Το Ευαγγέλιο της Τετάρτης 6 Μαΐου 2026. Μεσοπεντηκοστή. Η Τετάρτη της Μεσοπεντηκοστής. Εορτή της Ορθοδοξίας: Ο Δίκαιος Ιώβ ο Προφήτης. Ο Όσιος Σεραφείμ που ασκήτευσε στο όρος Δομπού Λεβαδείας. Η Οσία Σοφία η εν Κλεισούρα ασκήσασα. Κατά Ιωάννη: Ο Ιησούς έρχεται στην εορτή της Σκηνοπηγίας. Είναι αυτός ο Χριστός;. Ευαγγελικό απόσπασμα ημέρας από πρωτότυπο και σε νεοελληνική απόδοση.

Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.

Κατά Ιωάννη Άγιο Ευαγγέλιο, Κεφάλαιο Ζ'(7) 14-30
῎Ηδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ ᾿Ιησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε.
καὶ ἐθαύμαζον οἱ ᾿Ιουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς;
ἀπεκρίθη οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με·
ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ.
ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο.
Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ’ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ!
μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.

Ευαγγέλιο Τετάρτη της Μεσοπεντηκοστής 6 Μαΐου 2026 – Αγία Σοφία εν Κλεισούρα

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.