ΔΙΑΚΑΙΝΗΣΙΜΟΣ ΕΒΔΟΜΑΔΑ: Από της Κυριακής του Πάσχα, μέχρι του επόμενου Σαββάτου (της Διακαινησίμου) η προσευχή μας είναι η ακόλουθη.

Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, και τοις εν τοις μνήμασι ζωήν χαρισάμενος (τρίς).

᾽Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν, τόν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καί τήν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καί δοξάζομεν. Σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός Σοῦ ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά Σου ὀνομάζομεν.

Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν ᾽Ανάστασιν· ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν ᾽Ανάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (τρίς).

Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ᾽Αγγέλου· τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα· δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων.

Εἰ καί ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ ῞ᾼδου καθεῖλες τήν δύναμιν· καί ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε· καί τοῖς σοῖς ᾽Αποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

᾽Εν τάφῳ σωματικῶς, ἐν ῞Αδῃ δέ μετά ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δέ μετά λῃστοῦ, καί ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετά Πατρός καί Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

῾Ως ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καί παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγή τῆς ἡμῶν ἀναστάσεως.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Τό τοῦ ῾Υψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διά σοῦ γάρ δέδοται ἡ χαρά Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ ἐν γυναιξίν ὑπάρχεις, πανάμωμε Δέσποινα.

Κύριε, ἐλέησον(40).

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Τήν τιμιωτέραν τῶν Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, Σε μεγαλύνουμεν.

Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον ημάς. Αμήν.

Ευχή του Μεγάλου Βασιλείου
Ευλογητός εί, Κύριε, Δέσποτα παντοκράτορ, ο φωτίσας τήν ημέραν τώ φωτί τώ ηλιακώ, καί τήν νύκτα φαιδρύνας ταίς αυγαίς τού πυρός, ο τό μήκος τής ημέρας διελθείν ημάς καταξιώσας, καί προσεγγίσαι ταίς αρχαίς τής νυκτός, επάκουσον τής δεήσεως ημών, καί παντός τού λαού σου, καί πάσιν ημίν συγχωρήσας τά εκούσια καί τά ακούσια αμαρτήματα, πρόσδεξαι τάς εσπερινας ημών ικεσίας, καί κατάπεμψον τό πλήθος τού ελέους σου καί τών οικτιρμών σου επί τήν κληρονομίαν σου.

Τείχισον ημάς αγίοις Αγγέλοις σου όπλισον ημάς όπλοις δικαιοσύνοις σου, περιχαράκωσον ημάς τή αληθεία σου, φρούρησον ημάς τή δυνάμει σου, ρύσαι ημάς εκ πάσης περιστάσεως, καί πάσης επιβουλής τού αντικειμένου. Παράσχου δέ ήμίν καί τήν παρούσαν εσπέραν, σύν τή επερχομένη νυκτί, τελείαν, αγίαν, ειρηνικην, αναμάρτητον, ασκανδάλιστον, αφάνταστον, καί πάσας τάς ημέρας τής ζωής ημών πρεσβείαις τής αγίάς Θεοτόκου, καί πάντων τών Αγίων τών απ’ αιώνός σοι ευαρεστησάντων. Αμήν.

Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, και τοις εν τοις μνήμασι ζωήν χαρισάμενος (τρίς).

Από την Κυριακή του Πάσχα μέχρι την Ανάληψη του Χριστού, για σαράντα μέρες, στις προσευχές μας αντί να λέμε δι’ ευχών των Αγίων… λέμε Χριστός Ανέστη εκ νεκρών… Αυτές τις σαράντα ημέρες, χαιρετούμε τους άλλους με: Χριστός Ανέστη και απαντούμε: Αληθώς Ανέστη.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 5 (1 ψήφος)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.