Παρακλητικός Κανών της Καλλινίκου Μεγαλομάρτυρος και Θαυματουργού Μαρίνας Άνδρου Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου- Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρθενομάρτυς τοῦ Σωτῆρος Μαρίνα, ὡς παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, πάσης ἀνάγκης ῥύου καὶ κακώσεως, καὶ παντοίων θλίψεων, καὶ παθῶν καὶ κινδύνων, τοὺς πιστῶς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου, καὶ ἐκζητοῦντας Μάρτυς εὐλαβῶς, τὴν σὴν θερμὴν προστασίαν ἑκάστοτε.
Δόξα.
Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ἀνδρείαν καὶ φρόνησιν σὺ κεκτημένη σεμνή, ἀνδρείως κατεπάτησας ὄφιν ἀρχέκακον, Μαρίνα πανεύφημε ἤσχυνας Ὀλυβρίου τὰς πικράς τιμωρίας ηὔφραvας Ἀσωμάτων τὰς χορείας ἀθλοῦσα, διὸ ἀπαύστως πρέσβευε Χριστώ, εἰς τὸ σωθῆναι ἡμᾶς.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μαρίνα, δίδου ἡμῖν σὴν χάριν, Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρίνα Παρθένων ἡ καλλονή, καὶ δόξα Μαρτύρων, καθικέτευε ἐκτενῶς, διδόναι συγχώρησιν πταισμάτων, τοῖς προσιοῦσιν θερμῶς τῇ πρεσβείᾳ σου.
Ἁπάσης ἀνάγκης καὶ προσβολῆς, ἀτρώτους συντήρει, τοὺς προσπίπτοντας εὐλαβῶς, Μαρίνα τῇ θεῖά σου εἰκόνι, καὶ τὴν θερμήν σου αἰτοῦντας βοήθειαν.
Ῥοαῖς καὶ ἀρδείαις ταῖς μυστικαῖς, Μαρίνα θεόφρον, ὧνπερ εἴληφας δωρεῶν, τοὺς ἄνθρακας σβέσον τῶν παθῶν μου, καὶ τὴν κατ’ ἄμφω ὑγίειαν μοι δώρησαι.
Θεοτοκίον.
Ἰσχὺν ἡμῖν δίδου κατὰ παθῶν, κεχαριτωμένη παντευλόγητε Μαριάμ, καὶ παῦσον ψυχῆς μου τὴν ὀδύνην, τὸν ἰατρὸν τῶν ψυχῶν ἡ κυήσασα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων παντοίων καὶ πολλαπλῶν θλίψεων, καὶ ἐπηρειῶν ὀλεθρίων, τοῦ πολεμήτορος, ἡμᾶς ἀπάλλατε, μεγαλομάρτυς Μαρίνα, ταῖς πρὸς τὸν Νυμφίον σου, θερμαῖς δεήσεσιν.
Ἀθληφόρων λαμπρότης νύμφη Χριστοῦ πάνσεμνε, καὶ τῶν εὐσεβῶν προστασία, Μαρίνα ἔνδοξε, πάσης στενώσεως, καὶ δυσπραγίας ἐν βίῳ, ἀσινεῖς διάσωζε, τοὺς σὲ γεραίροντας.
Δοξασθεῖσα ἀξίως παρὰ Χριστοῦ πάνσεμνε, πάσης τῶν παθῶν ἀδοξίας, καὶ πάσης θλίψεως, ἀτρώτους φύλαττε, παρθενομάρτυς Μαρίνα, τοὺς πιστῶς προστρέχοντας, τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν αἴτει καὶ τῶν παθῶν ἴασιν, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων τὴν ἀπολύτρωσιν, Παρθένε ἄχραντε, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸ τῆς σῆς κυήσεως, μέγα μυστήριον.
Διάσωσον, παρθενομάρτυς Μαρίνα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ μετὰ σπουδῆς προστρέχοντες, Μαρίνα σεμνή, λαμβάνομεν πᾶν αἴτημα· σὺ γὰρ παρέχεις ἅπασι, καὶ ψυχῶν καὶ σωμάτων τὴν ἴασιν, καὶ διαλύεις δεινὰς συστροφάς, ἀεὶ καθ’ ἡμῶν τοῦ παναλάστορος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δεδεγμένη πανεύφημε, τὴν τῶν ἰαμάτων θείαν ἐνέργειαν, μὴ ἐλλείπῃς βλύζειν πάντοτε, τοῖς σοὶ προσιοῦσιν ῥῶσιν ἄφθονον.
Ὀδυνῶν ἀπαλλάττονται, καὶ πολυειδῶν σεμνὴ περιστάσεων, οἱ προστρέχοντες τῷ οἴκῳ σου, καὶ τὴν θείαν χάριν σου κηρύττοντες.
Ὑπὲρ πάντων ἱκέτευε, τὸν σὸν ὦ Μαρίνα Νυμφίον πάντοτε, πειρασμῶν διδόναι λύτρωσι, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Θεοτοκίον.
Ἡ τὸν πάντων δεσπόζοντα, τέξασα Παρθένε σαρκὶ δι’ ἔλεος, δεσποτεία τοῦ ἀλάστορος, τὸν ῥερυπωμένον νοῦν μου λύτρωσαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μάρτυς ἀληθής, ἀνεδείχθης τοῦ Παντάνακτος, ἐναθλήσασα Μαρίνα καρτερῶς· διὰ τοῦτο τῇ σῇ χάριτι προστρέχομεν.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, τῶν ἐν πίστει προσιόντων σοι σεμνή, ὡς θαυμάτων δεδεγμένη χάριν ἄφθονον.
Νέκρωσον ἐχθροῦ, τοῦ δολίου τὰ βουλεύματα, ἃ τεκταίνει ὦ Μαρίνα καθ’ ἡμῶν, ἐν εἰρήνῃ συντηροῦσα τὴν ζωὴν ἡμῶν.
Θεοτοκίον.
Σάρκα προσλαβών, ἐξ αἱμάτων σου Πανάμωμε, ὁ τοῖς πᾶσι τὴν ζωὴν ἀεὶ διδούς, προστασίαν σε ἡμῶν θερμὴν ἀνέδειξε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἡλίου, τοῦ νοητοῦ ταῖς ἀκτῖσι, λαμπομένη καλλιμάρτυς Μαρίνα, διασκεδάζεις παθῶν πάντα ζόφον, καὶ ἀκαθάρτων πνευμάτων ἐπήρειαν, καὶ εὐφροσύνης θεῖον φῶς, ἀνατέλλεις τοῖς σὲ μακαρίζουσι.
Ναμάτων, τῶν νοητῶν πληρουμένη, ἐκ πηγῶν τοῦ σωτηρίου Μαρίνα, βλῦσον ἡμῖν, γλυκασμὸν σωτηρίας, καὶ δροσισμὸν θεϊκῆς ἀγαθότητος, ὡς κεκτημένη πρὸς Χριστόν, παῤῥησίαν πολλὴν καλλιπάρθενε,
Χειμάζει, παθῶν ποικίλων χειμών με, καὶ καθέλκει πρὸς βυθὸν ἀπωλείας, ἀλλ’ ὡς λιμένι τῷ θείῳ ναῷ σου, καταφυγὼν ὦ Μαρίνα κραυγάζω σοι· τῶν ἐπελθόντων μοι δεινῶν, διὰ τάχους ἐξάρπασον δέομαι.
Θεοτοκίον.
Ἀφράστως, τὸν Ποιητὴν τῶν ἁπάντων, μετὰ σώματος τεκοῦσα Παρθένε, ἀναλλοιώτως ἀτρέπως ὡς οἶδε, δι’ εὐσπλαγχνίαν ὁ μόνος φιλάνθρωπος, διέλυσας τὴν τοῦ Ἀδάμ, τῷ σῷ τόκῳ κατάραν Πανάμωμε.
Διάσωσον, παρθενομάρτυς Μαρίνα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Παρθενομάρτυς Μαρίνα θεόνυμφε, τὰς ἱκεσίους φωνὰς ἡμῶν πρόσδεξαι, καὶ πλήρου ἡμῶν τὰ αἰτήματα, τῇ πρὸς Χριστοῦ δεδομένῃ σοι χάριτι, πταισμάτων αἰτοῦσα ἡμῖν ἄφεσιν.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 1-13)
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νύμφη ἀδιάφθορος, καὶ θαυμαστὴ Ἀθληφόρος, ὦ Μαρίνα πέφηνας, τοῦ Χριστοῦ ἀθλήσασα θείῳ ἔρωτι, καὶ πολλῆς χάριτος, Μάρτυς ἠξιώθης· διὰ τοῦτό σου δεόμεθα, ἐκ πάσης θλίψεως, καὶ ὀδυνηρῶν περιστάσεων, καὶ νόσων καὶ κακώσεων, ἀβλαβεῖς ἡμᾶς διαφύλαττε, τοὺς ἐν εὐλαβείᾳ, προστρέχοντας τῷ θείῳ σου ναῷ, καὶ τῇ ἁγίᾳ εἰκόνι σου, πάνσεμνε προσπίπτοντας.
Σὼσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν θείαν πηγάζει, ἡ ἁγία εἰκών σου, Μαρίνα ἔνδοξε, ᾗ πίστει προσιόντες, ὑμνοῦμέν σου τοὺς ἄθλους, καὶ συμφώνως κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰατρεύειν μὴ παύσῃ, τὰς δεινὰς καχεξίας, καὶ τὰ νοσήματα, Μαρίνα Ἀθληφόρε, τῶν πίστει προσιόντων, τῷ ναῷ σου ἑκάστοτε, καὶ ἐκζητούντων τὴν σήν, θερμῶς ὀξεῖαν χάριν.
Νοῦν ἀλάστορα Μάρτυς, τῇ στεῤῥᾷ σου ἀθλήσει, καταπεπάτηκας· αὐτοῦ οὖν τῆς κακίας, Μαρίνα ἀθληφόρε, τοὺς βοῶντας ἀπάλλατε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γηγενῶν τὴν οὐσίαν, νεκρωθεῖσαν ἀπάτῃ, τοῦ πολεμήτορος, ἐζώωσας Παρθένε, Χριστὸν τὸν Ζωοδότην, ἀποῤῥήτως κυήσασα, τὴν τῶν ἁπάντων ζωήν, καὶ λυτρωτὴν τοῦ κόσμου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τῷ ναῷ σου, οἱ προσιόντες Μαρίνα, θᾶττον ῥύονται ἐκ πάσης δυσχερείας, καὶ τῆς ἀρωγῆς σου, κηρύττουσι τὴν χάριν.
Ῥῦσαι Μαρίνα, τῆς ἐπελθούσης ἀνάγκης, τοὺς προσπίπτοντας τῇ θείᾳ σου πρεσβείᾳ, καὶ παράσχου πᾶσι, χαρὰν καὶ εὐφροσύνην.
Ἀῤῥωστημάτων, καὶ χαλεπῶν συμπτωμάτων, ἀπολύτρωσαι Μαρίνα ἀθληφόρε, τοὺς ἐκδεχομένους, τὴν θείαν ἀρωγήν σου.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε, Χριστιανῶν ἡ προστάτις· διὸ ἅπαντες τῇ σῇ σπεύδομεν σκέπῃ, ἵνα λυτρωθῶμεν, πολυειδῶν σκανδάλων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων Μαρίνα, βλύζουσα τὰ ῥεῖθρα, ἀσθενειῶν κατακλύζεις τὸν βόρβορον, καὶ τὴν ὑγιείαν παρέχεις τοῖς σὲ γεραίρουσι.
Μεγίστων χαρισμάτων, κατηξιωμένη, μεγάλων πόνων καὶ θλίψεων λύτρωσαι, μεγαλομάρτυς Μαρίνα τοὺς εὐφημοῦντάς σε.
Ὁ ἅγιος ναός σου, πάντας ἁγίαζει, τοὺς ἐν αὐτῷ μετὰ πίστεως σπεύδοντας· διὸ Μαρίνα ὑμνοῦμεν τὰς ἀντιλήψεις σου.
Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη· χαῖρε Παρθένε Ἀγγέλων Βασίλισσα, καὶ τῶν βροτῶν σωτηρία καὶ καταφύγιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Παρθένων ἡ καλλονή, καὶ Μαρτύρων δόξα, ὦ Μαρίνα νύμφη Χριστοῦ· χαίροις προστασία, ἡμῶν καὶ θυμηδία, τῶν καυχωμένων Μάρτυς, τοῖς θαυμασίοις σου.
Νύμφη τοῦ Σωτῆρος περικαλλής, Τούτῳ προσελθοῦσα, διανοίᾳ εἰλικρινεῖ, γέγονας Μαρίνα, καὶ ἤθλησας ἀνδρείως, ὡς τετρωμένη Μάρτυς, Τούτου τῷ ἔρωτι.
Χαίρουσα ἐκήρυξας τὸν Χριστόν, καὶ εὐτονωτέρα, αἰκισμάτων ὀδυνηρῶν, ῥώμῃ θεοσδότῳ, Μαρίνα ἀνεδείχθης, καὶ τοῦ ἐχθροῦ καθεῖλες τὰ μηχανήματα.
Τοῦ πυρὸς ὑπήνεγκας τὴν ὁρμήν, καὶ πυρὶ ἀΰλῳ, φλέγεις ὕλην τὴν τῶν παθῶν, ἔνδοξε Μαρίνα, Χριστοῦ παρθενομάρτυς, καὶ πᾶσιν ἀναβλύζεις, χάριν σωτήριον.
Πίστει προσιόντες τῷ σῷ ναῷ, ἔνδοξε Μαρίνα, πάσης βλάβης τοῦ πονηροῦ, λυτρούμεθα θᾶττον, τῇ σῇ ἐπιστασίᾳ, καὶ πάσης δυσχερείας λύσιν εὐρίσκομεν.
Πλήρου τὰς αἰτήσεις τῶν εὐσεβῶν, καὶ δίδου ὑγίειαν, τὴν κατ’ ἄμφω διηνεκῶς, καὶ ἁμαρτημάτων, τὴν ἄφεσιν ἐξαίτει, Μαρίνα ἀθληφόρε, τοῖς σὲ γεραίρουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Άπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ἀνδρείαν καὶ φρόνησιν σὺ κεκτημένη σεμνή, ἀνδρείως κατεπάτησας ὄφιν ἀρχέκακον, Μαρίνα πανεύφημε, ἤσχυνας Ὀλυβρίου τὰς πικράς τιμωρίας ηὔφραvας Ἀσωμάτων τὰς χορείας άθλοῦσα, διὸ άπαύστως πρέσβευε Χριστώ, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς Ἀθληφόρε τοῦ Χριστοῦ, ἔνδοξε Μαρῖνα θεόφρον, ἀξιοθαύμαστε, πάσης ἐξελοῦ ἡμᾶς, ἐπιφοράς χαλεπῶν, καὶ κινδύνων καὶ θλίψεων, τὸν τάραχον παῦσον, τοῖς πιστῶς προστρέχουσι, τῇ ἀντιλήψει σου, λύουσα παθὼν τὰς ἐφόδους, καὶ εἰρήνην πᾶσι αἰτοῦσα, καὶ πλημμελημάτων ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Μαρίνα τὴν δέησιν ταύτην προσδέχου.
Ἣν σοι οι Πατέρες τὴς Μονής σου πόθω προσάγουσι.
Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα και Θαυματουργόν Μαρίνα
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ
†Εορτάζεται στις 17 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν Ἀθλοφόρον καὶ παρθένον Μαρίναν, τὴν δι’ ἁγνείας τὴν ψυχὴν ὡραΐσασαν, ἀνευφημοῦντες κράξωμεν ἐκ μέσης ψυχῆς· Μάρτυς ἀξιάγαστε, ταῖς πρεσβείαις σου ῥῦσαι, πάντας τοὺς τιμῶντάς σε, τοῦ λιμοῦ καὶ λοιμοῦ τε, καὶ πάσης ἄλλης βλάβης τοῦ ἐχθροῦ, ὅπως ὑμνῶμεν ἐνθέως τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐν τοῖς Θεοτοκίοις Σεραφείμ.
ᾨδὴ α΄. Ἦχος πλ δ΄. Ὑγρὰν διοδεύσας.
Σκιρτῶσαι, Μαρίνα, ἐν οὐρανῷ, καὶ τῶν τοῦ ὑψίστου, πληρουμένη μαρμαρυγῶν, φώτισον τὸν νοῦν μου σαῖς πρεσβείαις, καὶ σκοτασμοῦ τῶν παθῶν με ἀπάλλαξον.
Θερμῶς ἱκετεύω σε ὁ οἰκτρός, ταῖς σαῖς ἱκεσίαις, ὦ Μαρίνα μάρτυς Χριστοῦ, δυσχερῶν τοῦ βίου λύτρωσαί με, καὶ τῶν παθῶν μου τὸν τάραχον κόπασον.
Μέγα τὸ κατόρθωμά σου σεμνῇ, δράκοντα γὰρ μέγαν, ἐταπείνωσας εὐθαρσῶς, κᾀμὲ ὅθεν δώρησαι Μαρίνα, περιφρονήσαι αὐτοῦ τὰ σοφίσματα.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε ἄσπιλε τῆς ἐμῆς, διανοίας θάῤῥος, καὶ ἐλπίς μου τῆς ταπεινῆς, ψυχῆς καὶ καρδίας ταλαιπώρου, σὺ εἶ τὸ φῶς, ἡ ζωὴ καὶ ἀνάστασις.
ᾨδὴ γ΄. Σὺ εἶ στερέωμα.
Χαίρουσα, πανόλβιε, ἐν οὐρανοῖς σὺν τοῖς Μάρτυσι, πάντας ἡμᾶς, φρούρησον εὐχαῖς σου, καὶ παθῶν ἐλευθέρωσον.
Σκέπην τὴν Εἰκόνα σου, σοφὴ Μαρίνα, οἰόμενοι, δαιμονικάς, φεύγομεν παγίδας, καὶ δεινῶν ἐκλυτρούμεθα.
Ὕμνον εὐχαριστήριον, ὁ σὸς οἰκέτης προσφέρω σοι, διασωθείς, δεινῆς ἀσθενείας, ὦ Μαρίνα, πρεσβείαις σου.
Θεοτοκίον.
Ἔχω σε, Πανάσπιλε, βίου προστάτιν καὶ τεῖχος ἄῤῥηκτον, διὸ δεινῶν, τοῦ ματαίου βίου, οὗ πτοοῦμαι τὴν ἔφοδον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐντρυφῶσα, Πανένδοξε, καὶ ἐνηδομένη θείαις λαμπρότησι, τῶν τιμώντων σε μνημόνευε, καὶ ἐκ νόσων ῥύου, ταῖς πρεσβείαις σου.
Τῶν ἁγίων αἱμάτων σου, οἱ κρουνοὶ Μαρίνα, κατέσβεσαν, τὴν δεινὴν παθῶν μου φλόγωσιν, καὶ εἰς ὑγιείαν με ὠδήγησαν.
Σταλαγμοῖς τῶν ὀμμάτων σου, πᾶσαν ἀθείας πυρὰν κατέσβεσας, καὶ τῶν τιμώντων ἤρδευσας, τὰς ψυχάς, Μαρίνα θεοδόξαστε.
Θεοτοκίον.
Ῥόδον σὺ τὸ ἀμάραντον, ὦ Παρθένε μόνη βλαστήσασα, ταῖς πρεσβείαις σου περίζωσε, τοὺς προστρέχοντάς σοι, Μητροπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμᾶς, τοὺς τιμῶντάς σε, θεόπνευστε, φωτὶ τῷ μεγάλῳ νῦν προσεγγίζουσα, καὶ φωτοφόρους, τὰς ψυχὰς ἡμῶν ἀπέργασαι.
Ῥεύμασι σεπτοῖς, τῶν αἱμάτων σου κατάσβεσον, πῦρ τὸ τῆς ἀπάτης καὶ ξήρανον ῥοῦν, τῆς δυσσεβῶν τυραννίας, Μαρίνα πάνσεμνε.
Θείαις καλλοναῖς, τοῦ Νυμφίου σου, ἀοίδιμε, ἐνηδομένη τῶν ὑμνούντων σε, φωτός τοῦ θείου, τὰς ψυχὰς εὐχαῖς σου ἔμπλησον.
Θεοτοκίον.
Ἄχραντε σεμνῇ, θείω ὕδατι με ράντησον, καὶ ταῖς λιβάσι τοῦ ἐλέους σου, σταγόνας δίδου, τῶν δακρύων ὑετίζειν με.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐλήλυθε φωταυγής, σεμνὴ ἡ μνήμη σου σήμερον, φωτίζουσα τοὺς πιστῶς, ἐν ταύτῃ τιμῶντάς σε, καὶ σκότος διώκουσα, παθῶν ἀνιάτων, καὶ δαιμόνων ταῖς πρεσβείαις σου.
Στεφάνῳ παρθενικῷ, Χριστός, Μαρίνα, σε ἔστεψεν, ὡς καθαρὰν καὶ ἁγνήν, καὶ χορῷ Παρθένων σε, δεόντως ἐσκήνωσε, διὸ ὑπὲρ πάντων, ἡμῶν τοῦτον καθικέτευε.
Ὑμνοῦσα σὺ τὸν Θεόν, φωναῖς ἀπαύστοις μνημόνευε, ἡμῶν τῶν ἁμαρτωλῶν, Μαρίνα πανένδοξε, ῥυσθῆναι ἐκ θλίψεως, λοιμικῆς τε νόσου, καὶ δεινῶν τοῦ πολεμήτορος.
Θεοτοκίον.
Φωνὴ Ἀρχαγγελική, Θεόν, Μαρία, ἐγέννησας, ὃν ἐξιλέωσαι νῦν, ἡμῖν ὡς ἰσχύουσα, τοῖς πίστει κραυγάζουσι, δωρηθῆναι λύσιν, τῶν πταισμάτων, Παναμώμητε.
Διάσωσον, ἀπὸ κινδύνων, Μαρίνα, ταῖς σαῖς πρεσβείαις, τοὺς ἐν πίστει εἰλικρινεῖ, πρὸς σὲ καταφεύγοντας, καὶ ἴασαι τὰ πολλὰ ἡμῶν πάθη.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Νύμφη ἐκλεκτὴ τοῦ Σωτῆρος, Μαρίνα ἔνδοξε, τὰς σειρὰς τῶν πολλῶν μου πταισμάτων διάῤῥηξον, παθῶν φθορᾶς καὶ κινδύνων ῥῦσαι, καὶ τὴν ἀχλὺν τῶν νόσων μου διασκέδασον, ταῖς πρὸς Θεὸν λιταῖς σου, παναοίδιμε.
Προκείμενον
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθηνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. θ΄ 1 – 6)
Τῷ καιρῶ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὑτοῦ ἔδωκεν αὑτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν. καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὑτοὺς: Μηδὲν αἴρετε εἰς τὴν ὀδόν, μήτε ῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. Καὶ ὅσοι ἂν μὴ δέξονται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπό τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ’ αὑτούς. Ἐξερχόμενοι δέ, διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μαρίνα πανένδοξε, τῶν Ἀθληφόρων τὸ κλέος, σὺν Παρθένων τάγμασι, καὶ χοροῖς Μαρτύρων, τοὺς ἐκτελοῦντάς σου, πίστει τὴν κοίμησιν, καὶ τὴν θείαν μνήμην, καὶ τῇ σκέπῃ προσπελάζοντας, τῇ σῇ Πανεύφημε, σῷζε τῷ Κυρίῳ πρεσβεύουσα, καὶ πᾶσαν νόσον ἴασαι, καὶ τῶν ψυχικῶν ἐλευθέρωσον, δεινῶν ἀλγηδόνων, καὶ ῥῦσαι ἐκ κινδύνων τοῦ ἐχθροῦ, ὡς παῤῥησίαν πρὸς Κύριον ἔχουσα, θεόσοφε.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου….
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὄμβροις τῶν σῶν αἱμάτων ῥεῖθρα, ἀπεξήρανας εἰδώλων φλυαρίας, ἐπομβρίζεις δὲ νῦν, ἰάματα παντοία, μάρτυς Μαρίνα, παύουσα, πῦρ δεινῶν νόσων παντοίων.
Μάρτυς Μαρίνα, τῷ Ὑψίστῳ, στεφηφόρος ἀεὶ παρισταμένη, ὑπὲρ πάντων ἡμῶν, τῶν σὲ ὑμνολογούντων, διηνεκῶς ἱκέτευε, τοῦ ῥυσθῆναι ἐκ κινδύνων.
Πᾶσι πηγάζει, ὦ Μαρίνα, ποταμοὺς ἰαμάτων ἡ εἰκών σου, τὰς ὀδύνας ἀεί, ἐξαίροντας σωμάτων, καὶ τὰς ψυχὰς δροσίζοντας, καὶ πληροῦντας θυμηδίας.
Θεοτοκίον.
Ἔπαινον γλώσσης ἐξ’ ἀνάγνου, τῇ πανάγνῳ σοι προσφέρω, Θεοτόκε, ἐναγῶν λογισμῶν, ῥυσθῆναι δυσωπῶν σε, καὶ μολυσμῶν τοῦ σώματος, ὦ ἀμόλυντε Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς τὴν σὴν μνήμην, τὴν φωτοφόρον τιμῶντας, ἀπὸ πάσης ῥῦσαι σαῖς πρεσβείαις, νόσου, ὦ Μαρίνα, ἵνα σὲ μακαρίζω.
Τῶν ἰαμάτων, χάριν λαβοῦσα Μαρίνα, ἀπελαύνεις νόσους ἀνιάτους, ἐκ τῶν σε τιμώντων, καὶ πόθῳ γεραιρόντων.
Ἀποκαθαίρει, μολυσμοὺς παθημάτων, ἡ εἰκών σου τῶν πόθῳ γεραιρόντων, μνήμην σου τὴν θείαν, Μαρίνα ἀθληφόρε.
Θεοτοκίον.
Ἰωθείσαν μου, τὴν ψυχὴν ἁμαρτίας, δραστικῷ φαρμάκῳ σῆς πρεσβείας, ἴασαι, Παρθένε, ἐλπὶς τῶν σὲ ὑμνούντων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θεώσεως τυχοῦσα, καὶ φωτὶ τρυφῶσα, τῷ οὐρανίῳ, Μαρίνα θεόληπτε, τοὺς σὲ ὑμνοῦντας λιταῖς σου, δεινῶν ἀπάλλαξον.
Μαρίνα δωρηθῆναι, πᾶσιν Ὀρθοδόξοις, ἀπαλλαγὴν δεινῶν νόσων καὶ θλίψεων, Χριστὸν δυσώπει καὶ ῥῶσιν, ψυχῆς καὶ σώματος.
Μαρῖνα Θεοῦ δόξαν, ἐνοπτριζομένη, ὑπὲρ τῶν σὲ εὐφημούντων αὑτὸν δυσώπητον, τοῦ μετασχεῖν θείας δόξης, τε καὶ λαμπρότητος.
Θεοτοκίον.
Μαρία Θεοτόκε, σε ὑμνολογοῦμεν, ὅτι κινδύνων καὶ νόσων λύτρωσαι ἡμᾶς, διηνεκῶς τὸν σὸν Τόκον, καθικετεύουσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ἄμωμον Νύμφην τοῦ Ἰησοῦ, Μαρίναν τὴν θεῖαν, ἱκετεύσωμεν οἱ πιστοί, βοῶντες ῥῦσαι νόσων, καὶ δεινῶν σαῖς πρεσβείαις, ἡμᾶς τοὺς ἐκτελοῦντας τὴν θείαν μνήμην σου.
Μὴ παύσῃ, Μαρίνα τοῦ Ποιητοῦ, θερμῶς δεομένη, ὑπὲρ πάντων τῶν εὐσεβῶς, σε μακαριζόντων, ὡς μάρτυρα Κυρίου, καὶ πόθῳ γεραιρόντων, τὴν θείαν μνήμην σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τοῦ ἐχθροῦ τὰς ἐνέδρας ῥύμη διέφυγες, καὶ αὑτῷ προσπλακεῖσα ὑπερηκόντησας, καὶ ἐκ Θεοῦ τὴν δαψιλῇ χάριν ἀπείληφας, ἀποσοβεῖν ἐκ τῶν πιστῶν, πάντα κίνδυνον δεινόν, καὶ νόσους τὰς λυμαινώδεις, διὸ πρέσβευε τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν, Μαρίνα ἔνδοξε
Ἕτερον Ἀπολυτίκιον τῆς Ἁγίας. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ πατρὸς ἐκ βρέφους ἀπεστράφης τὰ εἴδωλα, καὶ τοῦ Ὀλυβρίου τυράννου, τὴν ὀφρὺν κατεπάτησας, Μαρίνα πανεύφημε σεμνή, ῥωσθεῖσα δὲ ἰσχύι Σταυροῦ αἰσθητοῦ τὴν τοῦ φανέντος, κεφαλὴν συντρίβεις πολεμήτορος· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σήμερον ὑμνοῦμεν εὐσεβῶς, μάρτυς ἀθληφόρε Μαρίνα, σοῦ τὸ ἐκνίκημα καὶ τὴν θείαν μνήμην σου, καὶ εὐκλεῆ ἑορτήν, οἱ ὀρθῶς δογματίζοντες, Τριάδαν Ἁγίαν, καὶ σὲ ἱκετεύομεν, ῥῦσαι σοὺς δούλους δεινῶν, νόσων καὶ παντοίων κινδύνων, καὶ τῆς τοῦ ἐχθροῦ τυραννίδος, τοὺς σοὶ προσπελάζοντας ἀοίδιμε.