Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Kαὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Βησσαρίωνα τῆς Φθίας προστάτην, καὶ τοῦ Ἀγάθωνος Μονῆς τὸν πατέρα, τὸν μοναστὴν καὶ θύτην ἐπαινέσωμεν, μάκαρ ἀνακράζοντες· φροντιστὰ τῶν πενήτων, καὶ φιλοστοργότατε, τῶν πεσόντων ἐν λάκκῳ, ἁμαρτιῶν μὴ παύσῃ ταῖς λιταῖς, φροντίζων πάντας, τοὺς σὲ ἱκετεύοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Βησσαρίωνος θύτου εὐχὰς λιτάζει Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βαδίσας τὸν δρόμον τῆς ἀρετῆς, σεμνὲ Βησσαρίων, εἰς τὸ πλάτος τοῦ οὐρανοῦ, ἐλήλυθας ὄντως ἐπαξίως, διὸ λιταῖς σου ἡμᾶς περισκέπασον.
Ἡ Φθία ὡσαύτως καὶ ἡ Μονή, Ἀγάθωνος πάτερ, Βησσαρίων ἱκετικῶς, θερμῶς τὴν σὴν χάριν ἐκζητοῦσιν, ὅπως ῥυσθῶσι κακῶν τοῦ ἀλάστορος.
Σοφῶς οἰκονόμησον τῆς Μονῆς, σεμνὲ Βησσαρίων, τὰς ἐλλείψεις ὡς ἀδελφός, αὐτῆς καὶ παράσχου τὴν εἰρήνην, τοῖς μονασταῖς καὶ λαῷ εὐσεβόφρονι.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα τῶν γηγενῶν, πανάχραντε Κόρη, τοῦ νοός μου τοὺς λογισμούς, τοὺς ὄντως ἀτάκτους καὶ ἀσκόπους, πρὸς τὸν Υἱόν σου λιταῖς σου κατεύθυνον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀναβὰς Βησσαρίων, εἰς οὐρανοὺς ἔτυχες, τῆς μακαριότητος Πάτερ, τῶν ἄνω τάξεων, διὸ τοὺς μέλποντας, τὴν θαυμαστὴν βιοτήν σου, ἀπὸ πάσης θλίψεως εὐχαῖς ἀπάλλαξον.
Ῥαθυμίας καὶ πάσης, ψυχοβλαβοῦς ἕξεως, ὡς κατανικήσας τὰ πάθη, ψυχῆς καὶ σώματος, Πάτερ διάσωσον, τοὺς προσκυνοῦντας ἐν πίστει, τὸ σεπτόν σου λείψανον, τὸ ἀδιάφθορον.
Ἰατρὸς κατὰ πνεῦμα, ἐν τῇ ζωῇ Ὅσιε, ἄριστος ὀφθεὶς τοῖς ἀνθρώποις, πάντων θεράπευσον, ἱκετηρίαις σου, πρὸς τὸν Χριστὸν Βησσαρίων, τῆς ψυχῆς τὰ τραύματα, τὰ δυσθεράπευτα.
Θεοτοκίον.
Ὁλοθύμως Παρθένε, ὁ ταπεινὸς δοῦλός σου, κλῆσιν τὴν ἁγίαν σου ἔχων, ἐν τῇ καρδίᾳ μου, καὶ ἐνηδύνομαι, καὶ ἀνακράζω σοι Μῆτερ, τῇ σῇ σκέπῃ φύλαττε, τὸν ἀνυμνοῦντά σε.
Διάσωσον ἐξ ἀδοκήτων πανεύφημε Βησσαρίων, τοὺς ἐν πίστει ἀσπαζομένους πάτερ σὴν λάρνακα, καὶ αἰτουμένους πταισμάτων τὴν θεραπείαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χαρίτων πηγή, ποικίλων θεοδόξαστε, ἐδείχθη νυνί, ἡ θήκη τοῦ σοῦ σώματος, ἰᾶται γὰρ νοσήματα, καὶ ψυχῆς θεραπεύει τὰ τραύματα, καὶ ὁρωμένη θαρσύνει πολλούς, σεμνὲ Βησσαρίων πανσεβάσμιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὴς ἀναδέδειξαι, σαρκικῶν θεόφρον ἐπαναστάσεων, διὸ σκέδασον ἀλάστορος, βέλη καθ’ ἡμῶν κατευθυνόμενα.
Οὐρανόθεν ἐπίβλεψον, ἐπὶ τὴν Ἁγίαν Μονήν σου, ἅγιε Βησσαρίων καὶ προστάτευσον, τοὺς ἐνασκουμένους πατέρας ῥώμῃ σου.
Σωστικαῖς ἐνεργείαις σου, τοῖς προσερχομένοις θείᾳ λάρνακι, τοῦ λειψάνου σου πανόσιε, Βησσαρίων δὸς ψυχῆς τὰ πρόσφορα.
Θεοτοκίον.
Θεωρίαν τοὺς δούλους σου, ἐν τῷ Παραδείσῳ ἰδεῖν ἀξίωσον, τοῦ προσώπου τοῦ Κυρίου σου, καὶ Υἱοῦ σου Μῆτερ ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον ἡμᾶς, Βησσαρίων ἱκεσίαις σου, τοὺς πεσόντας ἐν τῷ λάκκῳ γεηρῶν, καὶ αἰτοῦντας τὴν σὴν χάριν καὶ βοήθειαν.
Τὴν σεπτὴν Μονήν, Βησσαρίων τοῦ Ἀγάθωνος, ἀπὸ ἔριδος καὶ ἄλλης προσβολῆς, τοῦ ἀρχαίου πτερνιστοῦ ἀεὶ προφύλαξον.
Ὅλως ἐν κακοῖς, ἐδαπάνησα τὸν βίον μου, καὶ ἐμόλυνα χιτῶνα τῆς ψυχῆς, διὸ ὤθησον κἀμὲ πρὸς τὴν μετάνοιαν.
Θεοτοκίον.
Ὕμνους ἱερούς, ἱκεσίας ἀναπέμπομεν, πρὸ τῆς θείας σου εἰκόνος Μαριάμ, ἐκζητοῦντες προστασίαν σου τὴν ἄμαχον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπέρχονται, τῶν παθῶν τὰ κύματα, καὶ χειμάζουσι τὸν βίον μου ὄντως, καὶ εἰς βυθόν με κατάγουσι Πάτερ, καὶ εἰς πνιγμὸν ἀπογνώσεως ἄγουσιν, ἀλλὰ θαῤῥῶ τῇ σῇ ἀλκῇ, Βησσαρίων σωθῆναι ὁ ἄθλιος.
Ὑφέρπων, ὁ ἐχθρὸς προσβάλλει με, λογισμοῖς ὑπερηφάνοις καὶ φαύλοις, καὶ ἐξωθεῖ με πανόσιε Πάτερ, ἀποβαλεῖν τὴν ἁγίαν ταπείνωσιν, διὸ κατάστειλον αὐτοῦ, κατ’ ἐμοῦ τὴν μανίαν πανόλβιε.
Χαρίτωσον, Βησσαρίων ἅπαντας, τοὺς ἐλθόντας προσκυνῆσαι ἐνθέως, ἐν τῇ Μονῇ σου σορὸν τὴν Ἁγίαν, τῶν σῶν λειψάνων καὶ πάρεχε σώματος, τὴν ὑγίειαν σταθηράν, καὶ ψυχῆς τὴν εὐστάθειαν Ἅγιε.
Θεοτοκίον.
Ἀνάστησον, Θεοτόκε πάναγνε, τοὺς σοὺς δούλους ἀνιάτως νοσοῦντας, ἐν τῇ ψυχῇ ταῖς δειναῖς ὑπονοίαις, τῶν φοβιῶν καὶ θανάτου Ἀνύμφευτε, καὶ δὸς λιταῖς σου ἱεραῖς, τὴν εἰρήνην νοὸς πολυφρόντιδος.
Διάσωσον ἐξ ἀδοκήτων πανεύφημε Βησσαρίων, τοὺς ἐν πίστει ἀσπαζομένους Πάτερ σὴν λάρνακα, καὶ αἰτουμένους πταισμάτων τὴν θεραπείαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸ πανσεβάσμιον θεῖόν σου λείψανον, παρέχει ἴασιν πάτερ τοῖς κάμνουσι, καὶ τὴν ὑγίειαν δωρεῖται τοῖς πάσχουσιν, ὦ Βησσαρίων Πατέρων ἐφάμιλλε, διό σου τὴν χάριν αἰτούμεθα.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17 – 23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε πανθαύμαστε, τῶν Φθιωτῶν προστασία, καὶ Μονῆς Ἀγάθωνος, κόσμημα νέον τὸ πολυέραστον, ταῖς λιταῖς ἔνδοξε, πρὸς τὸν σὸν Δεσπότην, τοὺς ἐν πίστει προσκυνοῦντάς σου, τὸ ἀδιάφθορον, καὶ τὰ μύρα βλύζον τῆς χάριτος, φθοροποιῶν παθήσεων, καὶ ἀῤῥωστημάτων τὴν ἴασιν, λείψανον θεόφρον, παμμάκαρ διαφύλαξον ἀεί, καὶ τῇ σῇ σκέπῃ προστάτευσον, Βησσαρίων ὅσιε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωφροσύνην τοῖς νέοις, καὶ ἐγκράτειαν χάρισαι, τὴν σωτήριον, εὐστάθειαν ἐν βίῳ, καρδίαν Βησσαρίων, καθαρὰν καὶ ἀμόλυντον, δὸς πάτερ πᾶσιν ἡμῖν, τοῖς σὲ ἀνευφημοῦσι.
Λογισμῶν ἀκαθάρτων, τοῦ νοός μου Παμμάκαρ, ταῖς σαῖς δεήσεσι, διάλυσον τοὺς πλόκους, καὶ πάρεχε ἐννοίας, μετανοίας καὶ δάκρυα, ὅπως τὴν θείαν στολήν, ἐκπλύνω τῆς ψυχῆς μου.
Ἰταμῶς ὁ βελίαρ, κατ’ ἐμοῦ ἐκτοξεύει, τὰ βέλη Ἅγιε, παθῶν ἀκαθαρσίας, πορνείας ψυχοφθόρου, ὡς καὶ πάσης χαυνότητος, ἀλλὰ τὰ ὅπλα αὐτοῦ, κατάστρεψον σῇ ῥώμῃ.
Θεοτοκίον.
Τοῦ Υἱοῦ σου τὴν χάριν, ἐκζητῶ Θεοτόκε, ἀειμακάριστε, πολλὰς γὰρ ἐνοχλήσεις, ἐκ τοῦ ἀντικειμένου, ὁ ταλαίπωρος δέχομαι, ὅπως ὁδεύσω καλῶς, ὁδὸν τῆς σωτηρίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπὸ σκανδάλων, τῶν κακοτρόπων ἀνθρώπων, τοὺς μονάζοντας σεμνὲ ἐν κοινοβίῳ, φάνηθι ὁ φύλαξ, καὶ ἐπιστάτης ἅμα.
Ζώωσον πάτερ, ταῖς σαῖς πνοαῖς τῶν χαρίτων, νεκρωθεῖσαν τὴν ψυχήν μου ἀκηδίᾳ, καὶ ἐξέγειρόν με, παμμάκαρ Βησσαρίων.
Ἔμπλησον μάκαρ, πνευματικῶν δωρημάτων, τὴν Μητρόπολιν τῆς Φθίας ἣν ὡς κῆρυξ, ἐφώτισας τοῖς λόγοις, καὶ ἔργοις Βησσαρίων.
Θεοτοκίον.
Ἰδοὺ τιμῶντες, τὴν σὴν ἁγίαν εἰκόνα, ἱκετεύομεν γονυπετεῖς Παρθένε, τὴν ἡμῶν πατρίδα, φυλάττουσα μὴ παύῃ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰὸν τῆς ἀθεΐας, πάτερ Βησσαρίων, ἐκ τοῦ νοὸς καὶ καρδίας διάλυσον, τῶν εὐσεβῶς τῇ σῇ κλήσει καλούντων σε.
Ὡς ἄγγελος πενήτων, δείχθητι παρέχων, τὸν πορισμὸν ἀγαθῶν ὡς φιλάνθρωπος, τοῖς ἐνδεέσιν ἀνθρώποις, τοῖς σὲ γεραίρουσι.
Ἡ Φθία πᾶσα χαίρει, καὶ ἡ Μονὴ πάτερ, τῆς μετανοίας σου γάννυνται μέλπουσαι, τὰ σὰ σημεῖα αἰτοῦσαι, αὐταῖς τὰ δέοντα.
Θεοτοκίον.
Λιμὴν ἀπεγνωσμένων, θεοτόκε Κόρη, τῷ θείῳ τόκῳ σου ὄντως γεγένησαι, διὸ γαλήνην παράσχου, τοῖς σὲ γεραίρουσι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὤφθης Βησσαρίων πνευματικός, ἄριστος ὡς ἔχων, τὴν διάκρισιν ὁδηγόν, καὶ Χριστοῦ τὴν χάριν, διὸ τοὺς προσελθόντας, ἐν σοὶ ἐν μετανοίᾳ, πάντας ἐφώτισας.
Τὴν σεπτὴν σορόν σου ὡς θησαυρόν, οἱ συμμονασταί σου, ἐν τῇ Μάνδρᾳ σου τῇ σεπτῇ, ἔχοντες τὰ δῶρα τὰ σὰ καὶ τὰ ἐλέη, παμμάκαρ Βησσαρίων, ἀεὶ λαμβάνουσι.
Κῆρυξ μετανοίας ἁμαρτωλοῖς, καὶ νοσοῦσι Πάτερ, ἰατρεία καὶ κουφισμός, πένησιν ὁ φίλος, ὁμοῦ καὶ τροφοδότης, θεόφρον Βησσαρίων, ἐσχάτως γέγονας.
Χαίροις τοῦ Ἀγάθωνος τῆς Μονῆς, πάτερ Βησσαρίων, ὁ σεβάσμιος λειτουργός, χαίροις μοναζόντων, ὑπακοῆς ὁ τύπος, καὶ πάσης εὐσεβείας, λύχνος πολύφωτος.
Τῶν Ἁγίων Φθίας ἡ θαυμαστή, ἡ λαμπρὰ προσθήκη, Βησσαρίων θαυματουργέ, ἐπεγνώσθης Πάτερ, ταῖς σαῖς θεοσημείαις, ἐν τοῖς ἐσχάτοις χρόνοις, θεοχαρίτωτε.
Πάντες οἱ τὴν μνήμην σου ἐν χαρᾷ, τελοῦντες παμμάκαρ, Βησσαρίων ἱερουργέ, χάριν καὶ ἐλπίδα, ἀρύονται ἐν βίῳ, καὶ τοῦ ἐχθροῦ τροποῦνται, τὰ πανουργεύματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἡ χορεία μοναστῶν, δεῦτε καὶ πιστῶν αἱ ἀγέλαι, θυτῶν ὁ σύλλογος, κοσμικῶν τὸ ἄθροισμα, νέων ὁμήγυρις, προσκυνήσωμεν λάρνακα, τοῦ σεπτοῦ λειψάνου, ὃ Χριστὸς ἐδόξασε, τοῦ Βησσαρίωνος, λέγοντες ἐκ βάθους καρδίας, Ὅσιε μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ἐν πίστει εὐφημούντων σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.




































