Εις τό όνομα τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος. Αμήν.Δόξα σοί ο Θεός ημών, δόξα σοί.

Βασιλεύ ουράνιε, Παράκλητε, τό πνεύμα τής αληθείας, ο πανταχού παρών καί τά πάντα πληρών, ο θησαυρός τών αγαθών καί ζωής χορηγός, ελθέ καί σκήνωσον εν ημίν καί καθάρισον ημάς από πάσης κηλίδος καί σώσον Αγαθέ τάς ψυχάς ημών.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές).
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Παναγία τριάς, ελέησον ημάς.Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επίσκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματος σου.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον. Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομα Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημα Σού ως εν ουρανό καί επί τής γής.Τον άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς είς πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού. Ότι σού εστιν η βασιλεία καί η δύναμης καί η δόξα, τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί είς τούς αιώνας τών αιώνων. Αμήν.

Κύριε ελέησον. (δώδεκα φορές).

Δεύτε προσκυνήσομεν καί προσπέσωμεν τώ Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσομεν καί προσπέσωμεν Χριστώ τώ Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσομεν καί προσπέσωμεν Αυτώ Χριστώ τώ Βασιλεί καί Θεώ ημών.

Ψαλμός 50
Ελέησον με, ο Θεός, κατά τό μέγα έλεος σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημα μου. Επί πλείον πλύνον με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισον με. Ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιον μου έστι διαπαντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιον σου εποίησα όπως αν δικαιωθής εν τοίς λόγοις οσυ καί νικήσης εν τώ κρίνεσθαι σε. Ιδού γάρ εν ανομίαις συνελήφθην καί εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσας μοι. Ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτίεις μοι αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον τό πρόσωπον σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα σου τό άγιον μή αντανέλης απ΄εμού. Απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξον με. Διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσιν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Άγάθυνον Κύριε εν τή ευδοκία σου τήν Σίων καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριον σου μόσχους.

Ψαλμός 69
Ο Θεός, εις τήν βοήθειαν μου πρόσχες Κύριε, εις τό βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν καί εντραπήτωσαν οι ζητούντες τήν ψυχήν μου αποστραφήτωσαν εις τά οπίσω καί καταισχυνθήτωσαν οι βουλόμενοι μοι κακά. Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντες μοι Εύγε, εύγε! Αγαλλιάσθωσαν καί ευφρανθήτωσαν επί σοι πάντες οι ζητούντες σε, ο Θεός καί λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες τό σωτήριον σου. Εγώ δε πτωχός ειμί καί πένης ο Θεός, βοήθησον μοι βοηθός μου καί ρύστης μου ει σύ, Κύριε μή χρονίσης.

Ψαλμός 142
Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησιν μου εν τή αληθεία σου, εισάκουσον μου εν τή δικαιοσύνη σου καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιον σου πάς ζών. ΄Οτι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισε με εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν επ΄ εμέ τό πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σε τάς χείρας μου η ψυχή μου ως γή άνυδρος σοι. Ταχύ εισάκουσον μου, Κύριε εξέλιπε τό πνεύμα μου. Μή αποστρέψης τό πρόσωπον σου απ΄ εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοι τό πρωί τό έλεος σου, ότι επί σοι ήλπισα Γνώρισον μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι πρός σε ήρα τήν ψυχήν μου. Εξελού με εκ τών εχθρών μου, Κύριε πρός σε κατέφυγον δίδαξον με τού ποιείν τό θέλημα σου, ότι σύ εί ο Θεός μου. Τό πνεύμα σου τό αγαθόν οδηγήσει με εν γή ευθεία ένεκεν τού ονόματος σου, Κύριε, ζήσεις με. Εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου. Καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλος σου είμι.

Δοξολογία.
Δόξα εν υψίστοις Θέο, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία. Υμνούμεν Σε, ευλογούμεν Σε, προσκυνούμεν Σε, δοξολογούμεν Σε, ευχαριστούμεν Σοι, γία τήν μεγάλην Σου δόξαν. Κύριε Βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ. Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα. Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός , ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου. Πρόσδεξαι τήν δέησην ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς. Ότι Σύ ει μόνος Άγιος , Σύ ει μόνος Κύριος, Ιησούς, εις δόξαν Θεού Πατρός. Αμήν. Καθ εκάστην εσπέραν ευλογήσω Σε καί αινέσω τό όνομα σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος. Κύριε, καταφυγή εγεννήθης ημίν εν γενεά καί γενεά.Εγώ είπα, Κύριε ελέησον με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτον Σοι. Κύριε, πρός σέ κατέφυγον, δίδαξον με τού ποιείν τό θέλημά σου, ότι Σύ ει ο Θεός μου. Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί Σου οψόμεθα φώς. Παράτεινον τό έλεος Σου τοίς γινώσκουσι Σε. Καταξίωσον, Κύριε, εν τή νυκτί ταύτη αναμαρτήτους φυλαχθήναι ημάς. Ευλογητός ει Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομα Σου εις τούς αιώνας. Αμήν. Γένειτο, Κύριε,το έλεος Σου εφ ημάς, καθάπερ ηλπίσαμεν επί Σέ. Ευλογητός εί, Κύριε ο Θεός τών πατέρων ημών καί αινετόν καί δεδοξασμένον τό όνομα Σου εις τούς αιώνας. Αμήν. Γένοιτο, Κύριε, τό έλεος Σου εφ ημάς, καθάπερ ηλπίσαμεν επί Σέ. Ευλογητός ει, Δέσποτα, συνέτισον με τά δικαιώματα σου, Ευλογητός εί, Άγιε φώτισον με τοίς δικαιώμασι Σου. Κύριε τό έλεος σου εις τόν αιώνα, τά έργα τών χειρών Σου μή παρίδης. Σοι πρέπει αίνος, Σοι πρέπει ύμνος, Σοι δόξα πρέπει, τώ Πατρί καί τό Υιώ καί τό Αγίο Πνεύματι, νύν καί αεί καί είς τούς αιώνας τών αιώνων. Αμήν.

Τό Σύμβολο τής Πίστεως.
Πιστεύω είς ένα Θεόν, Πατέρα παντοκράτορα, ποιητήν ουρανού καί γής, ορατών τε πάντων καί αοράτων. Καί εις ένα Κύριον Ιησούν Χριστόν, τόν Υιόν τού Θεού τόν μονογενή, τόν εκ τού Πατρός γεννηθέντα πρό πάντων τών αιώνων. Φώς εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τώ Πατρί, δι ου τά πάντα εγένετο. Τόν δι ημάς τούς ανθρώπους καί διά τήν ημετέραν σωτηρίαν κατελθόντα εκ τών ουρανών καί σαρκωθέντα εκ Πνεύματος Αγίου καί Μαρίας τής Παρθένου καί ενανθρωπήσαντα. Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου καί παθόντα καί ταφέντα. Καί αναστάντα τή τρίτη ημέρα κατά τάς Γραφάς. Καί ανελθόντα είς τούς ουρανούς καί καθεζόμενον εκ δεξιών τού Πατρός, Καί πάλιν ερχομενόν μετά δόξης κρίναι ζώντας καί νεκρούς, ού τής βασιλείας ούκ έσται τέλος. Καί εις τό Πνεύμα τό Άγιον, τό Κύριον, τό ζωοποιόν, τό εκ τού Πατρός εκπορευόμενον, τό σύν Πατρί καί Υιώ συμπροσκυνούμενον καί συνδοξαζόμενον, τό λαλήσαν διά τών προφητών. Είς μίαν, αγίαν, καθολικήν καί Αποστολικήν Εκκλησίαν. Ομολογώ εν βάπτισμα εις άφεσιν αμαρτιών. Προσδοκώ ανάστασιν νεκρών. Καί ζωήν τού μέλλοντος αιώνος. Αμήν.

Άξιον εστίν, ως αληθώς, μακαρίζειν σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί Μητέρα τού Θεού ημών. Την τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασύγκριτος τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον,σέ μεγαλύνομεν.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές).
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίας ημών, Δέσποτα συγχώρησον τάς ανομίας ημίν, Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματος Σου.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομα Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημα Σου ως εν ουρανώ καί επί τής γής.Τον άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς είς πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού. Ότι σού εστιν η βασιλεία καί η δύναμης καί η δόξα, τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Είτα τό τροπάριον τού Αγίου τής ημέρας ή τά παρόντα Τροπάρια.
Ο Θεός τών πατέρων ημών, ο ποιών αεί μεθ ημών κατά τήν σήν επιείκιαν, μή αποστήσης τό έλεος σου αφ ημών, αλλά ταίς αυτών ικεσίαις, εν ειρήνη κυβέρνησον τήν ζωήν ημών.

Τών εν όλο τώ κόσμω Μαρτύρων Σου, ως πορφύραν καί βύσσον τά αίματα η Εκκλησία σου στολισαμένη, δι αυτών βοά σοι, Χριστέ ο Θεός, τώ λαώ σου τούς οικτιρμούς σου κατάπεμψον, ειρήνην τή πολιτεία σου δώρησαι καί ταίς ψυχές ημών τό μέγα έλεος.

Δόξα Πατρί καί Υιώ καί Αγίο Πνεύματι.
Μετά τών Αγίων ανάπαυσον, Χριστέ τάς ψυχάς τών δούλων Σου, ένθα ούκ έστι πόνος, ού λύπη, ού στεναγμός, αλλά ζωή ατελεύτητος.

Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Τή πρεσβεία, Κύριε, πάντων τών Αγίων καί τής Θεοτόκου, τήν Σήν ειρήνην δός ημίν καί ελέησον ημάς, ως μόνος οικτίρμων.

Κύριε ελέησον.(σαράντα φορές)

Ο εν παντί καιρώ καί πάσι ώρα, εν ουρανό καί επί γής προσκυνούμενος καί δοξαζόμενος, Χριστός ο Θεός, ο μακρόθυμος, ο πολυέλεος, ο πολυεύσπλαγχνος, ο τούς δικαίους αγαπών καί τούς αμαρτωλούς ελεών, ο πάντας καλών πρός σωτηρίαν διά τής επαγγελίας τών μελλόντων αγαθών. Αυτός Κύριε, πρόσδεξαι καί ημών εν τή ώρα ταύτη τάς εντεύξεις, καί ίθυνον τήν ζωήν ημών πρός τάς εντολάς Σου. Τάς ψυχάς ημών αγίασον, τά σώματα άγνισον, τούς λογισμούς διόρθωσον, τάς εννοίας κάθαρον, καί ρύσαι ημάς από πάσης θλίψεως, κακών καί οδύνης. Τείχισον ημάς Αγίοις Σου Αγγέλοις, ινά τή παρεμβολή Αυτών φρουρούμενοι καί οδηγούμενοι, καταντήσωμεν εις τήν ενότητα τής πίστεως καίεις τήν επίγνωσιν τής απροσίτου Σου δόξης, ότι ευλογητός Εί, εις τούς αιώνας τών αιώνων. Αμήν.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον. Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Τήν τιμιωτέραν τών Χερουβείμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντος Θεοτόκον, Σε μεγαλύνομεν.

Ευχή εις τήν Υπεραγία Θεοτόκον.
Άσπιλε, αμόλυντε, άφθορε, άχραντε, αγνή Παρθένε, Θεόνυμφε Δέσποινα, η Θεόν Λόγον τοίς ανθρώποις τή παραδόξω σου κυήσει ενώσασα καί τήν απωσθείσαν φύσιν τού γένους ημών τοίς ουρανίοις συνάψασα, η τών απηλπισμένων μόνη ελπίς καί τών πολεμουμένων βοήθεια, η ετοίμη αντίληψις τών εις σέ προστρεχόντων καί πάντων τών Χριστιανών τό καταφύγιον, μή βδελήξη με τόν αμαρτωλόν, τόν εναγή, τόν αισχροίς λογισμοίς καί λόγοις καί πράξεσιν όλον εμαυτόν αχρειώσαντα καί τή τών ηδονών τού βίου ραθυμία γνώμην δούλον γενόμενον. Αλλ ώς τού φιλανθρώπου Θεού μήτηρ, φιλανθρώπως σπλαγχνίσθιτι επ εμοί τώ αμαρτωλώ καί ασώτω καί δέξαι μου τήν εκ ρυπαρών χειλέων μου προσφερομένην σοι δέησιν, καί τόν σόν Υιόν καί ημών Δεσπότην καί Κύριον, τή μητρική σου παρρησία χρωμένη, δυσώπησον, ινά ανοίξη κάμοι τά φιλάνθρωπα σπλάγχνα τής Αυτού αγαθότητος, καί παριδών μου τά αναρίθμητα πταίσματα επιστρέψη με πρός μετάνοιαν καί τών αυτού εντολών εργάτην δόκιμον αναδείξη με. Καί παρέσο μοι αεί, ως ελεήμων καί συμπαθής καί φιλάγαθος, εν μέν τώ παρόντι θιώ θερμή προστάτης καί βοηθός, τάς τών εναντίων εφόδους αποτειχίζουσα καί πρός σωτηρίαν καθοδηγούσα με, καί εν τώ καιρώ τής εξόδου μου, τήν αθλίαν μου ψυχήν περιέπουσα καί τάς σκοτεινάς όψεις τών πονηρών δαιμόνων πόρρω αυτής απελαύνουσα, εν δέ τή φοβερά ημέρα τής κρίσεως, τής αιωνίου με ρυομένη κολάσεως καί τής απορρήτου δόξης τού σού Υιού καί Θεού ημών κληρονόμον με αποδεικνύουσα. Ής καί τύχοιμι, Δέσποινα μου, Υπεραγία Θεοτόκε, διά τής σής μεσιτείας καί αντιλήψεως. Χάριτι καί φιλανθρωπία τού μονογενούς σου Υιού, τού Κυρίου καί Θεού καί Σωτήρος ημών Ιησού Χριστού. Ω πρέπει πάσα δόξα, τιμή καί προσκύνησις, σύν τώ ανάρχω αυτού Πατρί καί τώ παναγίω καί αγαθώ καί ζωοποιώ αυτού Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Ευχή εις τόν Κύριον ημών Ιησούν Χριστόν.
Καί δός ημίν Δέσποτα, πρός ύπνον απιούσιν, ανάπαυσιν σώματος καί ψύχής, καί διαφύλαξον ημάς από τού ζοφερού ύπνου τής αμαρτίας καί από πάσης σκοτεινής καί νυκτερινής ηδυπαθείας. Παύσον τάς ορμάς τών παθών, σβέσον τά πεπυρωμένα βέλη τού πονηρού, τά καθ ημών δολίως κινούμενα, τάς τής σαρκός ημών επαναστάσεις κατάστειλον, καί πάν γεώδες καί υλικόν ημών φρόνημα κοίμησον. Καί δώρησαι ημίν ο Θεός, γρήγορον νούν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ύπνον ελαφρόν καί πάσης σατανικής φαντασίας απηλλαγμένον. Διανάστησον δε ημάς εν τώ καιρώ τής προσευχής, εστηριγμένους εν ταίς εντολαίς σου καί τήν μνήμην τών σών κριμάτων εν εαυτοίς απαράθραυστον έχοντας. Παννύχιον ημίν τήν σήν δοξολογία χάρισαι εις τό υμνείν καί ευλογείν καί δοξάζειν τό πάντιμον καί μεγαλοπρεπές όνομα σου, τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Υπερένδοξε, αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε τήν ημετέραν προσευχήν τώ Υιώ σου καί Θέο ημών καί αίτησαι, ινά σώση διά σού τάς ψυχάς ημών.

Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου τό Πνεύμα τό Άγιον, Τριάς Αγία δόξα σοι.

Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξον με υπό τήν σκέπην σου.

Επί σοί χαίρει, Κεχαριτωμένη, πάσα η κτίσης, Αγγέλων τό σύστημα, καί ανθρώπων τό γένος, ηγιασμένε ναέ, καί Παράδεισε λογικέ, παρθενικόν καύχημα, εξ ής Θεός εσαρκώθη, καί παιδίον γέγονεν , ο πρό αιώνων υπάρχων Θεός ημών. Τήν γάρ σήν μήτραν, θρόνον εποίησε, καί τήν σήν γαστέρα, πλατυτέραν ουρανών απειργάσατο. Επί σοί χαίρει Κεχαριτωμένη, πάσα η κτίσης, δόξα σοι.

Ευχή στόν Άγγελο φύλακα τής τού ανθρώπου ζωής.
Άγιε άγγελε, ο εφεστώς τής αθλίας μου ψυχής, καί ταλαιπώρου μου ζωής, μή εγκαταλίπης με τόν αμαρτωλόν, μηδέ αποστής απ εμού διά τήν ακρασίαν μου, μή δώης χώραν τώ πονηρό δαίμονι, κατακυριεύσαι μου τή καταδυναστεία τού θνητού τούτου σώματος, κράτησον τής αθλίας καί παρειμένης χειρός μου, καί οδήγησον με εις οδόν σωτηρίας. Ναί, άγιε Άγγελε τού Θεού, ο φύλαξ καί σκεπαστής τής αθλίας μου ψυχής καί τού σώματος, πάντα μοι συγχώρησον, όσα σοι έθλιψα πάσας τάς ημέρας τής ζωής μου, καί ει τι ήμαρτον τήν σήμερον ημέραν, σκέπασον με εν τή παρούση νυκτί, καί διαφύλαξον με από πάσης επηρείας τού αντικειμένου, ινά μή εν τίνι αμαρτήματι παροργίσω τόν Θεόν, καί πρέσβευε υπέρ εμού πρός τόν Κύριον, τού επιστηρίξαι με εν τώ φόβω αυτού, καί άξιον αναδείξη με δούλον τής Αυτού αγαθότητος. Αμήν.

Τή υπερμάχω στρατηγώ τά νικητήρια, ως λυτρωθείσα τών δεινών ευχαριστήρια, αναγράφω σοι η πόλις σου Θεοτόκε.Αλλ ως έχουσα τό κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον, ινά κράζω σοι, Χαίρε Νύμφη ανύμφευτε.

Δέησις
Ευξόμεθα υπέρ ειρήνης τού κόσμου. Κύριε, ελέησον.
Υπέρ τών ευσεβών καί ορθοδόξων Χριστιανών.
Υπέρ τού αρχιεπισκόπου ημών () καί πάσης τής εν Χριστώ ημών αδελφότητος.
Υπέρ τού ευσεβούς ημών έθνους καί πάσης αρχής καί εξουσίας εν αυτώ.
Υπέρ ευοδώσεως καί ενισχύσεως τού φιλοχρίστου ημών στρατού.
Υπέρ τών απολειφθέντων πατέρων καί αδελφών ημών.
Υπέρ τών διακονούντων καί διακονησάντων ημίν.
Υπέρ τών μισούντων καί αγαπώντων ημάς.
Υπέρ τών ελεούντων καί διακονισάντων ημίν.
Υπέρ τών εντειλαμένων ημίν τοίς αναξίοις, εύχεσθαι υπέρ αυτών.
Υπέρ αναρρύσεως τών αιχμαλώτων.
Υπέρ τών εν αέρι ταξιδευόντων καί τών εν θαλάσση καλώς πλεόντων.
Υπέρ τών εν ασθενείαις κατακειμένων.
Ευξόμεθα καί υπέρ ευφορίας τών καρπών τής γής.
Καί υπέρ πάσης ψυχής χριστιανών ορθοδόξων.
Μακαρίσωμεν τούς ευσεβείς βασιλείς.
Τούς ορθοδόξους αρχιερείς.
Τούς κτίτορας τών αγίων τού Θεού Εκκλησιών, τούς γονείς ημών καί διδασκάλους καί πάντας τούς προαπελθόντας πατέρας καί αδελφούς ημών, τούς ενθάδε ευσεβώς κειμένους καί τούς απανταχού ορθοδόξους.
Είπομεν καί υπέρ εαυτών, τό Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.

Τήν ωραιότητα τής παρθενίας σου, καί τό υπέρλαμπρον τό τής αγνείας σου, ο Γαβριήλ καταπλαγείς, εβόα σοι Θεοτόκε. Ποίον σοι εγκώμιον προσαγάγω επάξιον; Τί δε ονομάσω σε; Απορώ καί εξίσταμαι. Διό ως προσετάγην βοώ σοι. Χαίρε η κεχαριτωμένη.

Δι ευχών τών αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός,
ελέησον καί σώσον ημάς. Αμήν.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.