Το Ευαγγέλιο της Δευτέρας 13 Ιουλίου 2026. Εορτή της Ορθοδοξίας: Η Σύναξη του Αρχαγγέλου Γαβριήλ. Ο Όσιος Στέφανος ο Σαββαΐτης. Η Αγία Γολινδούχ η Περσίδα η Μάρτυς. Ο Άγιος Ονησίφορος ο Θαυματουργός ο εν Πάφο Ασκήσας. Κατά Λουκά: Αλίμονο στις αμετανόητες πόλεις. Η επιστροφή των εβδομήντα δύο. Η αγαλλίαση του Ιησού. Ευαγγελικό απόσπασμα ημέρας από πρωτότυπο και σε νεοελληνική απόδοση.
Ευαγγελικό απόσπασμα Συνάξεως του Αρχαγγέλου Γαβριήλ. Το παρακάτω Ευαγγέλιο αναγιγνώσκεται στους ομώνυμους Ιερούς Ναούς ή/και προς τιμήν μνήμης του Αρχαγγέλου Γαβριήλ.
Κατά Λουκά Άγιο Ευαγγέλιο, Κεφάλαιο Ι'(10) 16-21
῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.
᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.





































