Το Ευαγγέλιο της Μεγάλης Δευτέρας 6 Απριλίου 2026. Μεγάλη Εβδομάδα. Μεγάλη Δευτέρα με την άκαρπη συκιά. Εορτή της Ορθοδοξίας: Ο Άγιος Ευτύχιος ο Πατριάρχης Κωνσταντινούπολης. Οι Άγιοι εκατόν είκοσι Μάρτυρες που μαρτύρησαν στην Περσία. Ο Όσιος Γρηγόριος ο Σιναΐτης. Κατά Ματθαίο: Αρχή ωδίνων. Η μεγάλη θλίψη. Ο ερχομός του Υιού του ανθρώπου. Μάθημα από τη συκιά. Ευαγγελικό απόσπασμα Μεγάλης Δευτέρας από πρωτότυπο και σε νεοελληνική απόδοση.

Κατά Ματθαίο Άγιο Ευαγγέλιο, Κεφάλαιο ΚΔ'(24) 3-35

Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος;
καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.

πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι.
μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος.

ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.

τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους.

καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς,
καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.

ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.

Η ΣΥΝΕΧΕΙΑ ΣΤΟ ΑΡΘΡΟ Ευαγγέλιο Μεγάλη Δευτέρα 6 Απριλίου 2026 – Η Άκαρπη Συκιά

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.