Το Ευαγγέλιο της Δευτέρας του Πάσχα 21 Απριλίου 2025. Εβδομάδα Διακαινησίμου. Εορτή της Ορθοδοξίας: Ο Άγιος Ιανουάριος ο Επίσκοπος ο Ιερομάρτυρας και οι συν αυτώ Μάρτυρες. Η Αγία Αλεξάνδρα η βασίλισσα. Ο Όσιος Αναστάσιος ο Σιναΐτης Β Αντιοχείας. Ο Άγιος Μαξιμιανός ο Πατριάρχης Κωνσταντινουπόλεως. Κατά Ιωάννη: Προΰπαρξη του Ιησού Χριστού. Η μαρτυρία του Ιωάννη του Βαπτιστή. Ευαγγελικό απόσπασμα κατά την Δευτέρα του Πάσχα από πρωτότυπο και σε νεοελληνική απόδοση.
Κατά Ιωάννη Άγιο Ευαγγέλιο, Κεφάλαιο Α'(1) 18-28
Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ᾿Ιωάννου, ὅτε ἀπέστειλαν οἱ ᾿Ιουδαῖοι ἐξ ῾Ιεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ;
καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.
καὶ ἠρώτησαν αὐτόν· τί οὖν; ᾿Ηλίας εἶ σύ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ.
εἶπον οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν ῾Ησαΐας ὁ προφήτης.
καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων·
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε ᾿Ηλίας οὔτε ὁ προφήτης;
ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε.





































