ΑΓΙΟΣ ΑΘΑΝΑΣΙΟΣ: Ευλογήσαντος τού Ιερέως αρχόμεθα τού.

Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σου· καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. Ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· καί ηκηδίασεν επ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρός σοι· ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπεν τό πνεύμά μου· μή αποστρέψης τό πρόσωπόν σου απ εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα· γνώρισόν μοι, Κύριε, οδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου· εξελού μέ εκ τών εχθρών μου, Κύριε, ότι πρός σέ κατέφυγον. Δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου· τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις με, εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου· καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Πληρωθέντος δέ τού Ψαλμού ευθύς ψάλλομεν:

Ήχος δ.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. α΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. β΄. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς,

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τά παρόντα Τροπάρια

Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ

Τόν Ιεράρχην καί Ποιμένα τόν άκακον, οι διαφόροις πειρασμοίς συνεχόμενοι, εκλιπαρούντες κράξωμεν εκ βάθους ψυχής. Πάτερ Αθανάσιε, ικεσίαις σου ρύσαι, ημάς εκ περιστάσεως, νόσων τε καί κινδύνων, καί πάσης άλλης βλάβης καί φθοράς, ως παρρησίαν έχων πρός Κύριον.

Δόξα, τό αυτό ή τό Απολυτίκιον τού Αγίου τού Ναού . Καί νύν.

Θεοτοκίον

Τή Θεοτόκω εκτενώς νύν προσδράμωμεν, αμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν εν μετανοία κράζοντες εκ βάθους ψυχής· Δέσποινα βοήθησον, εφ ημίν σπλαγχνισθείσα· σπεύσον απολλύμεθα υπό πλήθους πταισμάτων· μή αποστρέψης σούς δούλους κενούς· σέ γάρ μόνην ελπίδα κεκτήμεθα.

Ν΄(50όν) Ψαλμόν

Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου· Επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με. Ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστι διά παντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω καί καθαρισθήσομαι, πλυνείς με, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμά σου τό άγιόν μή αντανέλης απ εμού. Απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαί με εξ αιμάτων, ο Θεός, ο Θεός τής σωτηρίας μου· Αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν έδωκα άν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ· Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα· τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους.

Καί ο Κανών, ού η ακροστιχίς:

«Αθανάσιον υμνών, αρετήν αινώ».

Ωδή α.

Ήχος πλ. δ. Αρματηλάτην Φαραώ

Ανατολής τών αρετών γενόμενος ήλιος άδυτος, Αθανάσιε Πάτερ, τοίς νύν πρός τήν σκέπην σου, εν πίστει καταφεύγουσι, φωτισμόν σωτηρίας μετάδος ταίς σαίς δεήσεσι, λύων τήν αχλύν τών παθών ημών.

Θηριωδώς τε καί ασέμνως άπαντα, σχεδόν τόν βίον μου, καταδαπανήσας ο μωρός καί άσωτος, εις εμαυτόν γενόμενος, τή Πηγή σου προστρέχω, καί σοί βοώ, Αθανάσιε, σώσόν με θερμαίς σου δεήσεσιν.

Αξιοχρέως τήν ωδήν υφαίνομεν, Πηγή σου τή ιερά· διό καί πρός ταύτην, Πάτερ Αθανάσιε, εν πίστει καταφεύγομεν, εξαιτούμενοι χάριν, ημίν δοθήναι καί άφθονον, ρώσιν δι αυτής τών παθών ημών.

Θεοτοκίον

Στρέψον εμοί τόν κοπετόν τής νόσου μου, εις υγείας χαράν· τόν σκοτεινόν σάκκον, τόν τής καχεξίας μου, Παρθένε διαρρήξασα, τήν φαιδράν ευεξίας, περίζωσον ευφροσύνην με, καί αγαλλιάσεως πλήρωσον.

Ωδή γ΄.

Ο στερεώσας κατ αρχάς

Νύν τόν κακόν ο αγαθός, τόν εν πολλή ασπλαγχνία, ο ακένωτος κρατήρ τού ελέους τόν αισχρόν τόν ρυπαρόν, ο καθαρός απόπλυνον, Αθανάσιε Πάτερ, καί ταίς πρεσβείαις σου σώσόν με.

Αειλαμπής ώς περ αστήρ, ανατολαίς τών θαυμάτων, καταγαύσας τήν υφήλιον πάσαν, τών παθών ημών Σοφέ, τόν σκοτασμόν απέλασον, καί πειρασμών ομίχλην, ταίς σαίς λιταίς διασκέδασον.

Σέ ανυμνώ πανευλαβώς καί γοερώς ικετεύω, εξελού με εκβοών τόν σόν δούλον, Αθανάσιε Σοφέ, κινδύνων τε καί θλίψεων, ταίς θείαις σου πρεσβείαις, καί τής μελλούσης κολάσεως.

Θεοτοκίον

Ει καί κατήντησα Σεμνή, εις λάκκον ταλαιπωρίας, καί εις βόθρον απογνώσεως όλος· αλλ ειδώς σου τήν πολλήν καί άμετρον συμπάθειαν, χείράς σοι ανατείνω· όθεν οικτείρασα σώσόν με.

Διάσωσον, από παντοίων κινδύνων καί θλίψεων, Ιεράρχα, τούς τήν σήν γεραίροντας Πηγήν τήν σωτήριον, ως έχων παρρησίαν εν Κυρίω.

Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ εσχάτων τών ημερών, τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις υπό τού Ιερέως καί τό Κάθισμα

Ήχος γ.

Τήν ωραιότητα

Τήν τών αιρέσεων πλάνην διήλεγξας, καί τήν ορθόδοξον, πίστιν ετράνωσας, ως Ιεράρχης ευσεβής, εκήρυξας εν τώ κόσμω, μίαν τήν θεότητα, εν Τριάδι γνωρίζεσθαι, φύσει ομοούσιον, καί προσώποις ασύγχυτον· διό καί συνελθόντες εν πίστει, Αθανάσιε Πάτερ, τελούμεν τήν μνήμην σου.

Ωδή δ.

Σύ μου ισχύς Κύριε

Ιλαστικά, δέχου σού δούλου εγκώμια, Ορθοδόξων στύλε καί κραταίωμα, καί καταφύγιον αψευδές, καί κατεγνωσμένω εμοί γενού ιλαστήριον, καί ρύσαί με εκ τού Άδου, τής πικράς καταδίκης, ταίς λιταίς σου, Σοφέ Αθανάσιε.

Ο στεναγμούς, Νινευϊτών προσδεξάμενος, Παντοκράτωρ Θεός τε καί Κύριος, τήν οφειλήν τών αμαρτιών, πάσαν τήν εκείνων, αφήκε, Πάτερ, ως εύσπλαγχνος. Διό σέ ικετεύω, εξιλέωσον τούτον, παραβλέψαι καμού τά εγκλήματα.

Νόσου δεινής, πυρός σεισμού τε καί θλίψεως, καί παντοίας βλάβης, Αθανάσιε, τόν σόν οικέτην εκλιπαρώ, απάλλαξον τάχος, ταίς πρός Θεόν ικεσίαις σου, καί ρύσαι με τής τούτων χαλεπής τυραννίδος, καί θανάτου αώρου εξάρπασον.

Θεοτοκίον

Ρώσιν ψυχής, ρώσίν μοι σώματος δώρησαι, ίνα πράττω καί ποιώ τό θέλημα, τού σού Υιού φόβω καί χαρά καί γάρ εξισχύεις, ως Μήτηρ ούσα τού Κτίστου μου, καί πράττεις όσα θέλεις, τοίς εν πίστει καί πόθω τή σή σκέπη, Παρθένε, προστρέχουσιν.

Ωδή ε΄.

Ίνα τί με απώσω

Υλακήν τήν Αρείου, τού παραφρονήσαντος σοφώς εφίμωσας, τού Πατρός τόν Λόγον, ομοούσιον σύ Αθανάσιε, εκδιδάξας σέβειν· όν ιλεούμενος μή παύση, αβλαβείς συντηρείσθαι τούς δούλους σου.

Μή παρίδης με Πάτερ, πλείσταις περιστάσεσι, ζάλαις καί θλίψεσι, πανταχόθεν οίμοι! συνεχόμενον καί πιεζόμενον, αλλά φρούρησόν με, υπό τήν σκέπην σου τήν θείαν, καί ταίς θείαις πρεσβείαις σου σώσόν με.

Νομοθέτης κατέστης, καί τών ευσεβούντων, φωστήρ Αθανάσιε· διό σοι βοώμεν, ταίς λιταίς σου ημάς καθοδήγησον, εις οδόν ευθείαν, τών τού Κυρίου θελημάτων, καί κακίας δαιμόνων εξάρπασον.

Θεοτοκίον

Αμαρτίαις επαύξω, άλλας αμαρτίας, ο τλήμων εκάστοτε, καί επισυνάγω, τής Γεέννης τό πύρ τό ανήκουστον, εν τή παναθλία εμού ψυχή, αφ ού με ρύσαι, πρός τής πείρας εκείνης Πανάμωμε.

Ωδή στ΄.

Ιλάσθητί μοι Σωτήρ

Ώ Ιεράρχα Χριστού, τούς ομωνύμους σοι φύλαττε, καί πάντας τούς ευσεβείς, τούς εις τήν ζωήρυτον, Πηγήν σου προστρέχοντας, εκ παντός κινδύνου, σαίς λιταίς καί περιστάσεων.

Νοσήματα χαλεπά, εξ εμού ποίησον Πάνσεπτε, παρακαλώ σε θερμώς, καί πάσαν τήν κάκωσιν, ψυχής τε καί σώματος, ταίς θείαις λιταίς σου, καί κινδύνους καταδίωξον.

Ανύσας επί τής γής, μεγάλους άθλους, Μακάριε, δεινών ημάς φοβερών, καί πάσης κακώσεως, εκλύτρωσαι τάχιον, ταίς πρός τόν Σωτήρα, πανιέροις σου δεήσεσι.

Θεοτοκίον

Φωτί απείρω τού σού, προσώπου με καταλάμπρυνον, Παρθενομήτορ Αγνή, βυθού απογνώσεως αεί απαλλάττουσα, καί πρός μετανοίας τούς λιμένας εμβιβάζουσα.

Διάσωσον, από παντοίων κινδύνων καί θλίψεων, Ιεράρχα, τούς τήν σήν γεραίροντας Πηγήν τήν σωτήριον, ως έχων παρρησίαν εν Κυρίω.

Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ εσχάτων τών ημερών, τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις Κύριε ελέησον ιβ΄ (12) καί τό Κοντάκιον

Ήχος δ. Προστασία τών Χριστιανών

Προστάτα τών πιστών ακαταίσχυντε, καί ικέτα πρός Χριστόν Ιερώτατε, μή παρίδης, Αθανάσιε τών σέ υμνούντων φωνάς, αλλά σπεύσον αγαθέ, εις τήν βοήθειαν ημών, τών πιστώς κραυγαζόντων σοι· τάχυνον ως οικτίρμων, καί ρύσαι δεινών παντοίων, καί λοιμικών ασθενειών, ταίς πρός τόν Κτίστην πρεσβείαις σου.

Καί ευθύς τό Προκείμενον

Τό στόμα μου λαλήσει σοφίαν, καί η μελέτη τής καρδίας μου σύνεσιν.

Στίχος. Ακούσατε ταύτα πάντα τά έθνη, ενωτίσασθε πάντες οι κατοικούντες τήν οικουμένην.

Ευαγγέλιον

Εκ τού κατά Ιωάννην (Κεφ. ι΄ 9-16)

Είπεν ο Κύριος· Εγώ ειμι η θύρα· δι εμού εάν τις εισέλθη, σωθήσεται, καί εισελεύσεται, καί εξελεύσεται, καί νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται, ειμή ίνα κλέψη καί θύση καί απολέση· εγώ ήλθον, ίνα ζωήν έχωσι, καί περισσόν έχωσιν. Εγώ ειμι ο ποιμήν ο καλός. Ο ποιμήν ο καλός τήν ψυχήν αυτού τίθησιν υπέρ τών προβάτων· ο μισθωτός δέ καί ουκ ών ποιμήν, ού ουκ εισί τά πρόβατα ίδια, θεωρεί τόν λύκον ερχόμενον, καί αφίησι τά πρόβατα καί φεύγει, καί ο λύκος αρπάζει αυτά, καί σκορπίζει τά πρόβατα. Ο δέ μισθωτός φεύγει, ότι μισθωτός εστι, καί ου μέλει αυτώ περί τών προβάτων. Εγώ ειμι ο ποιμήν ο καλός, καί γινώσκω τά εμά, καί γινώσκομαι υπό τών εμών. Καθώς γινώσκει με ο Πατήρ, καγώ γινώσκω τόν Πατέρα· καί τήν ψυχήν μου τίθημι υπέρ τών προβάτων. Καί άλλα πρόβατα έχω, ά ουκ έστιν εκ τής αυλής ταύτης, κακείνα με δεί αγαγείν· καί τής φωνής μου ακούσουσι, καί γενήσεται μία ποίμνη, είς ποιμήν.

Δόξα.

Ταίς τού Ιεράρχου, πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Καί νύν.

Ταίς τής Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Στίχ. Ελέησον με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Προσόμοιον

Ήχος πλ. β΄. Όλην αποθέμενοι

Πολλοίς συνεχόμενος, νύν πειρασμοίς ο παντλήμων, πρός σέ Αθανάσιε καταφεύγω, σώσόν με τόν ανάξιον, τόν πολλά πταίσαντα· ως ουδείς άλλος γάρ, εν ανθρώποις επλημμέλησα· διό τήν θείαν σου, χάριν εξαιτώ ο πανάθλιος, προφθάσας σύ με οίκτειρον, σαίς πρός τόν Δεσπότην δεήσεσι· καί μή μέ εάσης εις τέλος κινδυνεύειν τόν εις σέ, πάσαν ελπίδα μου θέμενον, πιστών τό διάσωσμα.

Ο Ιερεύς· Σώσον, ο Θεός τόν λαόν σου

Ωδή ζ. Οι εκ τής Ιουδαίας

Ρύεις Πάτερ καί σώζεις, ταίς θερμαίς σου πρεσβείαις τούς πεφευγότας εις σέ· καί γάρ ει μή εφρούρεις, ημάς τούς σούς οικέτας, απολώλαμεν άπαντες, καί εγενήθημεν άν κατάβρωμα δαιμόνων.

Επηρείας παντοίας, Αθανάσιε Πάτερ, πιστών τό καύχημα, κινδύνων αδοκήτων, καί λύπης τόν σόν δούλον, ταίς πρεσβείαις σου λύτρωσαι, καί εκ ποικίλων αεί ασθενειών με ρύσαι.

Τήν ψυχήν μου ώ Πάτερ, κατανύξεως πλήσον, καί ευλαβείας θερμής, τήν θείαν όπως βρέχω, Εικόνα σου Θεόφρον, ταίς ροαίς τών δακρύων μου, καί αποπλύνω αεί τόν ρύπον τών παθών μου.

Θεοτοκίον

Εξ ιδρώτων καί κόπων, στεναγμών τε καρδίας, Θεογεννήτρια, συναίσθησις γεννάται, απάθεια δ εκ ταύτης, ής καί φθάσαι τούς πρόποδας, αξιωθείην εγώ ο πταίσας υπέρ πάντας.

Ωδή η΄

Τόν Βασιλέα

Η ζωηφόρος, καί γλυκυτάτη Πηγή σου, διαλύει Αθανάσιε Πάτερ, νόσους καί κινδύνους, ταίς πρός Θεόν ευχαίς σου.

Νόσων παντοίων, τούς προσκυνούντας εν πόθω, τήν πανσέβαστον Εικόνα σου θεόφρον, ρύσαι θλίψεων καί πόνων, λιταίς σου Ιεράρχα.

Αθανασίου, τώ Ιατρείω προσφεύγω, πρός αυτόν γοερώς ανακράζων, ρύσαι με ώ Πάτερ, κινδύνων ταίς ευχαίς σου.

Θεοτοκίον

Ίνα δοξάζω, καί προσκυνώ μετά δέους, σού τό πάνσεπτον όνομα Κόρη, θλίψεώς με πάσης, εκλύτρωσαι καί βλάβης.

Ωδή θ΄.

Εξέστη επί τούτω

Ικέτην σε καί πρέσβυν πρός τόν Θεόν, πρεσβευσόμενον Πάτερ συγχώρησιν αμαρτιών, καί τών οφλημάτων καί τών χρεών, αποκοπάς αιτούμενον, θείους μιμησάμενον οικτιρμούς, προβάλλομαι προθύμως, ελπίδι τής πρεσβείας, τής σής Θεόφρον στηριζόμενος.

Νυμφώνος αθανάτου επιτυχείν, καί τρυφής Παραδείσου αξίωσον τόν επί γής, θείόν σε προστάτην μετά Θεόν, θείον ικέτην έχοντα, υπέρμαχον μέγαν καί ιατρόν· διό ενδιαθέτως, τολμώντα ταύτα λέγειν, σώσόν με Πάτερ ταίς πρεσβείαις σου.

Ώ πόσης ευφροσύνης καί φωτισμού, καί χαράς υπερμέτρου πληρούμεθα! σού τή σεπτή, Πηγή προσπελάζοντες ευλαβώς· προρρέει γάρ ουράνιον, καί θείον, Αθανάσιε γλυκασμόν, διώκοντα τά πάθη, τών πόθω σε τιμώντων, καί τήν υγιείαν δωρούμενον.

Θεοτοκίον

Μαρία Θεοτόκε σύ τής εμής, ταλαιπώρου καρδίας τά τραύματα καί τής ψυχής, έλκη τά δυσίατα καί πολλά, καί τής σαρκός μου Δέσποινα, θεία επισκέψει συ τάς δεινάς, θεράπευσον οδύνας, καί λύσόν μου τάς νόσους, τάς τής ψυχής τε καί τού σώματος.

Τό Άξιόν εστιν καί τά μεγαλυνάρια

Τόν εν Ιεράρχαις θαυματουργόν, καί τόν εν κινδύνοις, απροσμάχητον βοηθόν, τόν θείον ποιμένα, καί λάτριν τού Δεσπότου, Αθανάσιον Μέγαν, ύμνοις τιμήσωμεν.

Τών Αρχιερέων τήν καλλονήν, καί τής Εκκλησίας, εγκαλώπισμα τό τερπνόν, καί ημών τών πάνυ, αμαρτωλών προστάτην, Αθανάσιον Μέγαν, δοξολογήσωμεν.

Χαίροις Εκκλησίας θείε αστήρ, οικουμένης δόξα, Ιερέων υπογραμμός, Πατέρων λαμπρότης, τής χάριτος δοχείον, Χριστιανών προστάτα, ώ Αθανάσιε.

Έχει μέν τό πνεύμά σου ουρανός, ημείς δέ πλουτούμεν, τήν Εικόνα σου τήν σεπτήν, ήν περικυκλούντες, μετ ανεικάστου πόθου, τιμώντες προσκυνούμεν, ώ Αθανάσιε.

Τώ Θεώ τών όλων νύν παρεστώς, αίτησαι πταισμάτων, τοίς τιμώσί σε παρ αυτού, άφεσιν δοθήναι, Αθανάσιε Πάτερ, καί τών επερχομένων, δεινών τήν λύτρωσιν.

Φύλαττε καί σκέπε ταίς σαίς ευχαίς, πάντας τούς τιμώντας, τήν ζωήρρυτόν σου Πηγήν, καί τήν σήν Εικόνα, καί αιωνίως ρύσαι, εκ θλίψεως παντοίας ώ Αθανάσιε.

Θεοτοκίον

Δέσποτα φιλάνθρωπε Βασιλεύ, μή ακούσω τότε, εν ημέρα τή φοβερά, φωνής τής οργής σου, εις πύρ αποπεμπούσης, αλλ οίκτειρον πρεσβείαις τής κυησάσης σε.

Τό Τρισάγιον κτλ.

Καί τό Τροπάριον. Ήχος γ΄

Στύλος γέγονας Ορθοδοξίας, θείοις δόγμασιν υποστηρίζων, τήν Εκκλησίαν Ιεράρχα Αθανάσιε, τώ γάρ Πατρί τόν Υιόν ομοούσιον, ανακηρύξας κατήσχυνας Άρειον, Πάτερ Όσιε, Χριστόν τόν Θεόν ικέτευε, δωρήσασθαι ημίν τό μέγα έλεος.

Δόξα. Καί νύν.

Θεοτοκίον

Θρόνος πάγχρυσος τού βασιλέως, καί παράδεισος διηνθισμένος, ανεδείχθης Θεοτόκε Πανάχραντε· τόν γάρ Θεόν εν γαστρί σου βαστάσασα, ευωδιάζεις ημάς θείαις χάρισιν. Όθεν άπαντες Θεού αληθώς Μητέρα σε, κηρύττομεν αεί καί μεγαλύνομεν.

Είτα Εκτενής καί Απόλυσις

Εν τή απολύσει προσκυνούμεν τήν Αγίαν Εικόνα τού Αγίου καί ψάλλομεν τά παρόντα Προσόμοια.

Ήχος β΄. Ότε εκ τού ξύλου σε νεκρόν

Ύμνοις Αθανάσιε τήν σήν, κρήνην τήν ζωήρρυτον όντως, καί ανεξάντλητον, τήν αναβλυστάνουσαν ρείθρα ιάσεων, καί προχέουσαν χάριτας, πάσι τοίς αιτούσι, συμφώνως αινέσωμεν κατασπαζόμενοι, πόθω τήν σεπτήν σου Εικόνα, πιστών παραμύθιον ούσαν, καί τών νόσων φάρμακον αποίκιλον.

Δόξα Πατρί Καί νύν

Πάντες προσκυνούμεν σε πιστώς, Μήτερ τού Θεού τών απάντων, ευλογημένη Αγνή, Άχραντε Πανάμωμε Θεοχαρίτωτε, ρύσαι πάντας τών θλίψεων, τή σή μεσιτεία, δυσωπεί σε Δέσποινα ο Αθανάσιος, μετά τών Αγίων απάντων, οίκτειρον ημάς σώ ελέει, Παναγία Δέσποινα Παντάνασσα.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τών δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξον ημάς υπό τήν σκέπην σου.

Δι ευχών.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.