Πρόσδεξαι, ώ μετανοίας κῆρυξ καί λύχνε τοῦ ἡλίου τῆς δόξης φαεινέστατε, τήν παρ΄εμοῦ προσφερομένην παράκλησιν, ὁ καί μείζων ἕν γεννητοίς παρά τοῦ Σωτῆρος μαρτυρηθείς, ὁ τά στειρωτικά δεσμά διαλύσας καί τήν πατρικήν ἀφωνίαν εἰς εὐφωνίαν μετατρεψάμενος.

Ὁ πᾶσι τόν σωτήριον προκηρύξας νόμον καί τόν ἕνα τῆς ὁμοουσίου καί ἀδιαιρέτου Ὑπεραγίας Τριάδος, Θεόν Λόγον, χειρί κρατῆσαι καί βαπτίσαι ἀξιωθείς, ὁ Πρόδρομός τε καί Προφητῶν ἁπάντων ὑπέρτερος, Ἰωάννη ἔνδοξε χαριτώνυμε, εἰσάκουσον καί ἄναψον μοῦ τόν ἐσβεσμένον τή ραθυμία λύχνον τῆς ψυχῆς μου καί φώτισον μέ τή εὐπαρρησιάστω πρεσβεία σου.

Ἐσπίλωσα γάρ μου τόν λογισμόν, ἠφάνισα κλῆρον τόν πατρικόν, ἀλόγοις ὁμοιωθείς κτήνεσι καί ἀθλίως τούτοις συμβοσκηθείς ὁ δύστηνος. Πάντας ὑπερέβην ἐν ἀνομίαις τῷ βορβόρῳ τῶν παθῶν κυλινδούμενος καί ἀσώτως δαπανήσας μου τήν ζωήν. Ἀλλ΄έγειρόν μέ τή μεσιτεία σου, ὡς μεσίτην Σέ πλουτήσαντα πρός τόν Κριτήν.

Ἵλεών μοί τοῦτον ἀπέργασαι, ὡς παρρησίαν ἔχων πρός Αὐτόν.

Ἔκτεινον μοί τήν ἄμαχον χεῖρα σοῦ κατά τῶν παθῶν καί ἐκτελεῖν μέ τόν βίον ἐν ἀγαθοῖς ἐνίσχυσον, ὅπως τῆς ζοφερῆς κολάσεως ρυσθείς, τῆς οὐρανίου τύχοιμι δόξης, ὦ Θεοῦ Προφῆτα καί Βαπτιστά, σαῖς ἱκεσίαις ταῖς πρός τόν Κύριον, ὅτι αὐτῷ πρέπει δόξα, ὕμνος, κράτος καί προσκύνησις, εἰς τούς αἰώνας.αμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.