Το Ευαγγέλιο του Σαββάτου 8 Νοεμβρίου 2025. Εορτή της Ορθοδοξίας: Η Σύναξη των Αρχαγγέλων Μιχαήλ και Γαβριήλ και των λοιπών Ασωμάτων και Ουράνιων Αγγελικών Ταγμάτων. Ο Άγιος Φιλάρετος ο Μητροπολίτης Νέας Υόρκης και Ανατολικής Αμερικής. Κατά Λουκά: Αλίμονο στις αμετανόητες πόλεις. Η επιστροφή των εβδομήντα δύο. Η αγαλλίαση του Ιησού. Ευαγγελικό απόσπασμα ημέρας από πρωτότυπο και σε νεοελληνική απόδοση.
Ευαγγελικό απόσπασμα Αγίων Αρχαγγέλων Μιχαήλ και Γαβριήλ. Το παρακάτω Ευαγγέλιο αναγιγνώσκεται στους ομώνυμους Ιερούς Ναούς ή/και προς τιμήν μνήμης των Αγίων Αρχαγγέλων.
Κατά Λουκά Άγιο Ευαγγέλιο, Κεφάλαιο Ι'(10) 16-21
῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.
᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.





































