Ὁ Ἅγιος Παρθένιος γεννήθηκε τό 318 στὰ χρόνια τοῦ Μ. Κωνσταντίνου. Ἔγινε μοναχὸς καὶ μετὰ χειροτονήθηκε ἐπίσκοπος Λαμψάκου καὶ ἔλαβε μέρος στὴν Α’ Οἰκουμενικὴ Σὺνοδο τῆς Νικαίας.

Ὁ Θεὸς βραβεύοντας τοὺς ὑπὲρ τῆς Πίστεως ἀγώνας του, τοῦ ἔδωσεν ἰδιαίτεριν χάριν κατὰ των δαιμόνων. Ἔτσι ἀπὸ τὴν ἐποχὴν τῆς κοιμήσεώς του μέχρι και σήμερα, ὅσοι ἀδελφοὶ προσβάλλονται ἀπὸ ἀκάθαρτα πνεύματα μποροῦν μὲ βεβαιότητα νὰ βοηθηθοῦν ἀπὸ τὸν ἅγιον μας, διαβάζοντας με πίστιν τὴν θείαν του παράκλησιν καθημερινῶς.
Οἱ δαίμονες φρίττουν ἐμπρὸς εἰς τὴν δύναμιν τοῦ ἁγίου Παρθενίου.
Παρακλητικός Κανών Οσίου Παρθενίου Επισκόπου Λαμψάκου του Θαυματουργού
Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, β’.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ’.
Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὡς ἱεράρχης τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ’ αὐτοῦ ἐκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Παρθένιε· ὅθεν ταῖς πρεσβείαις σου, πολυτρόπων κινδύνων, καί παντοίων θλίψεων, καί δαιμόνων μανίας, φύλαττε Πάτερ ἅπαντας ἠμᾶς, τούς σέ μεσίτην, πρός Κύριον ἔχοντας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὡς ἱεράρχης τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ’ αὐτοῦ ἐκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Παρθένιε· ὅθεν ταῖς πρεσβείαις σου, πολυτρόπων κινδύνων, καί παντοίων θλίψεων, καί δαιμόνων μανίας, φύλαττε Πάτερ ἅπαντας ἠμᾶς, τούς σέ μεσίτην, πρός Κύριον ἔχοντας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν,Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ελέησον με, ο Θεός, κατά το μέγα έλεος σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημα μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. ’Οτι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου έστι διαπαντός. Σοί μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα· όπως αν δικαιωθής εν τοις λόγοις οσυ και νικήσης εν τω κρίνεσθαι σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσας μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μή απορρίψης με από του προσώπου σου και το πνεύμα σου το άγιον μη αντανέλης απ’εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξον με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων, ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. ’Οτι εί ηθέλησας θυσίαν, έδωκα αν ’ ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ούκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.
ᾨδὴ α’. Ὁ Εἱρμὸς. Ἦχος πλ. δ’.
Παθῶν ἀνηκέστων ταῖς προσβολαῖς, θλιβόμενος Πάτερ, τή θερμή σου ἐπισκοπῆ, προστρέχω δεόμενος ρυσθῆναι, τῆς χαλεπῆς μέ Παρθένιε θλίψεως.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀγγέλων συνόμιλος γεγονῶς, δαιμόνων κακίας, καί ἁπάσης ἐπιβουλῆς, ἠμᾶς ἀνωτέρους διατήρει, ταῖς σαῖς πρεσβείαις Παρθένιε Ὅσιε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Θεράπευσον Πάτερ ὡς συμπαθής, ἠμῶν τήν ὀδύνη, τήν συνέχουσαν τήν ζωήν, ἠμῶν Ἱεράρχα καί εἰρήνην, αἴτει ἠμίν καί πταισμάτων συγχώρησιν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὡς Μήτηρ τοῦ πάντων Δημιουργοῦ, καί πάντων προστάτις, Θεοτόκε Χριστιανῶν, προστάτευε πάντοτε Παρθένε, τῶν ἀδιστάκτω ψυχή προσιόντων σοί.
ᾨδὴ γ’. Ὁ Εἱρμὸς.
Νοσημάτων ποικίλων, καί χαλεπῶν θλίψεων, ὥσπερ ἐλυτρώσω θεοφρον, τούς προσιόντας σοί, οὕτως ἁπάλλαξον, πάσης ἀνάγκης καί λύπης, Ἅγιε Παρθένιε, τούς σέ γεραίροντας.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Πῦρ ὁ λόγος σου ὤφθη, ὡς ἀληθῶς Ὅσιε, φλέγων τῶν δαιμόνων τά σμήνη, δυνάμει κρείττονι· ὅθεν καταφλεξον, τήν τῶν παθῶν ἠμῶν ὕλην, ἀνθραξι Παρθένιε, τῆς προστασίας σου.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀπερίτρεπτον τεῖχος, καί ἀρραγές ἔρεισμα, καί καταφυγή ἐν ἀναγκαις, καί περιστάσεσι, γενού Παρθένιε, τοῖς ὁλοτρόπω καρδία σπεύδουσι ἑκάστοτε, τή ἀντιλήψει σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ράβδος ὤφθης ἁγία, ἄνθος Χριστόν φέρουσα, ὥσπερ Ἠσαΐας προέφη, Ἁγίω Πνεύματι, Κόρη Πανύμνητε· διο τή σή εὐωδία, τό δυσῶδες σκέδασον, τῆς διανοίας μου.
Διασωσον θαυματουργέ Ἱεράρχα πάσης ἀνάγκης, καί μανίας τοῦ πονηροῦ πολεμήτορος, τούς σέ τιμώντας Παρθένιε θεοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον(3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν τωaν δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τὰ ἄνω ζητῶν
Λαμψάκου ποιμήν, ἐδείχθης ἐνθεώτατος, καί πάντας σοφέ, ἐξέπληξας τοῖς θαύμασι· καί νῦν Πάτερ προΐστασο, τῶν θερμῶς προσιόντων τή σκέπη σου, καί τόν Σωτήρα δυσώπει ἀεί, διδόναι ἠμίν πταισμάτων ἄφεσιν.
ᾨδὴ δ’. Ὁ Εἱρμὸς.
Θείαν χάριν δεξάμενος, οἰάπερ θεράπων Χριστοῦ θερμοτατος, ἁπαλλάττειν τήν ζωήν ἠμῶν, Πάτερ μή ἐλλίπης πάσης θλίψεως.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπωδύνων κακώσεων, λύτρωσαι Παρθένιε τή πρεσβεία σου, τούς προστάτην καί μεσίτην σέ, κεκτημένους Πάτερ πρός τόν Κύριον.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Νεκρωθέντας ὡς ἤγειρας, τή ζωοποιῶ ἐντεύξει σου Ὅσιε, οὕτω ζώωσον Παρθένιε, νεκρωθείσαν Πάτερ τήν καρδίαν μου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἰησοῦν τόν πανάγαθον, ὄν ἀκαταλήπτως Κόρη, ἐκύησας, καθικέτευε δωρήσασθαι, τῶν πλημμελημάτων ἠμίν ἄφεσιν.
ᾨδὴ ε’. Ὁ Εἱρμὸς.
Ἔχοντες τήν σήν, προστασίαν οὐ πτοούμεθα, τῶν δαιμόνων καθ’ ἠμῶν τάς προσβολᾶς· διά τοῦτο σοῖ προστρέχομεν Παρθένιε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἤστραψας ὡς φῶς, καί ἀκτίσι τῶν θαυμάτων σου, διαλύεις τήν σκοτόμαιναν ἀεί, τῶν παθῶν ἠμῶν Παρθένιε πανθαύμαστε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Μέγας ἀρωγός, ἀνεδείχθης ἠμῶν Ἅγιε· διά τοῦτο σου δεόμεθα θερμῶς· ἐξελού ἠμᾶς στενώσεων καί θλίψεων.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἄχραντε Ἁγνή, Θεοτόκε Ἀειπάρθενε, ἐξελού ἠμᾶς παντοίων πειρασμῶν, οἴα Μήτηρ τοῦ Θεοῦ ἠμῶν φιλάγαθος.
ᾨδὴ ς’. Ὁ Εἱρμὸς.
Σωμάτων, ἴασαι Πάτερ τούς πόνους, τῶν πρός σέ μετά σπουδῆς προσιόντων, καί τῶν ψυχῶν ἀθυμίας τό βάρος, τό καταθλῖβον ἠμᾶς ἐπικούφισον, Παρθένιε θαυματουργέ, τή θερμή σου πρεσβεία πρός Κύριον.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ρυσθῆναι, τῆς τοῦ ἐχθροῦ κακουργίας, καί ἁπάσης ἀπειλῆς καί μανίας, καί πικροτάτων ἠμᾶς συμπτωμάτων, Χριστόν δυσώπει παμμάκαρ Παρθένιε· ὅτι μεγίστην πρός αὐτόν, παρρησίαν πλουτεῖς ἱερώτατε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὑπάρχων, θεοειδῆς Ἱεράρχης, ἀνεδείχθης τῶν πασχόντων προστάτης, καί θλιβομένων θερμός ἀντιλήπτωρ, καί ἐλατήρ τῶν δαιμόνων Παρθένιε· διο τῆς σῆς δίδου ἠμίν, ἀρωγῆς καθ’ ἑκάστην τάς χάριτας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σέ πάντες, καταφυγήν ἐν ἀναγκαις, καί βοήθειαν Παρθένιε πλουτοῦντες, πάσης ἀνάγκης ἐν βίω καί ζάλης, τή χάριτί σου ταχέως λυτρούμεθα, θεοκυῆτορ Μαριάμ· διά τοῦτο ἀεί σέ δοξάζομεν.
Διασωσον θαυματουργέ Ἱεράρχα πάσης ἀνάγκης, καί μανίας τοῦ πονηροῦ πολεμήτορος, τούς σέ τιμώντας Παρθένιε θεοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον(3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε ἐλέησον(3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον(3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β’
Τοῖς τῶν θαυμάτων σου, Πάτερ, πυρσεύμασιν, ἀποδιώκεις παθῶν τήν σκοτόμαιναν καί ρῶσιν καί χάριν οὐράνιον, καί εὐφροσύνην παρέχεις Παρθένιε, ἠμίν τοῖς ἐκ πόθου τιμῶσι σέ.
Α’ Ἀντίφωνον
Ἦχος δ’
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου.(δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.(δίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ.
Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.
Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον(γ’).
Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῶ Πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Δόξα σοί, Κύριε, δόξα σοί.
Τῷ καιρῶ ἐκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε. Πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεάν ἐλάβετε, δωρεάν δότε.
Δόξα σοί, Κύριε, δόξα σοί.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἦχος β’
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νύν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι
Θαύμασιν ἐκόσμησας, τήν σήν ζωήν Ἱεράρχα, καί πολλούς διέσωσας, λύμης τοῦ ἀλάστορος ὡς φιλάγαθος δαψιλῶς πάσι γάρ, νέμεις τάς ἰάσεις· διά τοῦτο σου δεόμεθα. Ἴασαι Ἅγιε, τῆς ψυχῆς ἠμῶν τήν κατήφειαν, καί ἄχθος τό τῶν θλίψεων, θάττον ἀφ’ ἠμῶν διασκέδασον, εἰρήνην παρέχων, ἠμίν καί εὐφροσύνην ἀληθῆ, Πάτερ παμμάκαρ Παρθένιε, ταῖς σαῖς ἀντιλήψεσι.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ’)
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ᾨδὴ ζ’. Ὁ Εἱρμὸς.
Ἀκαθάρτων πνευμάτων, ὡς καθεῖλες παμμάκαρ πάσαν τήν δύναμιν, οὕτω τῆς ἐπήρειας, αὐτῶν τῆς ὀλεθρίου, ἀσινεῖς διαφύλαττε, Παρθένιε θαυμαστέ, τούς σέ ὑμνολογοῦντας.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἱλασμόν ἠμίν αἴτει, καί δεινῶν συντριμμάτων τήν ἐπανόρθωσιν, καί βίου εὐπραγίαν, καί πάσαν εὐλογίαν, ἐκ Θεοῦ Πάτερ Ὅσιε, τοῖς προσιούσιν ἀεί, τή σή σεπτή πρεσβεία.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Γεωργεῖν μετανοίας, τούς καρπούς μέ ἐνίσχυσov Πάτερ Ὅσιε, ὡς ἄν τῆς ἁμαρτίας, ἐκφύγω τήν ἀπάτην, καί ζωῆς τύχω κρείττονος, Παρθένιε ἱερέ, διά τῶν πρεσβειῶν σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον Κόρη τov ἀπερίληπτον, χειρῶν μέ τοῦ Βελίαρ, ἁπάλλαξον ἐν τάχει, καί Θεῶ μέ οἰκείωσαι, δί’ ἐναρέτου ζωῆς, Παρθένε Θεοτόκε.
ᾨδὴ η’. Ὁ Εἱρμὸς.
Ρύσαι μέ, τῆς τοῦ ἐχθροῦ δυναστείας, καί καταύγασον φωτί τῆς μετανοίας, τήν ἀμαυρωθεῖσαν, Παρθένιε ψυχήν μου.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀπό σκανδάλων, καί μαγγανείας καί πλάνης, διαφύλαττε Παρθένιε ἀτρώτους, τούς ἐπιζητοῦντας, τήν σήν ἐπιστασίαν.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Σωματικῶν μέ, καί ψυχικῶν νοσημάτων, τήρει ἄτρωτον Παρθένιε παμμάκαρ, ὁ καρκίνου πάθος, τῷ λόγω θεραπεύσας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἴασαι Κόρη, τήν ἀσθενοῦσαν ψυχήν μου, δεινοῖς πάθεσι καί πλείσταις ἁμαρτίαις, ἴνα σέ δοξάζω τήν Κεχαριτωμένην.
ᾨδὴ θ’. Ὁ Εἱρμὸς.
Μεγίστων θαυμασίων, αὐτουργός ὑπάρχων, μή διαλίπης παρέχειν ἑκάστοτε, ἐνί ἑκάστη Παρθένιε τά αἰτήματα.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁ θεῖος τῆς Λαμψάκου, καί κλεινός ποιμάντωρ, θαυματουργέ Ἱεράρχα Παρθένιε, ὑπέρ ἠμῶν τήν Τριάδα ἀεί ἱκέτευε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὑψίστου νῦν τῷ θρόνω, παρεστῶς παμμάκαρ, ἰκετηρίους ἀπαύστως προσάγαγε, ὑπέρ ἁπάντων δεήσεις τῶν εὐφημούντων σέ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπέρτερον τόν νοῦν μου, δεῖξον τῶν γηΐνων, ὡς ὑπερτέρα ἁπάσης της κτίσεως, Θεοκυῆτορ Παρθένε ἴνα δοξάζω σέ.
Μεγαλυνάρια
Χαίροις τῆς Λαμψάκου θεῖος πύρσος, ὁ καταπυρσεύων, ἐν τοῖς θαύμασι πάσαν γῆν· χαίροις ὁ διώκων, παθῶν καί νοσημάτων, καί τῶν δαιμόνων ζόφον, Πάτερ Παρθένιε.
Θεῖος ἀνεδείχθης Ἀρχιερεύς, λαμπρότητι βίου, διαλάμπων ἀπό παιδός, καί τοῖς θαύμασί σου, πολλούς εὐεργετήσας, ἀξίως ἐδοξάσθης, Πάτερ Παρθένιε.
Ρύσαι μαγγανείας τῆς χαλεπῆς, καί πάσης μαγείας, ἐνεργεία τή τοῦ ἐχθροῦ, καί ἄτρωτον τήρει, ἠμῶν τόν βίον Πάτερ, ἐκ πάσης ἐπηρείας, τοῦ παναλάστορος.
Νόσους θεραπεύεις ὀδυνηρᾶς, καί καρκίνου πάθος, ἰασάμενος συμπαθῶς, δίδου ἠμίν ρῶσιν, ἐν βίω καί ὑγείαν, Παρθένιε παμμάκαρ, τή ἀντιλήψει σου.
Χαίροις Ἀποστόλων ὁ μιμητής, καί Ἀρχιερέων, ἐγκαλλώπισμα ἱερόν χαίροις τῶν θαυμάτων, ἡ πολυχεύμων κρήνη, Παρθένιε παμμάκαρ, ἠμῶν βοήθεια.
Μή ἐλλίπης Πάτερ ἐκδυσωπεῖν, τόν πάντων Δεσπότην, τοῦ διδόναι ἠμίν ἀεί, ἄφεσιν πταισμάτων, καί πάσαν εὐπραγίαν, Παρθένιε παμμάκαρ, ὡς συμπαθέστατος.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.(ἐκ γ’)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον,(ἐκ γ’)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Ἦχος πλ. β’
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου
Θεῖος Ἱεράρχης πεφηνῶς, καί θαυμάτων πλήθει ἐμπρέψας, Πάτερ Παρθένιε, πάσης περιστάσεως, καί ἀλγηδόνος πίκρας, καί δαιμόνων κακώσεως, καί δολοπλοκίας, καί μαγείας λύτρωσαι, τούς προσιόντας σοί· ἔχεις γάρ πολλήν παρρησίαν, πρός τόν Βασιλέα τῶν ὅλων, ἐκπληροῦν ἁπάντων τά αἰτήματα.
Ἦχος πλ. δ’
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β’
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.