Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Χριστοφόρου τῷ τεμένει προσδράμωμεν, καὶ τὴν αὐτοῦ κάραν σεπτήν ἀσπασώμεθα, ἐκ κατωδύνου κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἀθλοφόρε πρόφθασον, ἐκ χαλάζης καὶ σῶσον, ὅτι τιμωρούμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς δέησιν ἡμῶν, καὶ γὰρ προστάτην, θερμόν σε κεκτήμεθα.
Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Σοφίαν ἐν λόγοις σου πεπλουτηκὼς πρὸς Χριστοῦ, ἐλέγχεις τὸν Δέκιον, καὶ τοὺς λοιποὺς ἀσεβεῖς· ἐντεῦθεν καὶ εἵλκυσας, ἄνδρας τε καὶ γυναῖκας, πρὸς εὐσέβειαν μάκαρ, τέρασι καὶ σημείοις, Χριστοφόρε ἐκλάμπων· διό σε τῶν Μαρτύρων κλέος κηρύττομεν.
Καὶ νῦν. Θεοτοκίον. Ήχος δ . Ό ύψωθείς εν τώ Σταυρώ.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἁρματηλάτην Φαραώ.
Τιμωριῶν αἱ συμφοραὶ κατέλαβον, τὴν τάλαινάν μου ψυχήν, ἁμαρτιῶν νέφη, τὴν ἐμὴν μαστίζουσι, ζωήν· διὸ αἰτοῦμαί σε, Ἀθλοφόρε Κυρίου, ὑπὲρ Οὗ σὸν αἷμα ἐξέχεας, κούφισον τὸν δοῦλόν σου τάχιον.
Νῦν ἤλπισα ἐπὶ τὴν σὴν ἀντίληψιν, πρεσβείαν τὴν κραταιάν, καὶ σῇ προστασίᾳ, εὐλαβῶς προσέδραμον· παρακαλῶ καὶ δέομαι, Χριστοφόρε καὶ στένω, μὴ μὴ παρίδῃς δονούμενον, πάντων χριστωνύμων προσφύγιον.
Ἐκ παντοίων με ἀναγκῶν καὶ θλίψεων, καὶ τῶν πολλῶν δυσχερῶν, καὶ τῶν δεινῶν βίου, κουφισθεὶς προσφέρω σοι, καὶ τῇ γενναίᾳ ἀθλήσει σου, τὸν ἔπαινον καὶ γέρα, κάρᾳ σεπτῇ σου Χριστοφόρε, ὀργὴν Κυρίου ἐκμειλίσσουσαν.
Θεοτοκίον.
Οὐ σιωπήσω τοῦ βοᾶν τρανότατα ,τὰ μεγαλεῖα τὰ Σά· εἰ μὴ γὰρ Σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ Σου, τίς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐῤῥύσατο;
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐξαπορήσω πάσης, προστασίας κράζω σοι πρόφθασον, θερμὲ ἀντιλήπτωρ, καὶ σὴν βοήθειαν πάρεχε τῷ δούλῳ σου, Μεγαλομάρτυς ἔνδοξε, καὶ τὴν σήν μοι δώρησαι, ἐλευθερίαν δεινῶν.
Ἐθαυμαστώθης ὄντως, ἐν τῷ κόσμῳ Ἅγιε, ἐπιδαψιλεύων αἰτοῦσι, σεπτά σου θαύματα· καὶ γὰρ τῆς χαλάζης, ὄμβρους καὶ βόλους ἀπείργεις, θερμῇ ἀντιλήψει σου, πᾶσι τοῖς δούλοις σου.
Καταιγίδες ἔπνευσαν, καὶ ἀνέμων δονήσεις, καὶ κακόχυμοι κράσεις, καὶ ἀνεμοστρόβιλοι· ἀλλὰ σὺ πρόφθασον, ὡς ταχινὸς βοηθός μου, καὶ ῥῦσαί με τῶν κακῶν, καὶ τῆς μελλούσης ὀργῆς.
Θεοτοκίον.
Καταιγίς με χειμάζει τῶν συμφορῶν Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν· ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Χριστοφόρε· ἡμεῖς γὰρ μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχός τε καὶ προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρέσβυν σε θερμόν, κεκτήμεθα πρὸς Κύριον, πρόμαχον στεῤῥόν, καὶ νόσων ἀμυντήριον, ἐκτενῶς σοι κράζομεν· Χριστοφόρε Ἀθλητὰ πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταχὺς βοηθὸς δεομένων σου.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Καὶ πῶς λοιπόν, μὴ σὴ ζητῶ ἀντίληψιν; Ἤ προσφύγω, ἐν σοὶ καὶ σωθήσομαι; Τίνα θερμὸν ἔξω βοηθόν, συμφοραῖς παλαίειν, καὶ ὀργῇ θείᾳ κλονούμενος; Σὲ αἰτοῦμαι πρέσβυν, καὶ προστάτην μεσίτην τε, καὶ προσπίπτω τῇ κάρᾳ σου σῶσόν με.
Τὸν ποταμόν, τὸν δροσερὸν τῶν θαυμάτων σου, τὸν πλουσίως ἄνωθεν δωρούμενον, τοῖς εὐσεβέσι καὶ ταπεινοῖς, Ἅγιε σοῖς δούλοις, προσπίπτουσι καὶ αἰτοῦσί σε· ὀργῆς ἀπαλλαγέντες, μεγαλύνομεν Μάρτυς, καὶ προστρέχομεν κάραν σου πάντιμον.
Σὲ τὸν λαμπρόν, τῆς εὐσεβείας ὑπέρμαχον, εὐφημοῦμεν, τεῖχος σε κηρύττοντες, καὶ καταφύγιον τῶν πιστῶν, Χριστοφόρε Μάρτυς· μὴ οὖν παρίδῃς σοὺς ἱκέτας, ἡ χαρὰ θλιβομένων, ἰατρὸς ἀσθενούντων, κλονουμένων ἰσχὺς καὶ ἑδραίωμα.
Θεοτοκίον.
Πῶς ἐξειπεῖν, Σοῦ κατ’ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; Ἀλλ’ ὢ τῆς Σῆς προνοίας, καὶ τῆς εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Εὐχαρίστως κράζει σοι· χαῖρε θεοδόξαστε, χαῖρε θεόσοφε, χαῖρε θεῖον εὖχος, χαῖρε εὐσεβῶν φύλαξ παμπόθητος, χαῖρε εὐζωΐα, καὶ ἀρωγὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.
Οἱ μισοῦντές με μάτην, ἐχθροὶ παλαιμναῖοι, λάκκον μοι ὤρυξαν, καὶ ζητοῦσιν ἅμα, τὸ ταλαίπωρον σῶμα προστρῖψαί μου, καὶ καταβροχθίσαι, ζωὴν ψυχὴν ἐπιζητοῦσιν· ἀλλ’ ἐκ πάντων πρόφθασον ἐκλύτρωσαι.
Ἀπὸ πάσης χαλάζης, καὶ ὀργῆς καὶ νόσου, καὶ θλίψεως λύτρωσαι, τῇ σῇ μεσιτείᾳ, καὶ εὐχῇ σὺ φύλαξον ἄτρωτα, ἐκ παντὸς κινδύνου, κήπους ἀργούς τε καὶ ἀμπέλους, τιμώντων σε Μάρτυς πολύαθλε.
Θεοτοκίον.
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ Σῇ δυνάμει, ἐν τῇ σκέπῃ Σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, καὶ μισούντων με Κόρη Πανύμνητε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὰ νέφη, τῶν συμφορῶν ἐκάλυψαν, τὴν ῥεούσάν μοι ζωὴν καὶ τὴν κτῆσιν, καὶ κλονισμόν, ἐπιφέρουσιν Ἅγιε· ἀλλ’ ὡς ἀθλήσας γενναίως ὑπὲρ Χριστοῦ, ἀπέλασον πάντα μακράν, εὐπροσδέκτοις εὐχαῖς σου πρὸς Κύριον.
Ἀνάψυξιν, ἐν τοῖς δεινοῖς σὲ ἔτυχον, καὶ φύλακα καὶ ζωῆς μου προστάτην, καὶ τέλος καταστροφὴν τῶν βλαπτόντων, καὶ ποταμὸν συμπαθείας ἀδάπανον, καὶ πασῶν μου τῶν συμφορῶν, Χριστοφόρε τὴν ταχεῖαν ἐπίλυσιν.
Κηρύττω σου, τὴν θερμήν τε πρεσβείαν, καὶ τὴν παῦσιν τῶν κακῶν μου ἁπάντων· καὶ τὴν ῥοήν, τῶν θαυμάτων σου Μάρτυς, καὶ τὴν πολλὴ συμπαθῆ σου ἀντίληψιν, χριστώνυμε τῶν Ἀθλητῶν, τὸ ἐξαίσιον θαῦμα καὶ σέμνωμα.
Θεοτοκίον.
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμήν, κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλη τῶν θλίψεων· ἀλλ’ εὕροιμί Σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Χριστοφόρε· ἡμεῖς γὰρ μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχός τε καὶ προστάτην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις και εὐθύς το Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστάτην σε ἐπικαλούμεθα ἄγρυπνον, καὶ μεσίτην ὑπὲρ ἡμῶν τῷ Θεῷ εὐδυσώπητον· μὴ παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλ’ ἐπάκουσον ὡς συμπαθής, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν πιστῶς προσφευγόντων σοι· ἔκτεινον σὴν πρεσβείαν, καὶ σπεῦσον εἰς μεσιτείαν, ὁ προστατεύων ἡμᾶς, Χριστοφόρε τιμῶντάς σε.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ι΄ 16-22).
Εἶπεν ὁ Κύριος· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἀποστερήσῃς με, σῆς εὐπροσδέκτου πρεσβείας, Χριστοφόρε ἔνδοξε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· καὶ γὰρ συνέχει με, θλῖψις οὐ βαστάζω, τὰ δεινὰ καὶ πέποιθα, τῇ σῇ ἀντιλήψει πανεύφημε· μὴ γὰρ ἀποῤῥίψῃς, κατώδυνον δέησιν ἡμῶν, ἀλλ’ ἀπολύτρωσαι Ἅγιε, πάντας τοὺς τιμῶντάς σε.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Φῶς ὁ κηρύξας Χριστοφόρε, τιμωρούμενον ὀργὴ τοῦ Θεοῦ Λόγου, ἀνακούφισον σύ, φωτὶ τῶν πρεσβειῶν σου, ὅπως πιστῶς γεραίρω σε, καὶ προστρέχω σῇ πρεσβείᾳ.
Φύλαξ γενοῦ μοι καὶ προστάτης, καταφύγιον καὶ κραταιὸς μεσίτης, στερηθέντα λοιπόν, ἁπάσης βοηθείας, Μεγαλομάρτυς ἔνδοξε, σὺ ἐκλύτρωσαι κινδύνου.
Ὅλῃ ψυχῇ τε καὶ καρδίᾳ, διανοίᾳ τε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῆς σῆς, μεγάλης προστασίας, ἐκλυτρωθεὶς κινδύνου τε, καὶ ὀργῆς τῆς ἐκ χαλάζης.
Θεοτοκίον.
Βλέψον ἱλέῳ ὄμματί Σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ Σου ἐλέει.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Διὰ φίλτρον Δεσπότου θεομάκαρ, σὺ παρεῖδες στεῤῥέ, αἰκίσεις τοῦ Δεκίου, καὶ τὰς πολλὰς βασάνους· ἀλλὰ δίδου μοι χεῖρα Χριστοφόρε, λυτρωσάμενός με, τῶν συμφορῶν πασῶν τε.
Ἐπιφοραὶ κίνδυνοι καὶ ἀνάγκαι, εὕροσάν με Μάρτυς, καὶ κακόχυμοι βίαι, καὶ βλαπτικῶν ἀνέμων αἱ ἀντίπνοιαι· ἀλλὰ λύτρωσαί με, αὖθις περαιτέρω, τῆς τῶν ἁπάντων βλάβης.
Σὺ αἰτήσω παρὰ τοῦ πάντων Δεσπότου, τοῦ λυτροῦσθαι πιστῶν, τοὺς κήπους καὶ ἀμπέλους, καὶ πἆν εἶδος ἑορταζόντων σε Μάρτυς· ὅπερ ἐξεπλήρου, σὺ καὶ ὁ Δεσπότης, παμμάκαρ Χριστοφόρε.
Θεοτοκίον.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με Ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ Σου σκέπῃ.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Πρὸς ποῖον νῦν προσφύγω Μάρτυς σοφέ; Ἤ προσπέσω θερμῶς καὶ λυτρώσεται; Ποῦ πορευθῶ; Ποίαν ἄλλην εὕρω τὴν προσφυγήν;
Ποίαν λοιπὸν ἀντίληψιν; Καὶ τίς ἐν ταῖς θλίψεσι βοηθεῖ; Εἰς σὲ μόνον ἐάσω, ἐμὲ καὶ κτῆσιν πᾶσαν, ὦ Χριστοφόρε θαυματόβρυτε.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα σῆς κάρας θεόσοφε, καὶ τὴν πληθύν, ὅσων θαυμασίων τίς ἐξειπεῖν; Τῶν πιστῶς ἐκτελούντων σου, μέμνησο σὴν ἁγίαν μνήμην ὦ Ἀθλητά· καὶ εὐσεβῶς τιμῶσι, καὶ στοργῇ σεβομένοις, ἡμῖν γενοῦ τε πρέσβυς ἄγρυπνος.
Ἐπίσκεψαι ἐξ ὕψους μάκαρ σοφέ, κἀμὲ τὸν σόν ἄτονον ὑμνολόγον, καὶ τοὺς ἐμοί, αἰτίαν ταύτην δόντας, ἀγάπης στοργῇ πολλῇ· καὶ τὰς ἀμπέλους φύλαττε, καὶ κήπους καὶ ἀρούρας σῶν ἱκετῶν, καὶ ἐξ ὀργῆς χαλάζης, καὶ πάσης ἄλλης νόσου, χριστώνυμε καὶ Μάρτυς λύτρωσαι.
Θεοτοκίον.
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν Σου πᾶσιν ὁμολογῶ· καὶ τὰς εὐεργεσίας Σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σιδηρᾷ σου ῥάβδῳ τῶν προσευχῶν, Χριστοφόρε Μάρτυς, ἀποδίωξον ἐφ’ ἡμῶν, τὰς λοιμώδεις νόσους καὶ βράβευσον εἰρήνην, τοῖς πίστει ἐκτελοῦσι, σοῦ τὸ μνημόσυνον.
Δεῦτε ἐπαξίως οἱ εὐσεβεῖς, μέλψωμεν ἐν ὕμνοις, Χριστοφόρον τὸν Ἀθλητήν, μέγιστον φανέντα ἐν Μάρτυσι καὶ στέφος, διὰ χειρὸς Κυρίου, ἀναδεξάμενον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, σὺ προστάτης ἀληθής, τῶν ἑορταζόντων σὴν μνήμην, Ἀθλητὰ γεγένησαι, Χριστοφόρε πανεύφημε· ὡς γὰρ ἐξαιτήσω, τοῦτο καὶ ἀπείληφας, παρὰ τοῦ σοῦ Ἰησοῦ, προσβολὴν χαλάζης σοβεῖς, θεραπεύεις νόσους, καὶ πάσαν ἐπήρειαν λύεις· ὅθεν, καὶ αἰτοῦμέν σε Μάρτυς, οἱ δοῦλοί σου, ὕψωσον ἱκέτιδας χεῖρας, καὶ ῥῦσαι ὀργῆς τοὺς τιμῶντας, καὶ τὴν θείαν μνήμην σου γεραίροντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Πηγή
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Χριστόφορο
Ποίημα Μητροπολίτου Εδέσσης Ιωήλ
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωϑείς ἐν τῷ Σταυρῷ.
Τοῦ Χριστοφόρου οἱ πιστοί ὁμοφρόνως, ἱκετηρίαν ἀναμέλψωμεν ϑείαν, ἐν κατανύξει κράζοντες ϑερμῶς πρός αὐτόν, ἅγιε πολύαϑλε, τῶν πιστῶν τάς ἀγέλας, λιταῖς σου διάσωσον, ἐκ λοιμῶν ἀνιάτων, καί πειρασμῶν ποικίλων χαλεπῶν, τῇ σῇ δυνάμει, αὐτούς ἐλευϑέρωσον.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Καἰ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χριστοφόρε μέλισμα δέξαι τῆς ἱκεσίας.
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτωσον Δέσποτα τῶν βροτῶν, κἀμέ σόν οἰκέτην, τοῦ ὑμνῆσαι σεμνοπρεπῶς, πολύαθλον μάρτυρα Σωτήρ μου, τόν Χριστοφόρον ἡμῶν τό ἐντρύφημα.
Ῥυσϑῆναι γεέννης τῆς χαλεπῆς, φλογός τῆς ἐν Ἅδῃ, καί τῶν ϑρήνων ἀντιβολῶ, πρεσβείαις σοῦ μάρτυς Χριστοφόρε, πρός τόν Δεσπότην Χριστόν ἀξιάγαστε.
Ἰάσεις παρέχει παντοδαπάς, δαιμόνων τά στίφη ἀπελαύνει τά μανικά, ἡ κλῆσίς σου μάρτυς Χριστοφόρε, ἡ χαριτόβρυτος ὄντως ϑεόλπτηπτε.
Θεοτοκίον.
Σαρκός πολυμόχϑου μου Μαριάμ, ὁρμάς τάς ἀτάκτους, τάς κινήσεις καί ἡδονάς, κατάσβεσον Κόρη ταῖς λιταῖς σου, ὡς ὀμβροφόρος νεφέλῃ τῆ χάριτος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῦ ἀστάτου νοός μου, διηνεκῆ ζόφωσιν, ρύπον καί τά τραύματα μάρτυς, ψυχῆς ϑεράπευσον, ἐκπλύνων ἅπαντα, ταῖς σωστικαῖς σοὺ πρεσβείαἷς, σύ γάρ τόν ἀμάραντον εἴληφας στέφανον.
Οι ἒν πτόντῳ πταισμάτων, παντοειδῶν πλέοντες, καί εἰς τόν βυϑόν ἀλγηδόνων, πεσόντες πάνσεμνε, τήν σήν ἀντίληψιν, ἐπικαλούμεϑα μάκαρ, Χριστοφόρε κράζοντες, ὕμνον ἱκέσιον.
Φὡτοφόροις ἀκτῖσι. τῶν ἁμαξῶν αὔγασον, τρίβον τήν εὐϑεῖαν ὁδεῦσαι, μάρτυς πανεύφημε, καί τά προσκόμματα, ὡς ἀλεξίκακος λύχνος, Χριστοφόύρε ἅγιε, τάχει διάλυσον.
Θεοτοκίον.
Οἰκητήριον Κόρη, ϑείου φωτός γέγονας, και ἀνατολή τοῦ Σωτῆρος. ὥφϑης πανϑαύμαστε, φωταγωγήσασα, ὡς τό οὐράνιον σέλας, τούς ἐν σκότει χάριτι, νύμφη ἀνύμφευτε.
Διάσωσον ταῖς σαῖς λιταῖς Χριστοφόρε μεγαλομάρτυς, ἐξ ἀνάγκης τῶν χαλεπῶν αὐτῶν περιστάσεων, τούς μέλποντας κατά χρέος σήν μνήμην.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλειτήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.
Τόν πλοῦτον σεμνέ, γινώσκων τῆς σῆς χάριτος, προσέρχομαι νῦν, κραυγάζων ἐκ βαϑέων μου, τῷ σεπτῷ τεμένει σου, Χριστοφόρε ἅγιε λάμψον μοι, τῆς μετανοίας φῶς πρεσβευτικῶς, σκεδάζων παϑῶν μου τήν σκοτόμαιναν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥυπωϑέντα ϑεόσδοτον, τῆς ψυχῆς μου οἴμοι ϑεομακάριστε, τόν χιτῶνα ἁμαρτήμασι. ταῖς λιταῖς σου τάχει καταλάμπρυνον.
Μυροϑήκη τῆς χάριτος, μάρτυς Χριστοφόρε φανείς ἐν ϑαύμασι, τούς πεσόντας εἰς τόν βόρβορον, τῶν ἀμπλακημάτων ἀποκάϑαρον.
Ἐκ παντοίων τῇ σκέπτῃ σου, νόσων καί πανώλους τούς σέ γεραίροντας, Χριστοφόρε παναοίδιμε. ἀσινεῖς ὡς ρύστης διαφύλαξον.
Θεοτοκίον.
Ἐν βαράϑροις ὁ δείλαιος, καί λῃσταῖς ἀγρίοις πεσών τοῦ δράκοντος, ἀνατείνω σοι ἱκέτιδας, χεῖρας Θεοτόκε ἀειπάρϑενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λῦσον ἀϑλητά, τῆς ζωῆς μου τό κλυδώνιον, τῇ ϑερμῇ σου Χριστοφόρε ἀρωγῇ. καί τῶν κυμάτῶν ἐπιϑέσεις καταπράῦνον.
Ἴλεως Σωτήρ, ἀναφάνηϑι τοῖς δούλοις σου, δυσωπείαις Χριστοφόρου τοῦ κλεινοῦ, ἐν τῇ Δευτέρᾳ ἐλεύσει Παντευλόγητε.
Σώματος πληγάς, ἀνιάτους ϑεοδόξαστε, ϑεραπεύεις ἀντιδότῳ δωρεῶν, ὦ Χριστοφόρε Ἐκκλησίας τό ἀγλάϊσμα.
Θεοτοκίον.
Μήτηρ ποῦ Θεοῦ, ἀνεδείχϑης Μητροπάρϑενε, ἀναπλάττουσα τήν φύσιν τῶν βροτῶν, τῇ ταπεινώσει τοῦ Υἱοῦ σου Θεονύμφευτε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Αἰμάτων σου, τόν ἀρχαῖον δράκοντα. ἀποπνίξας ταῖς νευραῖς Χριστοφόρε, καί τῶν ἀϑέων συντρίψας τό ϑράσος, νικητικῶς τούς στεφάνους ἀπείληφας, διό λιταῖς σου ἀφ᾽ ἡμῶν, τοῦ βελίαρ τά στίφη ἀπέλασον.
Δακρύων νῦν, ποταμόν ἀείρροον, καί τά νέφη τῶν κακῶν Χριστοφόρε, τά καταϑλίβοντα μάρτὺς ἀπαύστως. τήν ταπεινήν μου καρδίαν ἀφάνισον, δυνάμει σου πρεσβευτικῇ, ἀϑλοφόρε Χριστοῦ ἀξιάγαστε.
Ἐδάφισον, Χριστοφόρε πάντιμε, ἐν τῇ πέτρᾳ τοῦ Χριστοῦ ταῖς εὐχαῖς σου, τούς πονηρούς λογισμούς μου καί πάσα, ἐπαναστάσεις σαρκός ϑεοφόρητε, ὑπάρχεις γάρ διπνεκῶς, τῶν πιστῶν προστασία καί δύναμις.
Θεοτοκίον.
Ξενίζοται, ὁ τροφεύς τῆς Κτίσεως, ὑπό σοῦ Θεοχαρίτωτε Κόρη, καί κατεπλάγη ἀγγέλων ὁ δῆμος, ὅτι σαρκί καϑορᾶται ὁ ἄσαρκος, ὃ ϑαυμαστῶς ζωογονῶν, τῶν βροτῶν τά συστήματα πάναγνε.
Διάσωσον ταῖς σαῖς λιταῖς Χριστοφόρε μεγαλομάρτυς, ἐξ ἀνάγκης τῶν χαλεπῶν αὐτῶν περιστάσεων, τούς μέλποντας κατά χρέος σήν μνήμην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἐνδιαίτημα μάρτυς τῆς χάριτος, καί τῆς Τριάδος τερπνόν καταγώγιον, μαρτυρικῶς ὑπάρχὼν πανϑαύμαστε, μή διαλίπῃς φρουρῶν ταῖς πρεσβείαις σου, ἡμᾶς Χριστοφόρε πανόλβιε.
Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνϑήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληϑυνϑήσεται.
Στίχ. Θαυμαστός ὃ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ.ιε΄, 17-27, ιστ΄ 1-2).
Εἰπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαϑηταῖς: Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ Ἀϑλοφόρου. πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Γλώττῃ ψευδορρήμονι, ᾧ Χριστοφόρε τρισμάκαρ, λύκος ὡς κρυπτόμενος, ἐν δορᾷ προβάτου ὁ πολυμήχανος, ταχινῶς ἔρχεται, ϑέλων κατισχῦσαι, τῶν τιμώντων σε ἑκάστοτε, ὅπως μή λάβωσι, τάς ἐκ τῆς πρεσβείας σου χάριτας, Νυνί δέ ἱκετεύομεν, διαφυλαχϑῆναι δυνάμει σου, πάσας τάς ἁμάξας, ἐκ βλάβης ἀδοκήτου καί πικρᾶς, ἐνεργειῶν τοῦ ἀλάστορος, μάρτυς πανσεβάσμιε.
Σῶσον ὁ Θεός τόν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνιάτως νοσούντας, ἀρρωστίαις ποικίλαις καί περιστάσεσι, παμμάκαρ Χριστοφόρε, ϑεράπευσον λιταῖς σου, ἵνα πτάντες κραυγάζωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
Ἰλαστήριον μάρτυς, ἡ ὀξεῖα πρεσβεία σου πρός τόν Κύριον, τυγχάνει τοῖς ὑμνοῦσι, την μνήμην σου τήν ϑείαν, Χριστοφόρε ἀοίδιμε, ὅτι τό αἷμα τό σόν, ἐξέχεας τιλουσίως.
Τόν ἀμέτρητον πλοῦτον, συμπαϑείας σου δεῖξον τοῖς προσιοῦσί σε, καί νόσον τῆς πανώλους, ἀπέλασον τηλόϑι, ἀφ᾽ ἡμῶν τῶν ὑμνούντων σε, ἐν εὐσεβείᾳ πολλῇ, ἀκέστορ Χριστοφόρε.
Θεοτοκίον.
Η ἀήττητος σκέπη, καί προυπύργιον Μῆτερ το ἀκαϑαίρετον, καί ἄγκυρα ἐλπίδος, ὑπτάρχουσα Παρϑένε, μή πταρίδῃς φυλάττουσα, τούς μελῳδοῦντας ἀεί, τόν τόκον σου Μαρία.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Συ εῖ χαρίτων, ὁ εὐθαλέστατος κῆπος, καί λειμών δωρεῶν Χριστοφόρε, πᾶσιν ἀπονέμων τά μύρα ἰατρείας.
Ἰλιγγιῶσι, τῶν ἀσωμάτων οἱ νόες, εὐφημεῖν και ὑμνεῖν κατ᾽ ἀξίαν, μνήμην σου τήν ϑείαν, ϑεόφρον Χριστοφόρε.
Κλοπῇ κακίας, τροπαιοφόρε ὑπνώττων, τοῦ ϑανάτου τόν ὕπνον σοί κράζω, ἔγειραι λιταῖς σου, ταχύ με τόν ἀχρεῖον.
Θεοτοκίον.
Ἐν κλίνῃ κεῖμαι, ἀρρωστιῶν δεδεμένος, λοιμικῶν Θεοτόκε Παρϑένε, ὅϑεν ἀλγημάτων, παράσχου μοι τήν λύσιν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνέχει με ὃ φόβος, μάκαρ Χριστοφόρε, τοῦ αἰωνίου πυρός τῆς κολάσεως. ἀλλά ϑαρρῶν ταῖς εὐχαῖς σου, οὐκ ἀπογνώσομαι.
Ἰόν τῶν ἁμαρτάδων, τόν καταβαλόντα. τήν παναϑλίαν ψυχήν καί καρδίαν μου, ταῖς ἐνεργείαις σου μάρτυς, ταχύ ἀπόστησον.
Αἰσχρῶν φαντασιῶν μου, πάσας τάς εἰκόνας, ὀλεϑροφόρους ϑεόφρον κατάσβεσον, τῇ ἐπειλάμψει σου ϑείᾳ, σεβασμιώτατε.
Θεοτοκίον.
Σοφίας τό ταμεῖον, ρεῦμα ἰαμάτων, τῆς Ἔκκλησίας τό κάλλος γεγένησαι, Ὑπεραγία Κυρία, τῷ ϑείῳ τόκῳ σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν μαρτύρων ὁ κοινωνός, καί τῶν Ἀσωμάτων, ὁμοδίαιτος ἀληϑῶς, χαίροις Ἔκκλησίας. Χριστοῦ ὁ στεφανίτης, παμμάκαρ Χριστοφόρε, ἡμῶν τό καύχημα.
Ῥεἴϑροις τῶν αἱμάτων σου ἀνδρικῶς, μάρτυς Χριστοφόρε, ἀπεσχοίνισας τόν ἐχϑρόν, τόν ἐπιδραμόντα. ἐκ ρίζης ἀνασπᾶσαι, τό ἄτρεπτον ϑεόφρον, τῆς σῆς ἐνστάσεως.
Χαῖροις τῶν μαρτύρων παρεμβολή, ϑεῖε Χριστοφόρε, Καλλινίκη καί ὁ χορός, τῶν ποτέ δημίων, ὁμοῦ σύν Ἀκυλίνῃ, τά ἄνϑη τοῦ Σωτῆρος, τά εὐωδέστατα.
Σπεῦσον Χριστοφόρε τάς λοιμικάς, νόσους καί πανώλην, τήν δυσίατον ταχινῶς, ϑείαις ἐνεργείαις, ἰᾶσαι τῶν ὑμνούντων, τήν μνήμην σου τήν ϑείαν, ϑεοφορούμενε.
Τὰς μηχανουργίας τάς χαλεπάς, τοῦ δεινοῦ βελίαρ, ἀποσόβησον ἀφ᾽ ἡμῶν, μάρτυς Χριστοφόρε, εὐχαῖς σου καί πρεσβείαις, ὡς ἔχων παρρησίαν, πρός τόν Φιλάνϑρωπον.
Πάσας τάς ἁμάξας τῶν ὁδιτῶν, τῶν ὑμνολογούντων, γηϑοσύνως σήν βιοτήν, φύλαττε σκεδάζων, προσκόμματα τῆς τρίβου, αὐτῶν γάρ ὁ προστάτης ὑπάρχεις πάνσεμνε.
Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τό Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
‘Ρείϑροις αἵματος, πεφοινιγμένος, πρός τά δώματα, τῶν ἀϑλοφόρων, ἀπό γῆς μετετέϑης μακάριε, ὡς γάρ ἀμνός Χριστοφόρε ἀμώμητος, ὑπέρ Χριστοῦ τήν σήν κάραν ὑπέκλινας, μάρτυς ἔνδοξε, ἀεί τόν Θεόν ἱκέτευε, δωρήσασϑαι ἡμῖν τό μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Μάρτυς Χριστοφόρε ἀληϑῶς, πάσας ϑεραπεύων τάς νόσους, Χριστοῦ τῇ χάριτι, πίστει καταφεύγομεν, τῷ ϑείῳ οἴκῳ σου, καί δεόμεϑα ἅπαντες, ψαλμοῖς ἱκεσίας, λύσαι χαριτόβρυτε τῶν λοιμικῶν τά δεινά, πάϑη καί πανώλους το ἄλγος καί τῶν εὐσεβῶν τάς ἁμάξας, ἀδοκήτου ρῦσαι περιστάσεως.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.