Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος . Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά Σου. Εὐλογημένη Σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες, τῶν ψυχῶν ἠμῶν.

Βαπτιστά τοῦ Χριστοῦ, πάντων ἠμῶν μνήσθητι, ἴνα ρυσθῶμεν τῶν ἀνομιῶν ἠμῶν, σοί γάρ ἐδόθη χάρις, πρεσβεύειν ὑπέρ ἠμῶν.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιόν του Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καί τῶν θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι, ἠμίν τό μέγα ἔλεος.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Χριστό τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Αὐτῶ Χριστῷ τῷ Βασιλεῖ καί Θεῶ ἠμῶν.

Ψαλμός 29

Ὑψώσω σέ, Κύριε, ὅτι ὑπέλαβες μέ καί οὐκ εὔφρανας τούς ἐχθρούς μου ἐπ’ ἐμέ. Κύριε ὁ Θεός μου, ἐκέκραξα πρός σέ, καί ἰάσω μέ Κύριε, ἀνήγαγες ἐξ ἅδου τήν ψυχήν μου, ἔσωσας μέ ἀπό τῶν καταβαινόντων εἰς λάκκον. Ψάλατε τῷ Κυρίω, οἱ ὅσιοι αὐτοῦ, καί ἐξομολογεῖσθε τή μνήμη τῆς ἁγιωσύνης αὐτοῦ ὅτι ὀργή ἐν τῷ θυμῶ αὐτοῦ, καί ζωή ἐν τῷ θελήματι αὐτοῦ τό ἑσπέρας αὐλισθήσεται κλαυθμός καί εἰς τό πρωΐ ἀγαλλίασις. Ἐγώ δέ εἶπα ἐν τή εὐθηνία μου οὐ μή σαλευθῶ εἰς τόν αἰώνα. Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν ἀπέστρεψας δέ τό πρόσωπόν σου καί ἐγενήθην τεταραγμένος. Πρός σέ, Κύριε, κεκράξομαι καί πρός τόν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν μέ εἰς διαφθοράν; Μή ἐξομολογήσεται σοί χούς ἤ ἀναγγελεῖ τήν ἀλήθειάν σου; Ἤκουσε Κύριος, καί ἠλέησε μέ, Κύριος ἐγενήθη βοηθός μου. Ἔστρεψας τόν κοπετόν μου εἰς χαράν ἐμοί, διέρρηξας τόν σάκκκον μου καί περιέζωσας μέ εὐφροσύνην, ὅπως ἄν ψάλη σοί ἡ δόξα μου καί οὐ μή κατανυγῶ. Κύριε ὁ Θεός μου, εἰς τόν αἰώνα ἐξομολογήσομαι σοί.

Ψαλμός 60

Εἰσάκουσον, ὁ Θεός, τῆς δεήσεώς μου, προσχες τή προσευχή μου. Ἀπό τῶν περάτων τῆς γής πρός σέ ἐκέκραξα ἐν τῷ ἀκηδιᾶσαι τήν καρδίαν μου ἐν πέτρα ὑψωσᾶς μέ, ὠδήγησας μέ, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπό προσώπου ἐχθροῦ. Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τούς αἰώνας, σκεπασθήσομαι ἐν σκέπει τῶν πτερύγων σου. Ὅτι σύ, ὁ Θεός, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας
κληρονομίαν τοῖς φοβουμένοις τό ὄνομά σου. Ἡμέρας ἐφ’ ἡμέρας τοῦ βασιλέως προσθήσεις, τά ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καί γενεᾶς. Διαμενεῖ εἰς τόν αἰώνα ἐνώπιόν του Θεοῦ ἔλεος καί ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τόν αἰώνα τοῦ αἰῶνος τοῦ ἀποδουναί μέ τάς εὐχᾶς μου ἡμέραν ἐξ ἡμέρας.

Ψαλμός 150

Αἰνεῖτε τόν Θεόν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτόν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ αἰνεῖτε αὐτόν ἐπί ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτόν κατά τό πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτόν ἐν ἤχω σάλπιγγος, αἰνεῖτε αὐτόν ἐν ψαλτηρίω καί κιθάρα αἰνεῖτε αὐτόν ἐν τυμπάνω καί χορῶ, αἰνεῖτε αὐτόν ἐν χορδαῖς καί ὀργάνω αἰνεῖτε αὐτόν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτόν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πάσα πνοή αἰνεσάτω τόν Κύριον. Ἀλληλούϊα.

Εὐαγγέλιο

Κατά Ματθαῖον, Κεφάλαιο 2/1-15

Τοῦ δέ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεέμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδού μάγοι ἀπό ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες• ποῦ ἐστιν ὁ τεχθεῖς βασιλεύς τῶν Ἰουδαίων; εἴδομεν γάρ αὐτοῦ τόν ἀστέρα ἐν τή ἀνατολή καί ἤλθομεν προσκυνῆσαι αὐτῶ. Ἀκούσας δέ Ἡρώδης ὁ βασιλεύς ἐταράχθη καί πάσα Ἱεροσόλυμα μέτ αὐτοῦ, καί συναγαγῶν πάντας τούς ἀρχιερεῖς καί γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο πάρ αὐτῶν ποῦ ὁ Χριστός γεννᾶται. οἱ δέ εἶπον αὐτῶ• ἐν Βηθλεέμ τῆς Ἰουδαίας• οὕτω γάρ γέγραπται διά τοῦ προφήτου• καί σύ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἰ ἐν τοῖς ἠγεμόσιν Ἰούδα• ἔκ σού γάρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τόν λαόν μου τόν Ἰσραήλ. Τότε Ἡρώδης λάθρα καλέσας τούς μάγους ἠκρίβωσε πάρ αὐτῶν τόν χρόνον τοῦ φαινομένου ἀστέρος, καί πέμψας αὐτούς εἰς Βηθλεέμ εἶπε• πορευθέντες ἀκριβῶς ἐξετάσατε περί τοῦ παιδίου, ἐπάν δέ εὔρητε, ἀπαγγείλατε μοί, ὅπως καγῶ ἐλθῶν προσκυνήσω αὐτῶ. οἱ δέ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν• καί ἰδού ὁ ἀστήρ ὄν εἶδον ἐν τή ἀνατολή προῆγεν αὐτούς, ἕως ἐλθῶν ἔστη ἐπάνω οὗ ἤν τό παιδίον• ἰδόντες δέ τόν ἀστέρα ἐχάρησαν χαράν μεγάλην σφόδρα, καί ἐλθόντες εἰς τήν οἰκίαν εἶδον τό παιδίον μετά Μαρίας τῆς μητρός αὐτοῦ, καί πεσόντες προσεκύνησαν αὐτῶ, καί ἀνοίξαντες τούς θησαυρούς αὐτῶν προσήνεγκαν αὐτῶ δῶρα, χρυσόν καί λίβανον καί σμύρναν καί χρηματισθέντες κάτ ὄναρ μή ἀνακάμψαι πρός Ἡρώδην, δί ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τήν χώραν αὐτῶν.

Ἀναχωρησάντων δέ αὐτῶν ἰδού ἄγγελος Κυρίου φαίνεται κάτ ὄναρ τῷ Ἰωσήφ λέγων• ἐγερθεῖς παράλαβε τό παιδίον καί τήν μητέρα αὐτοῦ καί φεῦγε εἰς Αἴγυπτον, καί ἴσθι ἐκεῖ ἕως ἄν εἴπω σοί• μέλλει γάρ Ἡρώδης ζητεῖν τό παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δέ ἐγερθεῖς παρέλαβε τό παιδίον καί τήν μητέρα αὐτοῦ νυκτός καί ἀνεχώρησεν εἰς Αἴγυπτον, καί ἤν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου, ἴνα πληρωθῆ τό ρηθέν ὑπό τοῦ Κυρίου διά τοῦ προφήτου λέγοντος• ἐξ Αἰγύπτου ἐκάλεσα τόν υἱόν μου.

Κομβοσχοίνι: Τό «Κύριε Ἰησοῦ Χριστέ, ἐλέησον μέ» & «Ἅγιε Ἀρσένιε, πρέσβευε ὑπέρ ἠμῶν»
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.