ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΟΣ ΓΙΟΡΤΗ : Ποίημα Γερασίμου Μοναχοῦ ΜικραγιαννανίτοΥ. * * Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου,
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος
καί ἠκηδίασεν ἐπ ἐμέ τό πνεῦμά μου,
ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου,
ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρός σέ τάς χεῖράς μου,
ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου.
Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ ἐμοῦ,
καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστόν ποίησόν μοι τό πρωί τό ἔλεός σου,
ὅτι ἐπί σοί ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι,
ὅτι πρός σέ ἦρα τήν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
ὅτι πρός σέ κατέφυγον˙
δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου,
ὅτι σύ εἶ ὁ Θεός μου.
Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ˙
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου
καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου
καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου,
ὅτι ἐγώ δοῦλός σού εἰμι.

* * *

Καί εὐθὺς τὸ Θεός Κύριος καί ἐπέφανεν ἡμῖν μετὰ τῶν στίχων αὐτοῦ.

Θεός Κύριος,
καί ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὰ ἐξῆς τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ὡς τοῦ Σωτῆρος εὐκλεής Ἀθλοφόρος, καί εὐσεβούντων βοηθός καί προστάτης,
Μεγαλομάρτυς Ἅγιε Δημήτριε, λύτρωσαι τήν πόλιν σου,
συμφορῶν καί κινδύνων,
δίδου δέ τοῖς σπεύδουσι, τῇ πανσέπτῳ σορῷ σου,
ἁμαρτημάτων λύσιν καί παθῶν,
ταῖς πρός Θεόν, εὐπροσδέκτοις πρεσβείαις σου.

Δόξα. Τό αὐτό.

Καί νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτέ Θεοτόκε,
τάς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι·
εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων;
τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους·
οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν΄ (50)

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καί καθαρισθήσομαι, πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου·ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου.
Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών, καί οἰκοδομηθήτω τά τείχη Ἰερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

* * *

Καὶ ἀρχόμεθα τοῦ κανόνος.
Λέγομεν δὲ εἰς τὰ τροπάρια τόν στίχον Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν,
εἰς δὲ τὰ δύο τελευταῖα ἑκἀστης ᾠδῆς τὸ Δόξα Πατρὶ καὶ τὸ Καὶ νῦν.

Ὁ Κανών

οὗ ἡ ἀκροστιχίς˙ «Ἴθι Μυροχεὐμων ἡμᾶς σκέπων. Γερασίμου»

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Ἰσχύϊ ἀθλήσας τῇ θεϊκῇ,
Δημήτριε Μάρτυς,
ἰσχύν δίδου κατά παθῶν,
τῇ σῇ ἀντιλήψει Ἀθλοφόρε,
τοῖς τῇ θερμῇ προσιοῦσι πρεσβείᾳ σου.

Θαυμάτων παράδοξα ἐνεργῶν,
λυτροῦσαι κινδύνων,
καί παντοίων ἐπιφορῶν,
Δημήτριε Μάρτυς τοῦ Κυρίου,
τούς προσιόντας πιστῶς τῇ πρεσβείᾳ σου.

Ἱλέωσαι Μάρτυς ὡς συμπαθής,
Χριστόν τόν Σωτῆρα,
ὡς ἄν εὕρωμεν ἱλασμόν,
καί λύσιν παθῶν τε καί πταισμάτων,
οἱ σέ προστάτην πλουτοῦντες Δημήτριε.

Θεοτοκίον

Μαρία Παρθένε ἡ ἐν σαρκί,
Θεόν τετοκυῖα,
τῆς σαρκός μου τάς χαλεπάς,
ἴασαι ὀδύνας καί ψυχῆς μου,
τήν σκοτομήνην φωτί σου διάλυσον.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.

Ὑπέρ πάντων δυσώπει, τόν εὐμενῆ Κύριον,
πάσης ἐκλυτροῦσθαι ἀνάγκης, καί περιστάσεως,
Μάρτυς Δημήτριε, τούς ἀκλινεῖ διανοίᾳ
τῷ ναῷ σου σπεύδοντας, καί σέ γεραίροντας.

Ῥῶσιν δίδου σωμάτων, καί τῶν ψυχῶν ἴασιν,
καί πολυειδῶν συμπτωμάτων, τήν ἀπολύτρωσιν,
Μάρτυς Δημήτριε, ταῖς πρός Χριστόν ἱκεσίαις,
τοῖς θερμῶς προστρέχουσι τῇ προστασίᾳ σου.

Οἱ τῷ θείῳ ναῷ σου, μετά σπουδῆς σπεύδοντες,
πάσης λυτρωθείημεν βλάβης, τοῦ πολεμήτορος,
Μάρτυς Δημήτριε, καί θεϊκῆς εὐσπλαχνίας,
τύχοιμεν πρεσβείαις σου, ἀξιοθαύμαστε.

Θεοτοκίον

Χορηγόν τοῦ ἐλέους, καί οἰκτιρμῶν πέλαγος,
τόν Δημιουργόν τῶν ἁπάντων, Παρθένε τέξασα,
δί’ ἀγαθότητα, ἡμᾶς οἰκτείρησον πάντας,
τούς τόν ἀνερμήνευτον, ὑμνοῦντας τόκον σου.

Διάσωσον
Μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις,
πάσης βλάβης καί θλιβερῶν περιστάσεων,
τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.

Ἐπίβλεψον
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε
ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν,
καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμός, Θεσσαλονίκης πέφηνας,
ἐκ πάσης ὀργῆς, καί θλίψεως ῥυόμενος,
Δημήτριε πανεύφημε, τούς θερμῶς ἐκβοῶντας ἐκ πίστεως.
Ἐπερχομένων ἡμᾶς συμφορῶν,
ἀτρώτους διάσωζε δεόμεθα.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.

Ἐπιφάνηθι Ἅγιε,
ἀοράτως ταύτῃ τῇ κληρουχίᾳ σου,
καί τήν λύπην διασκέδασον,
τήν νῦν κατασχοῦσαν τάς ψυχάς ἡμῶν.

Ὑπερήφανον δράκοντα,
καθ’ ἡμῶν τά χείρονα τεκταινόμενον,
κατασύντριψον Δημήτριε,
τῇ κραταιοτάτῃ προστασίᾳ σου.

Μή ἐλλείπῃς λυτρούμενος
πάσης δυσχερείας ταύτην τήν πόλιν σου,
ὡς ἐρρύσω ταύτην Ἅγιε,
ἀπειλῆς σεισμοῦ καί ὀλοθρεύσεως.

Θεοτοκίον

Ὡς τεκοῦσα ἐν σώματι,
τόν Δημιουργόν Παρθένε τῆς κτίσεως,
καθικέτευε δεόμεθα,
πάσης ἡμᾶς ῥύεσθαι κακώσεως.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.

Νόσων καί παθῶν,
ἀπολύτρωσαι Δημήτριε,
τούς προσπίπτοντας τῇ θείᾳ σου σορῷ,
ἐξ ἧς ῥέει Παρακλήτου χάρις ἄφθονος.

Ἤθλησας στερρῶς,
καί ἡγίασας τήν πόλιν σου,
ταῖς τοῦ αἵματος καί μύρου προχοαῖς,
ἥν καί νῦν ἐκ πάσης ῥύου Μάρτυς θλίψεως.

Μέγαν ἀρωγόν,
καί προστάτην συμπαθέστατον,
κεκτημένοι σε οἱ Θεσσαλονικεῖς,
κατά χρέος σε γεραίρουσι Δημήτριε.

Θεοτοκίον

Ἄλυπον ἡμῶν,
τήν ζωήν Παρθένε τήρησον,
καί ἐκ πάσης ἀθυμίας τοῦ ἐχθροῦ,
τάς ψυχάς ἡμῶν ἀπάλλαξον δεόμεθα.

ᾨδή στ΄. Τήν δέησιν.

Σορός σου,
Μεγαλομάρτυς ἡ θεία,
ὥσπερ ἄλλο ἱλαστήριον θεῖον,
Θεσσαλονίκῃ τῇ πόλει σου ὤφθη,
ἁγιασμόν καί παθῶν ἀπολύτρωσιν,
καί ἱλασμόν ἁμαρτιῶν,
τοῖς πιστοῖς χορηγοῦσα Δημήτριε.

Σκανδάλων,
καί νοσημάτων καί πόνων,
καί σεισμοῦ τῆς ὀλεθρίου μανίας,
ταῖς πρός Χριστόν ἱκεσίαις σου Μάρτυς,
τήν κληρουχίαν σου ἄτρωτον φύλαττε,
ὅτι τῇ σῇ διά παντός,
προστασίᾳ προστρέχει Δημήτριε.

Κινδύνου,
ὡς ἐλυτρώσω παμμάκαρ,
ἐκ σεισμοῦ τοῦ βαρυτάτου λιταῖς σου,
Θεσσαλονίκην τήν πόλιν σου Μάρτυς,
οὕτως αὐτήν ἀεί ἄτρωτον φύλαττε,
ἐπερχομένων συμφορῶν,
παρρησίαν πλουτῶν πρός τόν Κύριον.

Θεοτοκίον

Ἐτέχθη,
ἐκ τῶν ἁγνῶν σου αἱμάτων,
ὁ τό εἶναι δεδωκώς πᾶσι Κόρη,
ἐκ τῆς φθορᾶς ἑξαιρούμενος πάντας,
τούς προσκυνοῦντας τό μέγα μυστήριον,
τοῦ τοκετοῦ σου τοῦ φρικτοῦ,
Θεοτόκε Παρθένε Πανύμνητε.

Διάσωσον
Μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις,
πάσης βλάβης καί θλιβερῶν περιστάσεων,
τούς σέ μεσίτην πρός Κύριον κεκτημένους.

Ἄχραντε,
ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως,
ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα,
δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Πάλαι μέν μύρον εὐῶδες ἀνέβλυζεν,
ἡ σή σορός ἡ ἁγία Δημήτριε·
νῦν δέ παρέχει τήν χάριν τοῦ Πνεύματος,
τοῦ ἐν αὐτῇ ἐνοικοῦντος μακάριε,
τοῖς πίστει καί πόθῳ προστρέχουσι.

Προκείμενον

Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον

Ἐκ τοῦ κατά Λουκᾶν (κα΄ 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γάρ ἐφ’ ὑμᾶς τάς χεῖρας αὐτῶν, καί διώξουσι, παραδίδοντες εἰς συναγωγάς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν, μή προμελετᾶν ἀπολογηθῆναι· ἐγώ γάρ δώσω ὑμῖν στόμα καί σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων, καί ἀδελφῶν, καί συγγενῶν, καί φίλων, καί θανατώσουσιν ἐξ ὑμῶν. Καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου· καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν.

Δόξα.

Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον,
ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον,
ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημά μου.

Ὅλην μετά πίστεως, τῇ σῇ θερμῇ προστασίᾳ, Ἅγιε Δημήτριε, σπεύδουσα ἡ πόλις σου ἀνακράζει σοι. Ὥς ποτε ἔσωσας, καί πολλάκις Μάρτυς, χαλεπῶν με περιστάσεων, οὕτω διάσωσε, καί ἐπερχομένων κακώσεων, λαόν σου τόν θεόφρονα, τόν εἰλικρινῶς πεποιθότα σοι, πταισμάτων τήν λύσιν, αἰτούμενος ἡμῖν παρά Χριστοῦ, καί νοσημάτων τήν ἴασιν, καί παθῶν ἐκλύτρωσιν.

Ὁ Ἱερεύς. Σῶσον ὁ Θεός τόν λαόν σου…

* * *

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πειρασμῶν ἀδοκήτων,
καί σεισμῶν βαρυτάτων ἡμᾶς ἀπάλλαξον,
τῇ σῇ ἐπιστασίᾳ,
Δημήτριε τρισμάκαρ,
τούς ἐν πίστει κραυγάζοντας·
ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

Ὡς λειμών πανευώδης,
ἡ σορός τῶν λειψάνων σου πνέει πάντοτε,
ὀσμήν ἀθανασίας,
ἡμῶν τάς διανοίας,
μυστικῶς κατευφραίνουσιν,
καί τό δυσῶδες παθῶν,
Δημήτριε σοβοῦσαν.

Νεκρωθείς τῇ κακίᾳ,
τῇ θερμῇ σου πρεσβείᾳ σπεύδω Δημήτριε,
καί πίστει ἐκβοῶ σοι.
Νέκρωσον τῶν παθῶν μου,
τά σκιρτήματα ἅπαντα,
καί ζώωσόν μου τόν νοῦν,
τῇ χάριτί σου Μάρτυς.

Θεοτοκίον

Γνώσει λάμπρυνον θείᾳ,
τόν ἀγνώμονα νοῦν μου Παρθένε Ἄχραντε,
ὡς ἄν τῆς μετανοίας,
πορεύσωμαι τάς τρίβους,
καί ζωῆς τύχω κρείττονος,
ὁ καταφεύγων Ἁγνή,
τῇ κραταιᾷ σου σκέπῃ.

ᾨδή η΄. Τόν Βασιλέα.

Ἔχει σε πόλις,
Θεσσαλονίκη προστάτην,
διά τοῦτό σου Δημήτριε κηρύττει,
τάς εὐεργεσίας,
καί χάριτος τόν πλοῦτον.

Ῥύου ἀπαύστως,
ἐπιφορῶν καί κινδύνων,
τούς προστρέχοντας τοῖς θείοις σου Λειψάνοις,
καί τήν σήν πρεσβείαν,
Δημήτριε ζητοῦντας.

Ἀΰλου μύρου,
τῇ μυστικῇ εὐωδίᾳ,
τῶν παθῶν ἡμῶν τήν δυσωδίαν λῦσον,
ἵνα σε τιμῶμεν,
Δημήτριε παμμάκαρ.

Θεοτοκίον

Σύ εἶ Παρθένε,
ὡς τοῦ Θεοῦ ἡμῶν Μήτηρ,
καταφύγιον καί λύτρον ἐν ἀνάγκαις,
τῶν ὑπερυψούντων,
τόν ἄφραστόν σου τόκον.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.

Ἰάσεις ἀναβλύζει,
ἡ σεπτή σορός σου,
τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ἅγιε,
τοῖς ἀδιστάκτῳ καρδίᾳ σε μεγαλύνουσι.

Μαστίγων ὀλεθρίων,
καί σεισμοῦ μανίας,
Θεσσαλονίκην τήν πόλιν σου φύλαττε,
Μεγαλομάρτυς Δημήτριε εὐφημοῦσάν σε.

Οἱ πίστει προσιόντες,
τῇ σεπτῇ σορῷ σου,
ἐπηρειῶν χαλεπῶν ἀπαλλάττονται,
καί κατά χρέος Δημήτριε ἀνυμνοῦσί σε.

Θεοτοκίον

Ὑψίστου ἡ καθέδρα,
Κεχαριτωμένη,
τήν πεπτωκυῖαν ψυχήν μου τοῖς πάθεσι,
πρός πολιτείας ἁγίας ὕψωσον ἔλλαμψιν.

Τό Ἄξιόν ἐστι καί τά Μεγαλυνάρια.

Ἄξιον ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν σε τήν Θεοτόκον,
τήν ἀειμακάριστον καί παναμώμητον,
καί Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τήν τιμιωτέραν τῶν Χερουβείμ,
καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν,
τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Χαίροις τῶν Μαρτύρων ἡ καλλονή,
καί Θεσσαλονίκης, πολιοῦχος ὁ εὐκλεής·
χαίροις Μυροβλύτα, Δημήτριε παμμάκαρ
ἡμῶν πρός τόν Σωτῆρα, πρέσβυς θερμότατος.

Δέδεκται ἐν κόλποις τήν ἱεράν,
σορόν σου παμμάκαρ, ὡς οὐράνιον θησαυρόν,
ἡ Θεσσαλονίκη, ἧς πάλαι ἐστερήθη,
καί πόθῳ εὐφημεῖ σε Μάρτυς Δημήτριε.

Λύτρωσαι κινδύνων παντοδαπῶν,
Δημήτριε Μάρτυς, καί παντοίων δυσχερειῶν,
τούς τήν σήν πρεσβείαν, ἀπό ψυχῆς αἰτοῦντας,
καί τῇ σεπτῇ σορῷ σου, πίστει προσπίπτοντας.

Ὡς ἐρρύσω Μάρτυς φθορᾶς σεισμοῦ,
τήν Θεσσαλονίκην, τῇ θερμῇ σου ἐπισκοπῇ,
οὕτω ταύτην ῥύου, καί πᾶσαν τήν Ἑλλάδα,
ἐπερχομένων πόνων, καί περιστάσεων.

Μύρου εὐωδίᾳ τοῦ νοητοῦ,
Μυροβλύτα Μάρτυς, ἀποδίωξον ἀφ’ ἡμῶν,
παθῶν ἀκαθάρτων, τήν δυσωδίαν θᾶττον,
καί τῶν πταισμάτων αἴτει, ἡμῖν τήν ἄφεσιν.

Ἴδε τούς ἑστῶτας πανευλαβῶς,
τῇ σεπτῇ σορῷ σου, Μυροβλύτα Μάρτυς σοφέ
καί ἅπασι δίδου, τάς σωτηρίους δόσεις,
τήν καθ’ ἡμῶν μανίαν, λύων τοῦ δράκοντος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

* * *

Τό Τρισάγιον, τά συνήθη τροπάρια, ἐκτενής καί ἀπόλυσις, μεθ’ ἥν τό ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προσπίπτοντας πιστῶς,
τοῖς σοῖς μυριπνόοις λειψάνοις, καί δυσωποῦντάς σε,
Ἅγιε Δημήτριε, Μεγαλομάρτυς Χριστοῦ,
ῥῦσαι πάσης κακώσεως, σεισμοῦ τε ἀνάγκης,
καί παντοίων θλίψεων, ψυχῆς καί σώματος,
ἔχων πρός Χριστόν παρρησίαν,
καί πληρῶν ἀεί τάς αἰτήσεις,
τῶν εἰλικρινῶς μακαριζόντων σε.

Ἦχος πλ. δ΄.

Δέσποινα πρόσδεξαι,
τάς δεήσεις τῶν δούλων σου,
καί λύτρωσαι ἡμᾶς,
ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.

Τήν πᾶσαν ἐλπίδα μου,
εἰς σέ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς. Δι’ εὐχῶν…

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.