ΑΓΙΟΣ ΝΙΚΗΦΟΡΟΣ Ο ΛΕΠΡΟΣ – Ευλογήσαντος του ιερέως – Ο 142oς Ψαλμός.

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου· και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου, εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ’ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου· μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωΐ το έλεός σου, ότι επί σοι ήλπισα· γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου· εξελού με εκ των εχθρών μου, Κύριε· προς σε κατέφυγον. Δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου· το πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία. Ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με· εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου· και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου· και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμί.

Μεθ’ ο Θεός Κύριος και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου (Τετράκις).

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.

Ανδρειοφρόνως της σαρκός σου την λέπραν, καθυπομείνας ως Ιώβ Νικηφόρε, της σης ψυχής εξήγνισας, λαμπρώς την στολήν· τέλεον την κλίμακα, αρετών δε ανέβης, φθάσας τη ασκήσει σου, πολιτείαν αγγέλων· αδιαλείπτως ψάλλων τω Θεώ, σοι δόξα πρέπει, Τριάς ομοούσιε.

Δόξα. Και νυν. Θεοτοκίον.

Ου σιωπήσομεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι· ει μη γαρ συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, έως νυν, ελευθέρους; ουκ αποστώμεν, Δέσποινα εκ σου, σούς γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ο 50ος Ψαλμός.

Ελέησόν με ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνόν με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστι διά παντός. Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα· όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω, και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην· αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμά σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαί με εξ αιμάτων, ο Θεός, ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον· καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Και αρχόμεθα του Κανόνος, ου η ακροστιχίς:
«Χαίρε Νικηφόρε λεπρών καινή λαμπρότης».

Ήχος πλ. δ´.
Ωδή α´. Υγράν διοδεύσας.

Χαρίτων το σκεύος το καθαρόν, χιόνος απάσης τον λευκότερον τη ψυχή, λεπρόν Νικηφόρον δεύτε πάντες· καθαρωτάταις ωδαίς μεγαλύνωμεν.

Αγάπης σφραγίδα την ιεράν, της πίστεως δρόμον τον τελέσαντα ανδρικώς, ελπίδι της άνω Βασιλείας· νυν Νικηφόρον λεπρόν μακαρίσωμεν.

Ιδρώσιν οσίας σου αγωγής, ψυχήν σου την θείαν Νικηφόρε παναληθώς, ποιήσας χρυσίου λαμπροτέραν· εις του Θεού σου τας χείρας παρέθηκας.

Θεοτοκίον.

Ρημάτων αρρήτων του Γαβριήλ, ακούσασα Κόρη Παναγία πανευπειθώς, Θεόν απεκύησας τω κόσμω· παρακοήν τε της Εύας ηνόρθωσας.

Ωδή γ´. Ουρανίας αψίδος.

Εκ της Κρήτης προήλθες, ως νεαυγής ήλιος, πάσαν δε την γην ανταυγείαις, της πολιτείας σου, καινοποιείς ευπρεπώς, υιέ φωτός Νικηφόρε, και παθών την ζόφωσιν, λύεις εκάστοτε.

Νουνεχώς Μοναζόντων, τρίβον στενήν ήνυσας, πάση εγκρατεία παμμάκαρ, ενδιαιτώμενος, και Ασωμάτων χορούς, φθάσας σαρκί Νικηφόρε, αληθώς ετίμησας, σχήμα ισάγγελον.

Ιαμάτων ο έχων, το αχανές πέλαγος, και εν ασθενεία παιδεύων, ούς παραδέχεται, ως ανοθεύτους υιούς, Χριστός σαρκός σοι την λέπραν, Νικηφόρε δέδωκε, φίλτρου εις πίστωσιν.

Θεοτοκίον.

Κυριώνυμε Κόρη, κόσμου παντός Δέσποινα, την δεδουλωμένην ψυχήν μου, τοις παραπτώμασι, ταίς Μητρικαίς σου λιταίς, δείξον παθών ανωτέραν, εις την πρώτην δόξαν μου, πάλιν ανάγουσα.

Ιάτρευσον, ημών τα πάθη πρεσβείαις σου Νικηφόρε, ο βαστάσας της σης σαρκός ανδρείως την λέπρωσιν, εις τέλειον μέτρον της καρτερίας.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Αίτησις υπό του ιερέως. Κάθισμα.
Ήχος β´. Πρεσβεία θερμή.

Οδύνας μακράς, της λέπρας εκαρτέρησας, γενναία ψυχή, και γνώμη καρτερόφρονι, τω Θεώ φθεγγόμενος· Νικηφόρε άσμα γηθόμενος, και μεγαλύνων χείλεσιν αγνοίς, την θείαν απαύστως αγαθότητα.

Ωδή δ´. Εισακήκοα Κύριε.

Ηδονάς τας του σώματος, πάση εγκρατεία πολιτευόμενος· Νικηφόρε απενέκρωσας, το δε πνεύμα θείως ανεζώωσας.

Φερωνύμως της κλήσεως, της επουρανίου μάκαρ γενόμενος· Νικηφόρε κατενίκησας, παρατάξεις πάσας του αλάστορος.

Οφθαλμών σου την πήρωσιν, φέρων Νικηφόρε ένδον σου έβλεπες· επιλάμψεις θείου Πνεύματος, και λαμπρών ακτίνων φως απρόσιτον.

Θεοτοκίον.

Ρητορεύσεις πεπλήρωνται, των προφητευόντων εν σοι πανάμωμε· απειράνδρως γαρ εκύησας, όνπερ πάλαι ούτοι προηγόρευσαν.

Ωδή ε´. Φώτισον ημάς.

Έστησας τον νούν, επί πέτραν του Κυρίου σου, Νικηφόρε διό έμεινας στερρός, ώσπερ αδάμας, αλγηδόσι μη πτοούμενος.

Λέπραν της σαρκός, ως Ιώβ ενεκαρτέρησας, διό λάμπεις Νικηφόρε τη ψυχή, υπέρ χρυσίον, και αργύριον πολύτιμον.

Έθηκας Θεώ, Νικηφόρε την ελπίδα σου, ορφανών τε και χηρών προασπιστά, πατρώων σπλάγχνων, παρ’ ου εύρες την αντίληψιν.

Θεοτοκίον.

Πύργος οχυρός, κατ’ εχθρών υπάρχεις Δέσποινα, καταρράττουσα αυτών τας μηχανάς, ως τετοκυία, τον ισχύι απροσμέτρητον.

Ωδή στ´. Την δέησιν.

Ρωννύμενος, του Θεού τη χάριτι, εκ παθών των χαμερπών Νικηφόρε· το ασθενές, της σαρκός σου εδέξω, ως της Θεού συμπαθείας το δώρημα· του στέργοντος την των βροτών· σωτηρίαν δι’ οίκτον αμέτρητον.

Ως λύχνον σε, της Τριάδος έγνωμεν, Νικηφόρε επί όρους τεθέντα· και ιλαρώς, διαχέοντα πάσι, τον φωτισμόν και την αίγλην του Πνεύματος· την λύουσαν αχλύν παθών· και φαιδρύνουσαν γης τα πληρώματα.

Νενίκηκας, του εχθρού υψώματα, Νικηφόρε ταπεινώσει σου θεία· ότι ψυχή, ευγνωμόνω εδέξω, τη ση σαρκί αλγηδόνας και στίγματα· και γέγονας παναληθώς· της χιόνος αμέτρως λευκότερος.

Θεοτοκίον.

Κοιλία σου, η αγία γέγονε, Μαριάμ των ουρανών πλατυτέρα· ότι Θεός, εν αυτή εχωρήθη, ον ουρανού ου χωρούσι τα πέρατα· Αυτόν δυσώπει μητρικώς· της παθών με ρυσθήναι στενώσεως.

Ιάτρευσον, ημών τα πάθη πρεσβείαις σου Νικηφόρε, ο βαστάσας της σης σαρκός, ανδρείως την λέπρωσιν, εις τέλειον μέτρον της καρτερίας.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις. Κοντάκιον.
Ήχος β´. Προστασία των χριστιανών.

Ασθενείας την στενήν οδόν επεβάδισας, Νικηφόρε και ολοσχερώς ηκολούθησας, τον Δεσπότην ως ευπειθής και άξιος υιός· ζυγόν τούτου δε τον ελαφρόν, και το φορτίον το χρηστόν, εν τοις ώμοις εβάστασας· χαίρων όθεν εισήλθες, εις δόξης της αιωνίου, τας καταπαύσεις τας τερπνάς, χαρμοσύνως αγαλλόμενος.

Προκείμενον.
Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού. (δις)

Στιχ.: Υπομένων υπέμεινα τον Κύριον και προσέσχε μοι.

Ευαγγέλιον.
Εκ του Κατά Ματθαίον (ια´, 27-30)

Είπεν ο Κύριος τοις εαυτού μαθηταίς· πάντα μοι παρεδόθη υπό του Πατρός μου και ουδείς επιγινώσκει τον Υιόν ει μη ο Πατήρ, ουδέ τον Πατέρα τις επιγινώσκει ει μη ο Υιός και ω εάν βούληται ο Υιός αποκαλύψαι. Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς. Άρατε τον ζυγόν μου εφ’ υμάς και μάθετε απ’ εμού, ότι πράός ειμι και ταπεινός τη καρδία και ευρήσετε ανάπαυσιν ταίς ψυχαίς υμών. Ο γαρ ζυγός μου χρηστός και το φορτίον μου ελαφρόν εστι.

Δόξα.
Ταίς του σου Οσίου πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν.
Ταίς της Θεοτόκου πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ.: Ελέησόν με ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου.

Προσόμοιον.
Ήχος πλ. β´. Όλην αποθέμενοι.

Κλίμακα ουράνιον, των αρετών Νικηφόρε, λογισμώ θεόφρονι, και ψυχής στερρότητι αναβέβηκας· ως Ιώβ έφερες, της σαρκός γαρ λέπραν, και ομμάτων σου την πήρωσιν· πληγάς και στίγματα, και την των μελών πάσαν κάκωσιν· εις ύψος δε αιρόμενος, τα των ουρανίων εώρακας· κάλλη και την δόξαν, ην Κύριος ητοίμασε Θεός, τοις εκτελούσιν εκάστοτε Αυτού τα προστάγματα.

Είτα ο ιερεύς.
Σώσον ο Θεός τον λαόν Σου…

Κύριε ελέησον (12).

Ωδή ζ´. Οι εκ της Ιουδαίας.

Αδιάλειπτον έσχες, προσευχήν ώσπερ έργον εν βίω άριστον, δι’ ης Θεώ ωμίλεις, Αγγέλων πολιτείαν, Νικηφόρε μιμούμενος· ο των πατέρων βοών, Θεός ευλογητός ει.

Ιθυνόμενος μάκαρ, παρ’ Ανθίμου του πάνυ εν Χίω ήνυσας, ασκήσεως τον δρόμον, και τρόπαια μεγάλα, Νικηφόρε επέγραψας· διό στεφάνους χειρί, εδέξω ζωηφόρω.

Νέμων θείας ευχάς σου, Νικηφόρε Κυρίω το μεσονύκτιον, μετέωρος επήρθης, ξενίσας μαθητήν σου, σε ιδόντα Ευμένιον· μεθ’ ου τον ύμνον Θεώ, προσάγεις εις αιώνας.

Θεοτοκίον.

Ητού μάννα σε στάμνος, αληθώς προετύπου Παρθενομήτορ Αγνή, και γαρ εν τη γαστρί σου, εφύλαξας τον Άρτον, της ζωής τον Ουράνιον· Χριστόν ψυχάς των πιστών, εκτρέφοντα αρρήτως.

Ωδή η´. Τον Βασιλέα.

Λόγοις σου θείοις, και νουθεσίαις σοφαίς σου, ταίς ψυχαίς θλιβομένων γλυκείαν, την παρηγορίαν, παρείχες Νικηφόρε.

Ακτημοσύνης, σε θησαυρόν Νικηφόρε, ασφαλή και μεγάλον πλουτούμεν, ότι τη καρδία, πτωχός μάκαρ εγένου.

Μακράν τα όντα, ωσεί εγγύς ενοπτρίζου, ψυχικοίς οφθαλμοίς Νικηφόρε, ότι διοράσει, τη θεία εκοσμήθης.

Θεοτοκίον.

Πεποικιλμένη, τη θεία δόξη Παρθένε, Βασιλεί δεξιόθεν παρέστης, τω επουρανίω, ως Δέσποινα του κόσμου.

Ωδή θ´. Κυρίως Θεοτόκον.

Ραδίως το φορτίον, λέπρας βαρυτάτης, ω Νικηφόρε βαστάσας, εις πόλιν Θεού, την ελευθέραν μετέβης, κούφως πτερούμενος.

Οσπόρος Νικηφόρε, του Ευαγγελίου, εις αγαθής και καλής σου, καρδίας την γην, γεωργηθείς τον πολύχουν, στάχυν εποίησεν.

Τον λύχνον της ψυχής σου, πλήσας Νικηφόρε, υπομονής εν ελαίω, Νυμφίος Χριστός, χορώ φρονίμων παρθένων, σε συνηρίθμησεν.

Ηθήκη σων λειψάνων, βλύζει Νικηφόρε, του Παρακλήτου την χάριν, οσμήν τε ζωής, τοις ευλαβώς προσκυνούσι, ταύτην εκάστοτε.

Θεοτοκίον.

Σελήνη Θεοτόκε, ως παμφαεστάτη, εξανατέλλεις τω κόσμω, το άδυτον φως, ως τετοκυία της Δόξης, τον μέγαν Ήλιον.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν, ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Και τα παρόντα Μεγαλυνάρια, ων η ακροστιχίς: «Ισιδώρας».

Ίνα αιωνίου σε χαρμονής, μέτοχον ποιήση ο Δεσπότης εν ουρανοίς, μάστιγας και θλίψεις εν βίω σοι της λέπρας· εδίδου Νικηφόρε, πατήρ ως εύσπλαγχνος.

Στάθμην σε εγνώκαμεν ακριβή, ταπεινοφροσύνης εγκρατείας υπογραμμόν, στύλον αγρυπνίας υπακοής εργάτην· ευχής τε Νικηφόρε, μέγαν διδάσκαλον.

Ίσχυσας πρωτίστως ως ο Ιώβ, εν τη καρτερία Νικηφόρε των αλγεινών, όθεν συν εκείνω αγάλλει αιωνίως· αφράστω θεοπτία, μεγαλυνόμενος.

Δεύρο φιλοχρίστων θεία πληθύς, του Χριστού τον φίλον Νικηφόρον νυν τον λεπρόν· ύμνοις εγκωμίων κοσμήσωμεν αξίως, ως θείας καρτερίας, πύκτην πανάριστον.

Ώριμος ως βότρυς εν τοις ληνοίς, πανωδύνου λέπρας Νικηφόρε αποθλιβείς, έδωκας τον οίνον των αρετών τον θείον· ευφραίνοντα καρδίας, των ευφημούντων σε.

Ράβδον της δυνάμεως του Θεού, έχων Νικηφόρε βακτηρίαν ως κραταιάν, έδραμες ευτόνως την στενωπόν του βίου· εις θείων σκηνωμάτων πλάτος απάγουσαν.

Άκμων ως υπάρχων υπομονής, άκαμπτος εδείχθης Νικηφόρε εν τοις δεινοίς, και εν τω χαλκείω δοκιμασθείς των πόνων, χρυσίου απαστράπτεις, πάνυ λαμπρότερον.

Σήμερον δυνάμεις Αγγελικαί, χαίρουσιν ορώσαι Νικηφόρου θείαν ψυχήν, θρόνω του Δεσπότου συν τούτοις παρεστώσαν· και δόξη ελλαμφθείσαν, της καθαρότητος.

Πάσαι των Αγγέλων αι στρατιαί Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Τρισάγιον. Απολυτίκιον.
Ήχος α´. Της ερήμου πολίτης.

Νικηφόρου Οσίου, του λεπρού τα παλαίσματα, και την εν ασκήσει ανδρείαν, κατεπλάγησαν Άγγελοι· ως άλλος γαρ Ιώβ τα αλγεινά, υπέμεινε δοξάζων τον Θεόν, νυν δε δόξη εστεφάνωται παρ’ Αυτού, θαυμάτων διακρίσεσιν. Χαίροις των Μοναστών χειραγωγέ, χαίροις φωτός ο πρόβολος· χαίροις ο ευωδίας χαρμονήν, προχέων εκ λειψάνων σου.

Ο ιερεύς μνημονεύει και Απόλυσις.

Προ δε του Δι’ ευχών, τα ακόλουθα:

Ήχος β´. Ότε εκ του ξύλου Σε νεκρόν.

Χαίροις καρτερίας αθλητά, της παρηγορίας ο λύχνος, ελπίδος θεία εικών, πίστεως εκσφράγισμα, αγάπης πλήρωμα· προσευχής ο διδάσκαλος, κανών εγκρατείας, πλούτος πολυέραστος, της καθαρότητος. Λέπρας παιδευθείς τη καμίνω, λάμπεις Νικηφόρε τω κόσμω· του χρυσού αμέτρως θαυμαστότερον.

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Τη πρεσβεία Κύριε πάντων των Αγίων, και της Θεοτόκου, την σην ειρήνην δος ημίν, και ελέησον ημάς ως μόνος οικτίρμων.

Εκ παντοίων κινδύνων τους δούλους σου φύλαττε, ευλογημένη Θεοτόκε, ίνα σε δοξάζωμεν, την ελπίδα των ψυχών ημών.

Δι’ ευχών…

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.