Ο Παρακλητικός Κανών του Αγίου Ιούδα του Θαδδαίου και Αποστόλου. Τα βιογραφικά στοιχεία του Αγίου Ιούδα, είναι κάπως συγκεχυμένα, διότι συγχέονται μ' αυτά του Αποστόλου Θαδδαίου που η μνήμη του γιορτάζεται την 21η Αυγούστου. Ο Ιούδας λοιπόν, κατά την παράδοση, κήρυξε το Ευαγγέλιο στη Μεσοποταμία, επισκέφθηκε την Έδεσσα και στην πόλη Αραράτ συνελήφθη από τους άπιστους, οι οποίοι τον εκτέλεσαν δια τοξευμού.

Κανών Παρακλητικός προς τον Άγιο Ιούδα το Θαδδαίο

Ὁ ἱερεύς·

ὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ ἀναγνώστης·

Ἀμήν.

Γνωρίζετε τι είναι ο Παρακλητικός Κανών;

Ψαλμὸς ρμβ΄ (142).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Καὶ εὐθὺς οἱ χοροί. Ἦχος δ΄.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ ἀντιλήπτορι ἡμῶν καὶ προστάτῃ, οἱ ἀδοκήτως συσχεθέντες τοῦ βίου, ταῖς
συμφοραῖς βοήσωμεν, ἐκ βάθους ψυχῆς· Θλίψεων ἡμᾶς ἐξάγαγε, τῆς καμίνου, Ἀπόστολε, δρόσῳ τὸν φλογμὸν ἡμῶν, τῆς χάριτος πιαίνων. Τὴν σὴν γὰρ μόνην πάντες ἀρωγήν, σκέπην πλουτοῦμεν, Θαδδαῖε, οἱ δοῦλοί σου.

Γνωρίζετε τι είναι η προσευχή εννεαημέρου;

Δόξα.

Τὸ ἀπολυτίκιον τοῦ ναοῦ ἢ τῆς μονῆς.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ ἀναγνώστης· Ψαλμὸς ν΄ (50).

Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὸν κανόνα τοῦ Ἀποστόλου, οὗ ἡ ἀκροστιχίς· Σῶσον ἡμᾶς, ὦ Θαδδαῖε, εὐχαῖς σου. Μιχαήλ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὁ Εἱρμός.

Υγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. (δίς)

Τροπάρια.

Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Συμφώνως προσπέσωμεν, ἀδελφοί, τοῖς τοῦ Ἀποστόλου, παναχράντοις δεῦτε ποσί· πταισμάτων τὴν ἄφεσιν, βοῶντες, ἡμῖν παράσχου, Θαδδαῖε, πρεσβείαις σου.
Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ω θείας, Ἀπόστολε, ἀρωγῆς, ἧς κἀγὼ ὁ τάλας, ἠξιώθην ταῖς σαῖς εὐχαῖς· τῶν γάρ με ἀλάστορος παγίδων, δίκην στρουθίου πολλάκις διέσωσας.

Δόξα.

Συμπάθησον δέομαι τὴν ἐμήν, ἀσθένειαν, Μάκαρ, οἷα ἄμισθος ἰατρός, ἐλέους φαρμάκῳ κατευνάζων, τὰ ἐμπαθῆ τῆς σαρκός μου οἰδήματα.

Καὶ νῦν. Θεοτοκίον.

Ομίχλῃ καὶ σκότει τοὺς νοερούς, ψυχῆς, Θεοτόκε, καλυπτόμενος ὀφθαλμούς, πρὸς σὲ ἐκ βαθέων ἀνακράζω· Αἴγλῃ φωτὸς ἀπροσίτου με φώτισον.

Καὶ πάλιν ὁ Εἱρμός.

Υγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ᾨδὴ γ΄. Ὁ Εἱρμός.

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. (δίς)

Τροπάρια.

Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νεκρωθεὶς κακουργίᾳ, τοῦ φθονεροῦ ὄφεως, καὶ τὴν ἀπαράκλητον φέρων, ἐν τῇ καρδίᾳ μου, αὐτοῦ πικρίαν τρωθείς, τοῖς τούτου δήγμασι κράζω· Ὦ Θαδδαῖε, σῶσόν με, τῇ ἐπισκέψει σου.
Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Η ἀσάλευτος πέτρα, τῆς τοῦ Χριστοῦ πίστεως, πάσης τὸ ἀκλόνητον ὄντως, ἐστὶ θεμέλιον, οἰκοδομῆς, ἀδελφοί· ἐν ᾗ βοήσωμεν πάντων, τὸν ἡμῶν στερέωσον, οἶκον, Ἀπόστολε.

Δόξα.

Μολυσμῷ τῶν παθῶν μου, τὸ τῆς ψυχῆς ἄρρητον, ὅπερ ἐδεξάμην θεόθεν, κάλλος ἀπώλεσα, σὺ δέ, Ἰούδα, στολήν, ὥσπερ τὸν ἄσωτον πάλαι, ὁ πατὴρ τὴν πρώτην με, ἔνδυσον δέομαι.

Καὶ νῦν. Θεοτοκίον.

Ασινῆ ἐκ παντοίας, τὸν σὸν λαόν, Δέσποινα, τῶν αἱρετιζόντων κακίας, καὶ ἐπιθέσεως, τῶν ἐκ τῆς Ἄγαρ υἱῶν, ὡς συμπαθὴς μήτηρ πάντων, τῶν πιστῶν συντήρησον, πόθῳ δεόμεθα.

Καὶ πάλιν ὁ Εἱρμός.

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, ὦ Θαδδαῖε, ὅτι πάντες ἐν πειρασμοῖς προστάτην σε ἔχομεν, θερμόν τε ὑπέρμαχον ἐν ἀνάγκαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Ἀπόστολε τοῦ Κυρίου, ἐπὶ τὴν δεινῶς ἀθυμοῦσαν, οἴμοι, καρδίαν μου, ἣν πλήρωσον παρακλήσεως θείας.

Μετὰ δὲ τὴν αἴτησιν τοῦ ἱερέως ψάλλομεν τὸ παρὸν κάθισμα.

Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ως πάλαι πληθύν, ἐκ πλάνης πρὸς εὐσέβειαν, ἀθέων ἐθνῶν, ἐζώγρησας τῷ λόγῳ σου, καὶ ἡμῶν, Ἀπόστολε, ἐκ βυθοῦ ἀγνοίας ἀνάγαγε, χαλεπῆς καὶ σκότους τὸν νοῦν, φωτὶ ἀνεσπέρῳ, καταυγάζων αὐτόν.

ᾨδὴ δ΄. Ὁ Εἱρμός.

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα. (δίς)

Τροπάρια.

Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Στεναγμοῖς ἱκετεύω σε, τῶν δεινῶν ῥυσθῆναί με περιστάσεων, ἀλαλήτοις, ὦ Ἀπόστολε, θλίψεών τε βίου ὁ πανάθλιος.
Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ως θερμὸν ἀντιλήπτορα, καὶ ἐν τοῖς κινδύνοις προστάτην ἄμαχον, σὲ, Θαδδαῖε, μεγαλύνουσα, ἡ μικρά σου ποίμνη νῦν εὐφραίνεται.

Δόξα.

Θεοπνεύστοις ὡς εἵλκυσας, ἔθνη πρὸς εὐσέβειαν, Μάκαρ, λόγοις σου, καὶ ἡμῶν τὸν νοῦν διάνοιξον, τοῦ εὐαγγελίου εἰς ἐπίγνωσιν.

Καὶ νῦν. Θεοτοκίον.

Απορήσας ὁ δοῦλός σου, πάσης βοηθείας, πρὸς σὲ κατέφυγον· τὴν σὴν σκέπην γὰρ κλονούμενος, μόνην ἔχω, Κόρη, καταφύγιον.

Καὶ πάλιν ὁ Εἱρμός.

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

ᾨδὴ ε΄. Ὁ Εἱρμός.

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε. (δίς)

Τροπάρια.

Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δάκρυσι θερμοῖς, τὴν καρδίαν μου καθάρισον, τοῦ ἐπεισάκτου ῥύπου τῶν ἐμπαθῶν, Χριστέ, κηλίδων, Λεββαίου εὐχαῖς ὡς εὔσπλαγχνος.
Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δράξασθαι Θεοῦ, τῆς παιδείας πάντες σπεύσωμεν, τῆς σωτηρίου ὅπως πύλῃ στενῇ, σὺν τῷ Θαδδαίῳ, ζωὴν ἀληθῆ κτησώμεθα.

Δόξα.

Αλυσιν δεινῆς, ἀπογνώσεως περίκειμαι, Θεοῦ ἀφρόνως πτύσας τοὺς χαλινούς, ἣν, Ἰακώβου Ἰούδα, εἰς τέλος σύντριψον.

Καὶ νῦν. Θεοτοκίον.

Ινα σε ἀεί, ὀρθοδόξως μακαρίζωμεν, τὰς τῶν ἀθέων, Ἄχραντε, προσβολάς, τῇ πανσθενεῖ σου, πρεσβείᾳ ταχέως σκέδασον.

Καὶ πάλιν ὁ Εἱρμός.

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

ᾨδὴ στ΄. Ὁ Εἱρμός.

Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις· ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. (δίς)

Τροπάρια.

Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐκύκλωσαν, τὰ θαλάσσης κύματα, τὴν δεινῶς ποντιζομένην ψυχήν μου, καὶ ἐπ᾽ἐμοί, τῆς ἐσχάτης ἀβύσσου, μέλας ὡς τάφος τὸ φρέαρ ἠνέῳκται. Θαδδαῖέ, σοι ὅθεν βοῶ· Τοῦ πικροῦ με θανάτου διάσωσον.
Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐπάξιον, πῶς ποτε προσάξαι σοι, οἱ πτωχοὶ ἂν δυνηθείημεν αἶνον; ὃτι δεσμῶν, ἠλευθέρωσας πλάνης, τῶν τε Βελίαρ ὀδόντωνἐξήρπασας, Λεββαῖε, τοὺς τὸ ἱερόν, ἐν δεινοῖς σου φωνήσαντας ὄνομα.

Δόξα.

Υπήνεμον, πρὸς λιμένα ἴθυνον, τῆς ἡμῶν τὸν πλοῦν, Ἰούδα, ὁλκάδος, φθοροποιοῦ, ναυαγίου εὐχαῖς σου, τὸ εὐσεβὲς ἡμῶν γένος λυτρούμενος· νεὼς γὰρ τῆς ἑλληνικῆς, ἀπλανῆ κυβερνήτην σε ἔχομεν.

Καὶ νῦν. Θεοτοκίον.

Χαρίτωσον, τὰς καρδίας δέομαι, καὶ χαρᾶς ἀναφαιρέτου, Παρθένε, τῶν εὐσεβῶς, Θεοτόκον σε πίστει, ὁμολογούντων τὰ στόματα πλήρωσον· τῆς χάριτος γὰρ καὶ χαρᾶς, ποταμὸς σὺ ὑπάρχεις ἀκένωτος.

Καὶ πάλιν ὁ Εἱρμός.

Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, ὦ Θαδδαῖε, ὅτι πάντες ἐν πειρασμοῖς προστάτην σε ἔχομεν, θερμόν τε ὑπέρμαχον ἐν ἀνάγκαις.
Επίβλεψον, ἐν εὐμενείᾳ Ἀπόστολε τοῦ
Ἐ Κυρίου, ἐπὶ τὴν δεινῶς ἀθυμοῦσαν,
οἴμοι, καρδίαν μου, ἣν πλήρωσον παρακλήσεως θείας.

Μετὰ δὲ τὴν αἴτησιν τοῦ ἱερέως ψάλλομεν τὸ παρὸν κοντάκιον.

Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ιατρόν σε ἔγνωμεν, τῶν ἀνιάτων, νοσημάτων ὅθεν σοι, ἀναβοῶμεν· Καὶ ἡμῶν, πάσας, Θαδδαῖε, θεράπευσον, τὰς ἀλγηδόνας, ψυχῆς τε καὶ σώματος.

Εἶτα τὸ α΄ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ΄ ἤχου.

Εκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾽ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα.

Αγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ μονάδι ἱεροκρυφίως.

Καὶ νῦν.

Αγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Ἦχος δ΄.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ὁ ἱερεύς·

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Ὁ χορός·

Κύριε, ἐλέησον. (ἐκ γ΄)

Ὁ ἱερεύς·

Σοφία· ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ὁ χορός·

Καὶ τῷ πνεύματί σου.

Ὁ ἱερεύς·

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.

Ὁ χορός·

Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελικό Απόσπασμα Αγίου Ιούδα του Θαδδαίου

(Ματθ. θ΄ 36 ι΄ 8. Ζήτει αὐτὸ εἰς τὴν ἑορτὴν τῆς Συνάξεως τῶν Ἁγίων Ἀποστόλων τῇ Λ΄ Ἰουνίου).

Τῷ καιρῷ ἐκείνῳ, ἰδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ

πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς , Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Ὁ χορός·

Δόξα σοι, Κύριε, δόξα σοι.

Ἦχος β΄.

Δόξα.

Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθητῶνἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθητῶνἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός …

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βέλεσιν οἱ δαίμονες, πεπυρωμένοις, Θαδδαῖε, τὴν πτωχὴν καρδίαν μου, ἀφειδῶς τοξεύσαντες ἐτραυμάτισαν. Πρὸς δὲ γῆν κείμενος, καὶ αἱμόρρους, οἴμοι, ἐκ βαθέων ἀνακράζω σοι· Μή με τὸν δοῦλόν σου, ταῖς αὐτῶν ἐάσῃς χερσὶν ἀλλά, ἀνάστησον τοῦ πτώματος, τὰς πολλὰς πληγάς μου ἰώμενος, ὅπως ἐν ῥομφαίᾳ, διστόμῳ τὴν μεγάλαυχον αὐτῶν, καὶ ἐπηρμένην αὐθάδειαν, συντρίψω, Ἀπόστολε.

Ὁ ἱερεύς·

Σῶσον, ὁ Θεός, τὸν λαόν σου … καὶ ἐλέησον ἡμᾶς.

Ὁ χορός·

Κύριε, ἐλέησον. (ιβ΄)

Ὁ ἱερεύς·

Ἐλέει καὶ οἰκτιρμοῖς…

Καὶ ἀποπληροῦμεν τὰς ᾠδὰς τοῦ κανόνος·

ᾨδὴ ζ΄. Ὁ Εἱρμός.

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες, ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. (δὶς)

Τροπάρια.

Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Χαρμονῆς τὰς λυθεῖσας, τῶν δεσμῶν ἀτεκνίας, ὡς Ἄννα πάλαι ποτέ, ἐπλήρωσας γυναῖκας, Θαδδαῖε, ὧν τὰ κλεῖθρα, εὐτεκνίᾳ διήνοιξας, τάς τε ὀδύνας αὐτῶν, κατέπαυσας εἰς τέλος.
Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Απαθείᾳ τὸ φέγγος, ἐντολῶν ἐργασίᾳ, καὶ μετανοίᾳ θερμῇ, εἰσέρχεται τὸ πόῤῥω, τὸ σκότος τῆς ἀγνοίας, ἀπελαῦνον, Ἀπόστολε, οὗ καὶ ἡμεῖς σαῖς εὐχαῖς, τυχεῖν ἐκδυσωποῦμεν.

Δόξα.

Ιλαρόν σε προστάτην, κεκτημένοι, Ἰούδα, ἀγαλλομένῳ ποδί, προστρέχομένσοι πίστει· Ἐκ πάσης τοῦ βυθίου, ἐλευθέρωσον δράκοντος, ἀναβοῶντες ἡμᾶς, παγίδος ψυχοκτόνου.

Καὶ νῦν. Θεοτοκίον.

Σαλευθῆναί μου ὅλως, ἐμπαγέντες ἰλύι, τῶν σαρκικῶν ἡδονῶν, οὐ δύνανται οἱ πόδες, τοῦ τρέχειν ἐπὶ τρίβον, πρὸς ζωὴν τὴν ἀπάγουσαν· ἣν ἀκωλύτως, Ἁγνή, ἀξίωσόν με βαίνειν.

Καὶ πάλιν ὁ Εἱρμός.

οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες, ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Ὁ Εἱρμός.

Τὸν βασιλέα, τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (δίς)

Τροπάρια.

Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Οπου ἡ χάρις, ἡ δαψιλῶς σοι δοθεῖσα, πρὸς Χριστοῦ ἐπεφάνη, Θαδδαῖε, εἰς φυγὴν δαιμόνων, ἐτράπησαν τὰ στίφη.
Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Υμνοις ἐνθέοις, τὸν ἀρωγὸν κατὰ χρέος, ἀδελφοὶ, δεῦτε πάντες δοξάσαι, καὶ ἡμῶν προστάτην, Ἰούδαν Ἰακώβου.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Άγιο Πνεύμα τὸν Κύριον.
Μὴ ταῖς χερσί με, τῶν ἀερίων πνευμάτων, ἐν τῇ ὥρᾳ, Λεββαῖε, ἐάσῃς, τῆς φρικτῆς ἐξόδου, ψυχῆς ἐκ τῆς σαρκός μου.

Καὶ νῦν. Θεοτοκίον.

Ιάτρευσόν μου, τὰ πολυώδυνα ἄλγη, τῶν Ἰ Χριστοῦ τε ἐν πέτρᾳ, Παρθένε, στῆσον ἐνταλμάτων, τὸ ἄστατον νοός μου.

Καὶ πάλιν ὁ Εἱρμός.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τόν Κύριον.
Τὸν βασιλέα, τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ὁ Εἱρμός.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες. (δίς)

Τροπάρια.

Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Χειρός μου τῆς ἀθλίας, κράτησον, Θαδδαῖε, καὶ πρὸς τὸν πάντων Δεσπότην, Χριστὸν τὸν Θεόν, τὸν ἀπειθῆ με υἱόν σου, Πάτερ, ὁδήγησον.
Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ανάστησόν με κλίνῃ, Μάκαρ, ἀμελείας, καὶ ῥᾳθυμίας κακίστης, κειμένῳ δεινῶς, τὰς ἐντολὰς τοῦ Κυρίου, ὅπως ἐργάσωμαι.

Δόξα.

Η μάνδρα σου, Ἰούδα, ὡς ἀξιωθεῖσα, τῶν ὑπὲρ νοῦν δωρεῶν σου, δικαίως βoᾶ·
Σύ μου προστάτης ὑπάρχεις, καὶ μέγα στήριγμα.

Καὶ νῦν. Θεοτοκίον.

Λαμπρότερον ἡλίου, τῆς σῆς παρθενίας, τὸ ἀνυπέρβλητον κάλλος, ἐδείχθη, Ἁγνή, τῆς ἀσωμάτων τε δήμων, δόξης ὑπέρτερον.

Καὶ πάλιν ὁ Εἱρμός.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.

Μετὰ τὸ πέρας τοῦ Κανόνος ψάλλομεν τὰ Μεγαλυνάρια.

Αξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεθέορτον.

Γῆθεν μεταστᾶσα πρὸς οὐρανούς, δορυφορουμένη, τῶν Ἀγγέλων ταῖς στρατιαῖς, τῆς ἡμῶν πτωχείας, Σεμνή, μὴ ἐπιλάθῃ, ἀλλ᾽ἐξ ὕψους πάντα, κόσμον ἐλέησον.

Τοῦ Ἀποστόλου.

Έχουσα ἐν κόλποις ὡς θησαυρόν, ἡ μικρά σου ποίμνη, ἀδαπάνητον τὴν σεπτήν, καὶ χάριτος πλήρη, εἰκόνα σου, Θαδδαῖε, φιλήματι ἁγίῳ, σε κατασπάζεται.
Χαίροις ἀποστόλων ὁ ἀκριβής, ἔνδοξε Λεββαῖε, πολιτείας ὄντως κανών, ὁ τῆς οἰκουμένης, τοῖς πέρασι κηρύξας, εἰς σωτηρίαν κόσμου, τὸ εὐαγγέλιον.
Θλίψεσι παντοίαις καὶ πειρασμοῖς, τοῦ βίου ὁ τάλας, συνεχόμενος πρὸς τὴν σήν, πάσης ἀπορήσας, ἀνθρώπων βοηθείας, κατέφυγον, Ἰούδα, θείαν ἀντίληψιν.
Ως θερμὸν προστάτην ἐν συμφοραῖς, ῥύστην ἐν κινδύνοις, ἐν ταῖς νόσοις σε ἰατρόν, οἱ ἀξιωθέντες, Ἀπόστολε, εὐχαῖς σου, μεγίστων δωρημάτων, πόθῳ γεραίρομεν.
Κύνες συνελθόντες ὡσεὶ πολλοί, ἐπὶ τὸν λαόν σου, ὦ Θαδδαῖε, οἱ ἀσεβεῖς, ἀσχέτῳ μανίᾳ, ἐπέδραμον ὧν παῦσον, στομάτων ἀπυλώτων, τὸ μέγα φρύαγμα.
Χαίρων ἠκολούθησας τὸν Χριστόν, τὰς ματαίας βίου, βδελυξάμενος ἡδονάς, τοῖς δὲ κεχραμένοις, ποσί μου τῶν ἀχράντων, ἰχνῶν σου ἐπιβαίνειν, δώρησαι δέομαι.
Πάσης ἐπηρείας τοῦ πονηροῦ, πλάνης ψυχοκτόνου, καὶ σκανδάλων φθοροποιῶν, τῆς τε πανουργίας, τοῦ φθόνου τῶν δαιμόνων, τὴν μάνδραν σου, Λεββαῖε, σῶζε πρεσβείαις σου.

Τοῦ ἁγίου Αὐγουστίνου Ἱππῶνος.

Τύπος μετανοίας ἡ πρὸς Θεόν, θεῖε Αὐγουστῖνε, γέγονέ σου ἐπιστροφή· δι᾽ ἧς πρὸς ἀγῶνας, ἐγείρεις πεδηθέντας, δεσμοῖς τῆς ἁμαρτίας, ἐξ ἀπογνώσεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ τρισάγιον καὶ ψάλλονται τὰ ἀπολυτίκια.

Τοῦ Ἀποστόλου.

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Τὸν αὐτόπτην τοῦ Λόγου Ἰούδαν σήμερον, τὸν καὶ Θαδδαῖον κληθέντα, δεῦτε συμφώνως, πιστοί, ὡς προστάτην ἀκλινῆ, ὕμνοις τιμήσωμεν· ὅτι ὀνόματι Χριστοῦ, τῶν σωμάτων τὰς πληγάς, ἐπήρειάν τε δαιμόνων, ἀπελαύνει λύσιν παρέχων, ἀμπλακημάτων ἐν τῇ μνήμῃ αὐτοῦ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Τὸ παράδοξον θαῦμα τῆς σῆς κυήσεως, ἐν τῷ Σιναίῳ, Παρθένε, ὄρει κατεῖδέ ποτε, ὁ προφήτης Μωυσῆς, βάτον σε ἄφλεκτον, ὅτε ἑώρακε σαφῶς, ὀφθαλμοῖς προφητικοῖς, τὰς δύο φύσεις προβλέπων, τοῦ Υἱοῦ σου ὡς ἑνωθεῖσας, τῇ συνανάρχῳ ὑποστάσει αὐτοῦ.

ἢ Σταυροθεοτοκίον. Ὅμοιον.

Εν σταυρῷ ἑκουσίως, Θεοχαρίτωτε, ὅτε κατεῖδες ταθέντα τὸν σὸν Υἱὸν καὶ Θεόν, ἀνεβόας μητρικῶς· Τέκνον γλυκύτατον, φέρειν οὐ δύναμαι τὴν σήν, πανακήρατον σφαγήν, ὁρᾶν σου τὸ πάθος, Λόγε, ὃ εἰς κόσμου τὴν σωτηρίαν, καθυπομένεις, φῶς ἐμῶν ὀφθαλμῶν.

Ἡ ἐκτενὴς καὶ ἡ ἀπόλυσις. Τῶν δὲ ἀδελφῶν ἀσπαζομένων τὴν εἰκόνα τοῦ Ἀποστόλου ψάλλονται τὰ παρόντα τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε τὸν Θαδδαῖον, ἀδελφοί, πίστει ευφημήσωμεν, πάντες, χαριστηρίοις ᾠδαῖς· ὅτι τοὺς φωνήσαντας αὐτοῦ τὸ ὄνομα, φιλανθρώπως ἐῤῥύσατο, μυρίων κινδύνων, πάσης περιστάσεως, καὶ ἀπογνώσεως, θλίψεων, ὀργῆς ἐναντίων, νόσων, συμφορῶν ἀδοκήτων, καὶ δεινῆς μανίας τοῦ ἀλάστορος.
Στῆσον τὰς αἱρέσεων ὁρμάς, κόπασον.
Σχισμάτων τὸν σάλον, Ἀγαρηνῶν τὰς βουλάς, πάσας διασκέδασον, Χριστοῦ Ἀπόστολε, καὶ εἰρήνην τῇ ποίμνῃ σου, βαθεῖαν παράσχου, ἵνα ταῖς πρεσβείαις σου, ἤρεμον δέομαι, βίον καὶ ἡσύχιον πάντες, σέβοντες Τριάδα ἁγίαν, Μάκαρ, οἱ ἱκέται σου διάγωμεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ ἱερεύς·

Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.

Φιλολογικὴ Ἐπιμέλεια Παύλου Χατζηπαπᾶ.

Διαβάστε επίσης την προσευχή Ιούδα Θαδδαίου. Η προσευχή αυτή λέγεται όταν συναντάμε προβλήματα ή όταν δεν φαίνεται να υπάρχει βοήθεια και έχουμε σχεδόν απελπιστεί.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.