Δέσποτα Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν ὁ κρατῶν καί κυβερνῶν τά πάντα, Ἅγιος καί δεδοξασμένος ὑπάρχεις. Διό Βασιλεῦ τῶν Βασιλευόντων καί Κύριε τῶν Κυριευόντων δόξα σοί. Ὁ καθήμενος ἐν τῷ φωτί τῷ ἀπείρω καί ἀπροσίτω βροτοῖς, ὅπερ εἶδον δυνάμεις χιλιάδες καί μυριάδες Ἁγίων Ἀγγέλων καί Ἀρχαγγέλων.

Σύ γιγνώσκεις τά κρύφια του ταπεινοῦ δούλου σου Κυπριανοῦ. Ὅτι οὐκ ἐγίγνωσκον πρότερoν τά σά θαυμάσια Κύριε παντοδύναμε. Σύ εἰ μόνος Κύριος Ἰησοῦς Χριστός ὁ Θεός ἠμῶν. Ὁ εὐδοκήσας ἐξ ἀναξίου γενέσθαι μέ ἄξιον καί συζησάμενος τῷ ἐν σοῖ πόθω καί ἀγάπη πρός ἀκοήν τῶν Ἁγίων σου Ἀποστόλων καί Ἱερομαρτύρων καί πάντων σου τῶν Ἁγίων.

Παρακαλῶ δέ τήν σήν φιλανθρωπίαν, ἴνα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερισσεύη ἡ χάρις σου Κύριε, ὅτι ἐκράτουν τά νέφη καί οὐκ ἔβρεχον, ἔδενον τήν γῆν καί οὐκ ἔδιδε τούς καρπούς αὐτῆς.

Τάς ἀμπέλους καί οὐκ ἐβλάστανον, τά ποίμνια τῶν προβάτων καί οὐκ ἐποίουν γάλα, τά αἰγίδια καί οὐκ ἐγέννων, τούς ἄνδρας καί οὐκ ἐσμίγοντο μετά τῶν γυναικών αὐτῶν, τάς μητέρας καί οὐκ ἐτεκνοποίουν, τά πλοῖα καί οὐκ ἐπλέον, τά ἐργαστήρια καί οὐκ εἰργάζοντο, τούς ἁλιεῖς καί οὔχ ἠλίευον, τούς κήπους καί οὐκ ἐποίουν λάχανα, τά δένδρα καί οὐκ ἐκαρποφόρουν, τούς ποταμούς καί οὐκ ἔτρεχον, τούς μύλους καί οὐκ ἐγύριζον, τούς ἀδελφούς καί ἀνδρόγυνα εἰς ἀφιλίωτον ἔχθραν ἔφερον καί τούς διεχώριζον, ἐποίουν τό θέρος χειμώνα καί τόν χειμώνα θέρος, ταῦτα πάντα εἰργαζόμην φαντασία τελεία.

Η συνέχεια στο άρθρο Προσευχή Αγίου Κυπριανού – Διαλύουσα τα Μάγια

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.