καὶ πιστῶς δοξάζοντας σκέπε καὶ φύλαττε.

Διασῶσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, Μιχαὴλ Νόε, ὅτι πάντες ἐν πειρασμοῖς ναῷ σου προστρέχομεν ὣς τάχιστον βοηθόν τῶν ἐν πόνοις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου ἄλγος.

Αἴτησις καὶ τὸ κάθισμα
Ἦχος β΄. Πρέσβεια θερμῇ.
Πρεσβείαν τὴν σὴν αἰτούμεθα Ἀρχάγγελε, οἱ πάλαι τε καὶ νῦν τῷ Ναῷ σου προστρέχοντες, Μιχαὴλ πρωτάγγελε φάνηθι, καὶ τὰς παγίδας τοῦ ἐχθροῦ διάλυσον ὡς ἔχων ἐξουσίαν Ἀρχιστράτηγε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συμβουλίᾳ τοῦ ὄφεως, ὑπακούσας ὅλως, Θεοῦ Ἀρχάγγελε, παῤῥησίας σὴς γεγύγνωμαι, μεταγνόντα ἤδη μὴ παρίδῃς με.

Θεωρίας Ἀρχάγγελε, τῶν σκοτεινοτάτων δαιμόνων ῥυσαὶ με, ἐν καιρῷ ὅτε τοῦ σώματος ἡ ψύχη μου μέλλει ἐκχωρήσεσθαι.

Καταφύγιον ἅπαντες, καὶ ὠχυρωμένον πύργον, πυρίμορφοι, τὸν ναὸν ὑμῶν Ἀρχάγγελοι, κεκτημένοι νῦν ὑμῖν προσφεύγομεν.

Θεοτοκίον.
Ἀποστάντα τοῦ κτιστοῦ μου ἀλλὰ ἐν μετανοίᾳ ἐπανερχόμενον, τούτῳ πάλιν με οἰκείωσον, σὺ Παρθενομῆτορ, μεσιτείαις σου.

ᾨδὴ ε΄. Φώτισον ἤμας.
Ἀπαντᾷ φλογμόν, ἀθυμίας ἀποσβέσατε, τῆς ταπεινῆς μου ψύχῃς οἱ πυρσολαμπεῖς, καὶ τῆς χαρὰς ὑμῶν δρόσον ταύτῃ ἐκπέμψατε.

Νίκην τῶν ἐχθρῶν, τῶν ἀΰλων, ὦ Ἀρχάγγελοι, τῶν κινουμένων πάντοθεν καθ’ ἡμῶν, συμπολεμοῦντες ἀοράτως μοι παρέχετε.

Ὀλὸν μου τὸν νοῦν, ἀστραπαῖς ταῖς ἐκ προσώπου σου, καταλαμπρύνας καθαρὸν Μιχαήλ, ἵνα τρανῶς καθορῷ σου κάλλος τὸ ἄῤῥητον.

Θεοτοκίον.
Νεᾶν καὶ δεινήν, ἔφιστασαν μοι τὴν ἔφοδον, ἐκ λῃστρικῶν τοῦ πονηροῦ προσβολῶν, σὺ Θεοτόκε δυνάμει ἄρδην ἀπόλεσον.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Νεότητος, τῆς ἐμῆς Ἄρχάγγελε ἁμαρτίας καὶ ἀγνοίας μου πάσας, τὸν ποιητὴν καὶ Θεὸν μου δυσώπει, ἐπιλησθήναι ἐν ὤρα τῆς κρίσεως, καὶ μοίρας αὐτοῦ τῆς δεξιάς, δωρεὰν με ποιήσαι συμμέτοχον.

Εἰσάκουσον, Μιχαὴλ Ἄρχάγγελε, τῆς φωνῆς τῶν ἐν τῷ θειῷ ναῷ σου, καὶ πρὸ τῆς σῆς θειοτάτης εἰκόνος, γονυπετούντων θερμαῖς παρακλήσεσι, καὶ δὸς τῶν εὐχῶν ἐπιτυχεῖν, καὶ χαρὰ ἀπελθεῖν εἰς τὰ ἴδια.

Συνέκδημον, ἐν ἐξόδῳ ψύχῃς μου, πρὸς πορείαν τὴν οὐρανιῶν ἔχειν, σε δυσωπῶ, Μιχαὴλ Ταξιάρχα, καὶ τῆς ζώῃς μου ἐνταῦθα συλλήπτορα, πρὸς πᾶσαν παράταξιν ἐχθρῶν, καὶ φρουρὰν μου καὶ σκέπην καὶ φύλακα.

Θεοτοκίον.
Ἀνείκαστον, τοῦ ἐκ σου γεννηθέντος, Θεοτόκε ἀειπάρθενε οἴδα, τὴν διὰ σου σωτηρίαν τῷ κόσμῳ, καὶ εὐσπλαγχνίαν καὶ οἶκτον καὶ ἐλεὸν διὸ ὑπὲρ πάντων τῶν πιστῶν, πρὸς αὐτὸν σε μεσίτην προβάλλομαι.

Διασῶσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, Ταξιάρχα, ὅτι πάντες πρὸς τὸν Θεὸν μεσίτην θερμότατον, κεκτήμεθα Ἄρχάγγελε τοῦ Κυρίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχήςμου ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Οἱ τῷ Ναῶ σου τῷ σεπτῷ παρεδρεύοντες, καὶ ἐν αὐτῷ σε εὐσεβῶς μεγαλύνοντες , ὡς τῶν ἀΰλων τάξεων πρωτεύοντα, πίστει δυσωποῦμεν σε, Ἀρχιστράτηγε θεῖε, πάσης ἐξελοῦ ἡμᾶς τῆς ἐχθρῶν τυραννίδος, καὶ τῆς μελλούσης ῥῦσαι ἀπειλῆς, καὶ τῆς γεέννης ταῖς σαῖς παρακλήσεσι.

Προκείμενον.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὑτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὑτοῦ πυρὸς φλόγα. (δὶς)
Στίχος. Εὐλόγει ἡ ψύχη μου τὸν Κύριον.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὑτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὑτοῦ πυρὸς φλόγα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ιη΄ 10-20).

Εἶπεν ὁ Κύριος· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. ᾿Εὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ρῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.

Δόξα.
Ταῖς τῶν Ἀσωματῶν πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ταξιάρχαι μέγιστοι, καὶ ἀρχηγοὶ τῶν ἀγγέλων, προστάται θερμότατοι, Μιχαὴλ καὶ Γαβριήλ, πάσης κτίσεως οἱ περὶ τὴν ἄκτιστον τῆς Τριάδος δόξαν, ἐν ὑψίστοις διιπτάμενοι, καὶ ἐπινίκιον ὕμνον τὸν τρισάγιον μέλποντες, Θεὸν τὸν τρισυπόστατον, κτιστὴν τῶν ἀπαντῶν καὶ εὔσπλαχνον, θείαις προστασίαις ὑμῶν ἐκδυσωπῆτε ἐκτενῶς ἐπιτυχεῖν ἡμᾶς ἀπαντάς, τῆς Αὑτοῦ ἐλλάμψεως.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου.

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῇ δυνάμει σου πάσης, λοιμικῆς ἀσθενείας καὶ πυρετοῦ χαλεποῦ, τοὺς σε προσκαλουμένους ἀπαλλάξον ἐν ταχεῖ, Μιχαὴλ Ἀρχιστράτηγε, καὶ ὀφθαλμιᾷς δεινῆς καὶ πάσης μαλακίᾳς.

Οἱ τὸν θρόνον κυκλοῦντες τῆς τρισυποστάτου Θεότητος Ἄγγελοι, καὶ λάμψεως ἐκείνης μετέχοντες ἀῤῥῆτως, τοῖς ἐν σκότει καθεύδουσι, ἀντιπαρέχοντες φῶς νυκτὸς ἀπολυτροῦσθε.

Σωτηρίαν παράσχου,τοις μακρόθεν ἅπασιν ἐπιφοιτήσασι, συναμᾷ τοῖς πλησίον Ναῷ σου τῷ ἁγίῳ Μιχαὴλ Ἀρχιστράτηγε, τῶν ὁρατῶν τε αὐτῶν ἐχθρῶν καὶ ἀοράτων.

Θεοτοκίον.
Σε τὴν Μόνην Παρθένον, καὶ μητέρα ἀπαντῶν τοῦ Βασιλέως Χριστοῦ,Θεοῦ τοῦ ζωοδότου, ὑμνοῦμεν, προσκυνοῦμεν Μαριάμ χαριτώνυμε, καὶ εὐλογοῦμεν πιστῶς, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀποτεφρώσαντες, τὰ ὑλώδη μου πάθη, τῷ πυρὶ τῆς ὑμῶν ἀπαθείας, ζῆν με ἐν ἁγνεία, Ἀρχάγγελοι φρουρεῖτε.

Γενναιοφρόνως μοι, καὶ στεῤῥᾷ διάνοια, προσβολὰς τοῦ διαβόλου τροποῦσθαι, θεῖε Ταξιάρχα, τῇ σὴ δυνάμει δίδου.

Γαλήνην ἄνωθεν, τοῖς ἱκέταις σου δίδου, Μιχαὴλ ὁ Ἀρχῶν τῶν ἀγγελῶν, περιφερομένοις τοῖς κύμασι τοῦ βιοῦ.

Ἐπὶ τὰ πάλαι σου, κατιδόντες σημείᾳ, παρεγένοντο τὰ πλήθη τῶν ὧδε, δεῖξον οὖν κἂν τούτοις, τὴν σὴν θαυματουργίαν.

Θεοτοκίον.
Ἰθῦνον Δέσποινα τὸν ἐμὸν βιὸν παντᾷ, πρὸς τὸν θεῖον νόμον τοῦ Χριστοῦ μου, πέμπτουσα μοι χάριν, τὴν σὴν εἰς σωτηρίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λιμένι τοῦ Σωτῆρος, τὴν οἰκτρὰν ψυχὴν μου, χωριζόμενοι τοῦ σώματος Ἀγγελοῖ, τῆς μετανοίας ἱστίῳ ἐγκαθωρμίσατε.

Ὁ ῥύστης καὶ φρουρός, μου καὶ παραμύθια, τῆς τελευταίας πνοῆς μου Ἀρχάγγελε, μὴ ἀπ’ ἐμοῦ χωρισθείης, καὶ τότε δέομαι.

Ὑπόπτεροι τελοῦντες, ταχεῖ λειτουργείται, καὶ φοβεροὶ τοῖς πολλοῖς ἐπιδείκνυσθε, διὸ ἐμοὶ ἐπελθόντες, φαιδροὶ ὀφθείητε.

Σὺν πάσαις οὐρανίων, ταῖς χοροστασίαις, ὑπὲρ ἡμῶν τὸν Θεὸν ἱκετεύετε, οἱ ἀρχηγοὶ τῶν Ἀγγελῶν καὶ ὑπερεύχεσθε.

Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ Θεοῦ μου, κόρη Παναγία, τοῖς οἰκτιρμοῖς σου ἡμέρα τῆς κρίσεως, τοῦ σου Υἱοῦ ἡμᾶς ῥῦσαι τῆς κατακρίσεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ ἑπόμενα Μεγαλυνάρια,
Ὧ τῆς θεωρίας σου τῆς φρικτῆς, καὶ τῆς καλλονῆς σου, τῆς πυρίνης καὶ θεαυγοῦς, κατέχεις τὸ σκῆπτρον Μιχαὴλ τῇ χειρὶ σου, καὶ μέλπεις τῇ Τριάδι, ὕμνον τρισάγιον.

Πρωτὸς ὡς ὑπαρχῶν τῆς στρατιάς, τῆς ἐπουρανίου Ἀρχιστράτηγε Μιχαήλ, πάρεσο προστάτα πάντων ἡμῶν ἐν μεσῶ τῶν πίστει τε καὶ πόθῳ ἀνευφημούντων σε.

Ἔχων σε προστάτην καὶ βόηθον, φύλακα καὶ ῥύστην, τῆς ψύχῃς μου τῆς ταπεινῆς, Μιχαὴλ πρωτάρχα, καὶ μέγα Ταξιάρχα, ἐν ὤρα τοῦ κινδύνου σὺ μοι βοηθῆσον.

Μιχαὴλ Ἀρχάγγελε τοῦ Χριστοῦ, μὴ ἔλθῃς ὡς λεὼν ἀγριώτατος ἐπ’ ἐμέ, μηδὲ τὴν ψυχὴν μου ἁρπάσῃς ὡς στρουθίον, ἐν ὤρα τοῦ κινδύνου σὺ μοι βοηθῆσον.

Χαίροις, ἱερώτατε Γαβριήλ, χαίροις ὦ προστάτα, τῶν Ἀγγελῶν προμηνυτά, χαίροις ὁ τὸ χαῖρε μηνύσας τῇ Παρθένῳ ἐν Ναζαρετ τὴν πόλει, σὲ μεγαλύνομεν.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ φωταυγεῖς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριήλ τὸν θεῖον, τοὺς δύο Ταξιάρχας τοῦ Παντοκράτορος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ ἀπολυτίκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῶν οὐρανιῶν στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ἡμῶν δεήσεσι τειχίσηται ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀΰλοῦ ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς, προσπίπτοντες ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς ὡς Ταξιάρχαι τῶν ἀνῶ δυνάμεων.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, σου ἀσπαζομένους εἰκόνα, Μιχαὴλ μέγιστε, πάσης ἀπολύτρωσαι ὀργῆς καὶ θλίψεως, καὶ θανατοῦ ἀπάλλαξον, πικροῦ αἰφνιδίου, καὶ δεινῆς κακώσεως, σοφὲ Ταξίαρχε, ὅπως προστασίαις σου θείαις πάντοτε σῳζόμενοι πόθῳ, τὸ σεπτὸν σου ὄνομα γεραίρωμεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστὲ ὃ Θεὸς ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.

Τρίστιχον·
Μιχαὴλ δέξαι παροῦσαν βίβλον καλῶς
δίδους εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι
καὶ τὴν κατ’ἄμφω ῥῶσιν τῷ πονήσαντι.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.