Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Προσευχή στον Άγιο Ιούδα το Θαδδαίο

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ πολυσόφῳ καὶ κλυτῇ Ἀθληφόρῳ, Αἰκατερίνῃ τῇ τοῦ Κτίσαντος νύμφη, προσέλθωμεν οἱ πάσχοντες βοῶντες ἐκ ψυχῆς· Μάρτυς ἀξιάγαστε, ἐξελοῦ τοὺς σοὺς δούλους, τῆς παρούσης θλίψεως, καὶ μελλούσης ἀνάγκης· σὺ γὰρ μεγίστην ἔχεις πρὸς Χριστόν, καὶ παῤῥησίαν, σεμνὴ καὶ οἰκείωσιν.

Δόξα.
Ὑπὸ τὴν σκέπην τῆς θερμῆς σου πρεσβείας, Αἰκατερινα ἀθληφόρων φαιδρότης, καὶ τοῦ Σωτῆρος νύμφῃ μεγαλώνυμε, πίστει καταφεύγουσα ἐν δεινῆς ἡ σῇ ποίμνῃ, πᾶσις ἀπαλλάττεται ἐπηρείας καὶ βλάβης, καὶ καθ’ ἑκάστην πόθῳ σοι βοᾶ, σκέπη μὴ ἔσω ἀεὶ καλιπάρθενε.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Αἰκατερίνης σωθείημεν πρεσβείαις. Ἀμήν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκήρατε νύμφη τοῦ Ἰησοῦ, πρόσχες οὐρανόθεν, καὶ ἐνώτισαι τὰς φωνάς, τῶν πίστει θερμῇ σοι προσιόντων, Αίκατερῖνα καὶ δὸς τὰ αἰτήματα.

Ἰλέω σου ὄμματι εὐμενῶς, ἴδε καλλιμάρτυς, γῆς ψυχῆς μου τὴν συντριβήν, καὶ ὄρεξον χεῖρα βοηθείας, Αἰκατερῖνα τῷ σοὶ ἀτενίζοντι.

Κενώσας ὀργίλως ὁ δυσμενής, τῇ ψυχῇ μου Κόρη, τὴν πικρίαν τῶν ἡδονῶν, νεκρόν με κατέστησεν ἀθλίως, ἀλλ’ ἐπιστᾶσα σὺ Μάρτυς με ζώωσον.

Θεοτοκίον.
Ἁγνείας ταμεῖον θεοειδές, καὶ δικαιοσύνης, πρυτανεῖον φωτολαμπές, Ἁγνὴ θεοχώρητε Παρθένε, ἁγίασόν μου καὶ σῶμα καὶ ἔννοιαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῦ ἐχθροῦ τὴν μανίαν τὴν καθ’ ἡμῶν σύντριψον, καὶ τῶν πονηρῶν μελετώντων κατὰ τῆς ποίμνης σου βουλὰς ἀφάνισον, Αἰκατερῖνα θεόφρον ἐν εἰρήνη πάντοτε ἡμᾶς φυλάττουσα.

Ἐκ παντοῖων κινδύνων καὶ συμφορῶν λύτρωσε, καὶ ἐπηρειῶν πολυτρόπων τοῦ πολεμήτορος, Αἰκατερῖνα σοφῇ καὶ πᾶσις ἄλλης ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας τῇ προστασία σου.

Ῥῶσιν πᾶσι κατ’ ἄμφω καὶ τῶν παθῶν ἴασιν, καὶ ἀπαλλαγὴν τῶν ἐν βίῳ πόνων καὶ θλίψεων, δίδου ἑκάστοτε μαρτυρικῆς σου πρεσβεία, πρὸς Χριστὸν τὸν εὔσπλαγχνον τοῖς σὲ γεραίρουσι.

Θεοτοκίον.
Ἰατρὸν καὶ σωτῆρα καὶ λυτρωτὴν τέξασα, τῶν ἐκ τῆς ἀρχαίας κατάρας ἡμᾶς ῥυσάμενον, Χριστὸν τὸν Κύριον τὴν ἀσθενοῦσα ψυχήν μου, ἴασαι Πανάμωμε τῇ σῇ Χρηστότητι.

Διάσωσον, παρθενομάρτυς Κυρίου Αἰκατερῖνα, ἐκ ποικίλων ἀῤῥωστημάτων καὶ θλίψεων, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Παρθένε σοφῇ καὶ Ἀθληφόρε ἔνδοξε, καὶ νύμφῃ Χριστοῦ, Αἰκατερῖνα πάνσεμνε, κακῶν τὴν ἀπολύτρωσιν, καὶ παντοίων πταισμάτων τὴν ἄφεσιν, τὸν σὸν νυμφίον δυσῶπει παρασχεῖν, τοῖς πόθο γεραίρουσι τοὺς ἄθλους σου.

ᾨδὴ δ΄. Εισακήκοοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ ὀδυνηρῶν συντριμμάτων ἀνόρθωσον, τοὺς προστρέχοντας τῇ σκέπη σου, ὦ Αἰκατερίνῃ πολυδόξαστε.

Ἡ πρεσβεῖα σου γένοιτο, δρόσος θυμηδίας καὶ παρακλήσεως, τοῖς παλαίουσιν ἐν θλίψεσι, καὶ ἐταζομένοις δεινοῖς μάστιξι.

Σεσωσμένους προσάγαγε, τῷ τερπνῷ νυμφίῳ σου Καλλιπάρθενε, τοὺς ἐκ χώρας παραβάσεων, τεταπεινωμένους ἐπανήκοντας.

Στεναγμοῖς τε καὶ δάκρυσιν, ἐπικαμπτομένῃ τοῖς τῶν προσφύγων σου, τὰς ὀδύνας τούτων κούφισον, ὦ Αἰκατερῖνα τῇ σῇ χάριτι.

Θεοτοκίον.
Ὡραιώθης κυήσασα, τὸν ὡραῖον κάλλει Χριστὸν Πανάμωμε, οὐ κᾀμοῦ ταῖς ὡραιότησι, πρὸς ἀγάπην θείαν ἀναπτέρωσον.
.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχὺν τοῦ δολίου πολεμήτορος, τοῦ ἐπιτιθεμένου καθ’ ἡμῶν, μανικῶς Αἰκατερῖνα καλλιπάρθενε.

Ἔκχεον ἡμῖν, πρεσβειῶν σου τὴν χρηστότητα, καὶ ὐγίασον ἡμᾶς ὁλοτελῶς, τοὺς κατ’ ἄμφω ἀσθενοῦντας σεμνοπάρθενε.

Ἴδοιμι σεμνή, ἐν καιρῷ τῶν περιστάσεων, τὴν θέρμην σου καὶ ταχεῖαν ἀρωγήν, μεταβάλλουσαν τῶν πόνων τὴν τραχύτητα.

Θεοτοκίον.
Ἡ τὸν ἀγαθόν, σωματώσασα δι’ ἔλεος, τὴν ἀθλίαν μου οἰκτείρησον ψυχήν, καὶ ἀγάθυνον αὐτὴν Θεοχαρίτωτε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μαρτύρων, Αἰκατερίνα ἡ δόξα πρὸς ὁδὸν τῶν θεϊκῶν μαρτυρίου, ἐξ ἀδοξίας παθῶν ἀκαθάρτων, καὶ ἀνὰ βίας πολλῶν παραβάσεων· ὁδήγησον ἡμᾶς σεμνῇ, καὶ τῶν νοῦν ἡμῶν ἄνῳ ἀνύψωσον.

Ἐκ πλήθους, ἁμαρτιῶν πολυτρόπων πλῆθος θλίψεων ἐπῆλθε μοι Μάρτυς, καὶ πειρασμῶν χαλεπῶν καταιγίδες, περιδονοῦσιν ἀθλίως τῶν βίον μου· ἀλλὰ τῇ σῇ ἐπισκοπῇ, τῶν παρόντων δεινῶν με ἀπάλλαξον.

Ναῷ σου, τὸ Ἱερῷ προστρέχοντες, οἱ ἱκέταις σου ἐν πολλὴ κατανύξει, Αἰκατερῖνα θερμῶς ἐκβοῷμεν· πᾶσις ἀνάγκης καὶ θλίψεως λύτρωσε· Πανένδοξε μάρτυς Χριστοῦ, τοὺς σοὺς δούλους ἀεὶ σὲ γεραίροντας.

Θεοτοκίον.
Ποικίλοις, περισπασμοῖς καθ’ ἑκάστη καὶ ματαίας ἀνοήτως φροντίσι, ἀνοήτων ἀνίωτον βίον, καὶ τῶν παθῶν ἐπιξέω τὰ τραύματα· ἀλλὰ σὺ Δέσποινα Ἁγνῇ, τῆς παρούσης κακίας με λύτρωσε.

Διάσωσον, παρθενομάρτυς Κυρίου Αἰκατερίνῃ, ἐκ ποικίλων ἀῤῥωστημάτων καὶ θλίψεων, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ευσπλαχνίας ὑπάρχουσα.
Εὐσπλαγχνίᾳ χρωμένῃ ὦ σεμνῇ, εὐμενῶς τὰς ἱκεσίας ἡμῶν ἐνωτίζου ὄρεξον ἡμῖν τὴν σὴν ἀντίληψιν, βλύσον τῶν χαρίτων σου τὰ ῥεύματα, τοῖς σοὶ καταφεύγουσιν, ἐκ πόθου ἑκάστοτε, Αἰκατερῖνα Μαρτύρων ἀγαλλίαμα.

Καὶ εὐθύς τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχέ μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματα μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον.
(Κεφ. ε΄. 24 – 34).

Τῷ καιρῶ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις, οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἄλλα μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γάρ. Ὅτι, κἄν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγῇ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπό τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγαν αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντα σε, καὶ λέγεις· Τίς μου ἥψατο ; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ’ αὐτῇ, ἦλθε, καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ Θύγατερ, ἡ πίστις σου σέσωκε σε, ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπό τῆς μάστιγος σου.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὀλὴν ἀποθέμενοι.
Μάρτυς καλλιπάρθενε, Αἰκατερῖνα θεόφρον ἄνθος καθαρότητος καὶ σοφίας ὄργανον παναρμόνιον, τῶν δεινῶν ῥῦσαί με, καὶ σκολιωτάτον, σοφισμάτων τοῦ ἀλάστορος, καὶ ἐν σεμνότητι, καὶ δικαιοσύνη πορεύεσθαι, ἀξιῶσόν με δέομαι, ἐν τῷ βίῳ τούτῳ τῷ ῥέοντι, ὡς ἂν θεαρέστως, βιώσας τῶν ἀγήρων ἀγαθῶν, μέτοχος γένωμαι ἔνδοξε, τῇ θερμῇ δεήσει σου.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥείθροις τῶν εὐχῶν σου τῶν παθῶν μου τὴν φλόγαν σβέσον πανεύφημε καὶ δρόσον Σωτηρίας, καὶ θείας εὐφροσύνης, τῇ καρδία μου ὄμβρισον· Αἰκατερῖνα σοφῇ, θερμῶς ἐκδυσωπῶ σε.

Ἐν τῇ σῇ προστασίᾳ ἡ σῇ ποίμνην προθύμως προστρέχει πάντοτε, καὶ ἐν πίστει καυχομένη, τίς θαύμασι σου Μάρτυς, ἐκ βαθέων κραυγάζῃ σοι· σῇ μοὶ θερμὴ ἀρωγῇ, γενοῦ Αἰκατερῖνα.

Σθένος δίδου καὶ ῥῶσιν ἀσθενοῦσι προσμένουσι σὴν ἀντιλήψῃ, καὶ λύσιν ἀθυμίας, καὶ πᾶσις ἁμαρτίας, τοῖς θερμῶς καταφεύγουσι· τῇ ἱερά σου σορῷ, σοφῇ Αἰκατερῖνα.

Βουλευμάτων δολίων καὶ μανίας ἀδίκου ἤμας ἀπάλλαξον, ἐχθροῦ τοῦ καθ’ ἑκάστην, ἡμῶν ἐπιζητοῦντος, τὴν ἀπώλειαν ἔνδοξε· σὺ πάντας σύναψόν μοι, ἀγάπην καὶ εἰρήνην.

Θεοτοκίον.
Ἐξ ἀνόσου αἱμάτων σωματώσασα Κόρη τὸν ὑπερούσιον, σαρκός μου τὰς ὀδύνας, καὶ τῆς ψυχῆς τὰ πάθη, καὶ νοός τὰ συντρίμματα· τῇ σῇ θερμῇ ἀρωγῇ, θεράπευσον Παρθένε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχὺν καὶ ῥώμην, κατὰ παθῶν ὀλεθρίων, τῇ πρεσβεῖᾳ σου Αἰκατερῖνα δίδου, τοῖς ὑπερυψοῦσι, τὸν σὲ ἐνισχυκότα.

Ἄνωθεν σκέπεις, τοὺς ἀτενίζοντας Μάρτυς, πρὸς τὴν ἔνθερμον καὶ κραταιάν σου σκέπην, τούτοις λυτρουμένη, πολυειδῶν κινδύνων.

Ἴδε εὐσπλάχνως, τοὺς σοὺς δούλους ἀναξίως, τῇ ἁγία παρεστῶτα σου εἰκόνι, καὶ ἐπιβοῶντας, τὴν χάριν σου Ἁγία.

Θεοτοκίον.
Σωτηριώδη, καταφυγὴν εὖ εἰδώς σε, τὴν ἐλπίδα μου τῆς σωτηρίας Κόρη, τῇ σῇ δυναστείᾳ, ἀνέθηκα εἰς τέλος.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγγέλων συμπολῖτις, Αἰκατερίνα οὖσα, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, τοὺς ἀκλινεῖ διανοίᾳ σοι καταφεύγοντας.

Μονὴ Σιναίου Ὄρους, τὴν ἀνακειμένην Αἰκατερῖνα τῇ σῇ προστασίᾳ σου, μὴ διαλίπῃς φρουροῦσα καὶ περιέχουσα.

Ἡλίου τοῦ ἀδύτου, τὴν αἴγλην δεχόμενη, Αἰκατερῖνα παρθένων ὡράισμα, τῇ τῆς ψυχῆς μου σκοτόμαιναν ἀποδίωξον.

Θεοτοκίον.
Ναόν με φωτοφόρον, τῆς θείας ἐπιπνοίας, δι’ ἐναρέτου ζωῆς Κόρη ἔργασαι, τὴν ἀληθῆ Θεοτόκον ὁμολογοῦντά σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Βάτον ἀκατάφλεκτον ἐν Σινᾶ, στάμνῳ καὶ λυχνία ῥάβδον τράπεζα μυστικῇ, προσυπογραφεῖσαν, σκηνὴ τε Θεοῦ λόγου, εἰδότες Παρθένε σὲ μεγαλύνωμεν.

Ἔχει τόσῳ πνεῦμα ὁ οὐρανός, ἴδε σοῦ τὸ σῶμα τεθησαύρισται ἐν Σινᾶ, αἷμα μαρτυρίου, ἡ Ἀλεξάνδρου Πόλις, σοφῇ Aἰκατερῖνα σκέπε τοὺς δούλους σου.

Τὴν λαμπάδα πάντες τὴν φαεινήν, καὶ τῆς Παρθενίας τὸν ἀσύλληπτον θησαυρόν, τὴν νύμφη Κυρίου, καὶ ἄσπιλον ἀμνάδα, σοφὴν Αἰκατερίναν πάντες τιμήσωμεν.

Νύμφη τὴν πανεύφημον τοῦ Χριστοῦ, τῶν πιστῶν δὲ πάντων τὴν ἀντίληψιν τὴν θερμήν, τοῦ Θεοβαδίστου, Σινᾶ τὴν πολιούχoν, ἐν ὕμνοις ἐπαξίοις νῦν εὐφημήσωμεν.

Πρόσδεξαι ὦ Πάνσεμνε τοῦ Χριστοῦ, μάρτυς ἱκετῶν σου τὰς δεήσεις τὰς ταπεινάς, δίδου τε τοῖς πᾶσι, βοήθειαν ἐξ ὕψους, ἐν θλίψεσι ἀνάγκαις καὶ περιστάσεσι.

Σκέπη καὶ ἀντίληψις καὶ φρουρός, ἔσω Ἀθληφόρε, τῇ Μονῇ σου τῇ Ἱερᾷ καὶ παράσχου ταύτης, τὴν θαυμαστήν σου χάριν, καὶ πᾶσαν εὐλογίαν, ὦ Καλιπάρθενε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Τὴν Πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν, καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψούς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ δυνάμει· καὶ νῦν ὡς μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἐλεός.

Ἕτερον, εἰς τὴν Ὑπεραγία Θεοτόκον.
Χαῖρε Ἅγιον Ὄρος καὶ Θεοβάδιστον, χαῖρε ἔμψυχε Βάτε, καὶ Ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς καλλιπάρθενε Χριστοῦ, νύμφη εὐκλεὴς τοῦ Σωτῆρος, Αἰκατερῖνα σοφῇ, σῷζε τοὺς ἱκέτας σου, ἐκ πάσης θλίψεως, καὶ δεινῶν περιστάσεων, καὶ νόσων καὶ πόνων, καὶ πάσης φαυλότητος τοῦ κοσμοκράτορος· σοῦ γὰρ ἡ πρεσβεῖᾳ μεγίστην, κέκτηται ἰσχὺν Ἀθληφόρε· μὴ οὖν ὑπερίδῃς τοὺς τιμῶντάς σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή

Χαιρετισμοί εις την Αγίαν Μεγαλομάρτυρα και Πάνσοφον Νύμφην του Χριστού Αικατερίνην
Εγκώμια εις την Πανεύφημον του Χριστού Νύμφην Αικατερίνη την Μεγαλομάρτυρα
Βίος Αγίας Αικατερίνης

Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα και Πάνσοφον Νύμφην του Χριστού Αικατερίνην
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Οἶκος σοφίας γεγονυῖα παρθένε, διὰ μελέτης καὶ Θεοῦ εὐλογίας, Αἰκατερῖνα δὸς αὐτὴν αἰτοῦσί σε πιστῶς, ὅπως φωτιζόμενοι, Παρακλήτου ἀκτῖσι, πάντα ὑπερβαίνωμεν, τὰ ὑψούμενα τείχη, καὶ εὐγνωμόνως δόξαν τῷ Χριστῷ, δῶμεν τῷ οὕτως, σὲ Μάρτυς δοξάσαντι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχὶς·
Σοφίαν δὸς αἰτοῦσί σε, Αἰκατερῖνα θεία. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίας λειπόμενοι θεϊκῆς, αἰτούμεθα Μάρτυς, ταύτην κτήσασθαι σαῖς εὐχαῖς, πρὸς λύσιν τῶν βίου προβλημάτων, Αἰκατερῖνα εὐχαῖς σου πρὸς Κύριον.

Ὁ δότης ἁπάντων τῶν ἀγαθῶν, σοφίαν δεδώκει, κοσμικήν σοι καὶ τὴν Αὑτοῦ, ἣν δίδου σεμνὴ Αἰκατερῖνα, τοῖς ὥσπερ δῶρον αὐτὴν ἐκζητοῦσί σου.

Φιλόγνωσος οὖσα ἐν διαρκεῖ, μελέτῃ ἐγένου, τῆς σοφίας οἶκος λαμπρός, διὸ καὶ ἡμᾶς Αἰκατερῖνα, δοχεῖα ταύτης πρεσβείαις σου ποίησον.

Θεοτοκίον.
Ἱκέτευε Πάναγνε τὸν Χριστόν, ὡς ὄντα Σοφίαν, προαιώνιον τοῦ Πατρός, ἡμῖν παρασχεῖν θείαν σοφίαν, ὅπως γνωρίσωμεν Τούτου τὸ θέλημα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἄνευ θείας σοφίας, πρᾶξις ἡμῶν ἅπασα, ἄχρηστος ὑπάρχει τῷ ὄντι καὶ ἀνωφέλιμος, ὅθεν αἰτούμεθα, Αἰκατερῖνα σοφίαν, ἣν Χριστός σοι δέδωκεν, δῶρον ὑπέρτιμον.

Νίκην ἤγαγες ὅτε, πρὸς τοὺς σοφοὺς ἕστηκας, καὶ συνδιελέχθης σὺ μόνη, μάρτυς θεόσοφε, ἔχουσα ἄνωθεν, Αἰκατερῖνα Κυρίου, φωτισμὸν οὐράνιον, ὃν ἡμῖν χάρισαι.

Δωρεὰν τῶν χαρίτων, παρὰ Θεοῦ εἴληφας, δι’ ὧν ποθητὴ ἐγεγόνεις, πολλοῖς ὡς σύζυγος, σὺ δ’ ὅμως κέκρικας, Αἰκατερῖνα γενέσθαι, νύμφη τούτου ἄφθορος, καὶ παρθενεύουσα.

Θεοτοκίον.
Ὁ Υἱός σου Παρθένε, ἐπιφανεὶς εἵλκυσε, τὴν Αἰκατερῖναν εἰς πίστιν, Αὐτοῦ καὶ ἔδειξε, ταύτην ἐν Μάρτυσι, καὶ ἐν Παρθένοις μεγίστην, μεθ’ ἧς ἡμῶν γένοισθε, πρέσβεις πρὸς Κύριον.

Διάσωσον, τοὺς σὲ τιμῶντας Αἰκατερῖνα παρθενομάρτυς, ἀπὸ πάσης τοῦ πονηροῦ ἐπιθέσεως, καὶ σόφισον ἡμᾶς ἀεί, ἐκτελεῖν ἐντολὰς τοῦ Κυρίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίαν Θεοῦ, Αἰκατερῖνα πάρεχε, ἡμῖν τὴν αὐτήν, αἰτοῦσι ταῖς πρεσβείαις σου, ὅπως βίου πέλαγος, ὥσπερ τέκνα φωτὸς διανύσωμεν, καὶ σωφροσύνῃ ἀληθεῖ, Παράδεισον εὕρωμεν τὸν πάντερπνον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σωφροσύνην ἐνδέδυσαι, τὴν ἀγγελομίμητον καλλιπάρθενε, ἣν τοῖς πόθῳ σε γεραίρουσι, χάρισαι θησαύρισμα ἰσόβιον.

Ἁγνοτάτην ἐφύλαξας, τὴν παρθενικήν σου σάρκα πάσης μολύνσεως, ὅθεν πάντας τοὺς ἁγνεύοντας, στήριζε εὐχαῖς ταῖς ἁγνοτάταις σου.

Ἱερὸν ὡς ἀνάθημα, ὦ Αἰκατερῖνα Χριστῷ ἀνέθηκας, σεαυτὴν διὸ ὡς σφάγια, λογικὰ ἡμᾶς Αὐτοῦ ἀνάδειξον.

Θεοτοκίον.
Τὸν Υἱόν σου καὶ Κύριον, μυστικὸν νυμφίον κόρῃ ὑπέδειξας, ἥτις Τοῦτον ἀνεκήρυξε, πρὸ ἀπίστων εἶναι Θεὸν τέλειον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅσα σοι Χριστός, ἐχαρίσατο δωρήματα, Αἰκατερῖνα πρὸς τὴν δόξαν τὴν Αὐτοῦ, σοφῶς ἐχρήσω, τοὺς συνόντας καταπλήξασα.

Ὕψωσον σοφή, τὰς σὰς χεῖρας πρὸς τὸν Κύριον, καὶ τὴν σοφίαν τὴν Αὐτοῦ δίδου πιστοῖς, τοῖς ἐκζητοῦσι, ταῖς ἁγίαις σου δεήσεσι .

Στήλας τῶν παθῶν, ψυχικῶν ἡμῶν ὡς εἴδωλα, Αἰκατερῖνα καταλέπτυνον σεμνή, καὶ τοῦ Κυρίου, λατρευτὰς ἡμᾶς ἀνάδειξον.

Θεοτοκίον.
Ἴασαι ψυχῶν, καὶ σωμάτων ἀῤῥωστήματα, ἡ τετοκυῖα τῶν ἁπάντων Ἰατρόν, Παρθενομῆτορ, τὸν τὴν φύσιν ἡμῶν σῴσαντα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Συνέσεως, ἐμπλησθεῖσα Πνεύματος, τοῦ Ἁγίου φιλοσόφων ἀσόφων, λήρους σαθρούς, κατενίκησας μόνη, καὶ πρὸς τὴν πίστιν Χριστοῦ τούτους ἤνεγκας, εἰς ἣν ἑδραίωσον σοφή, τοὺς τιμῶντας τὴν θείαν σου ἄθλησιν.

Ἐθαύμασαν, τοῦ Χριστοῦ τὴν δύναμιν, δι’ ἧς ἴσχυσας τοὺς πόνους βασάνων, ὑπενεγκεῖν, καὶ λαβεῖν θεῖον στέφος, Αἰκατερῖνα οἱ δήμιοι βλέποντες, τὴν σὴν στεῤῥὰν ὑπομονήν, ἣν παράσχου τοῖς σὲ μακαρίζουσιν.

Ἀγάπην σου, καὶ τὸν θεῖον ἔρωτα, ταῖς ψυχαῖς τῶν ὑμνητῶν σου παράσχου, ὅπως ἀεί, πειρασμοὺς τοὺς ποικίλους, καθάπερ τεῖχος σαθρὸν καταβάλλωμεν, καὶ δρόμον τοῦ ἁγιασμοῦ, εὐθυπόρως Ἁγία τελέσωμεν.

Ἱκάνωσον, Παναγία Δέσποινα, τὰς παγίδας πειρασμῶν ὑπερβαίνειν, ὅτι πολλαί, ὑποκρύπτονται κόσμῳ, ᾧπερ βιοῦμεν καὶ ζῶμεν τὰ τέκνα σου, καὶ σόφισον πῶς δεῖ ἀεί, ἐν Χριστῷ πολιτεύεσθαι Πάναγνε.

Διάσωσον, τοὺς σὲ τιμῶντας Αἰκατερῖνα παρθενομάρτυς, ἀπὸ πάσης τοῦ πονηροῦ ἐπιθέσεως, καὶ σόφισον ἡμᾶς ἀεί, ἐκτελεῖν ἐντολὰς τοῦ Κυρίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῆς σοφίας Θεοῦ Λόγου σκήνωμα, καὶ ἁγνότητος οἶκος παγκάθαρος, ἀνεδείχθης, Αἰκατερῖνα νύμφη τοῦ Χριστοῦ, δι’ οὗ, ᾔσχυνας εἰδωλικήν, φιλοσοφίαν καὶ πολλούς, εἰς τὴν πίστιν ὡδήγησας. Πλείστοις δὲ μαρτυρίοις, εἴληφας θεῖον στέφος, καὶ τῶν τιμώντων σε πιστῶς, ἐκπληροῖς πάντα αἰτήματα.

Προκείμενον.
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχος. Ὑπομένουσα ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. 25, 1-13).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην. Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρωπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη,
τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χριστομάρτυς πάνσοφε, Αἰκατερῖνα θεόφρον, νύμφη πανακήρατε, Θεοῦ Λόγου οἴκημα ἁγιώτατον, τοὺς πιστῶς τιμῶντάς σε, πάντοτε εὐλόγει, καὶ αἰτήσεις τούτων πλήρωσον, ταῖς ἱκεσίαις σου, πρὸς τὸν ἀγαθὸν καὶ φιλάνθρωπον τὰς ἀσθενείας ἴασαι, δώρησαι σοφίαν τὴν ἄνωθεν, ὅπως εὐγνωμόνως, τὴν μνήμην σου τελῶμεν τὴν σεπτήν, καὶ τὸν Σωτῆρα δοξάζωμεν, τὸν σὲ στεφανώσαντα.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καθαρότητος οἶκον, κατιδὼν ὁ Σωτήρ σε νύμφην ἠγάγετο, ἐμπλήσας σε σοφίας, τῆς θείας ἣν παράσχου, τοῖς πιστῶς αἰτουμένοις σου, ὅπως ἐχθροῦ δολεροῦ, φεύγωμεν τὰς παγίδας.

Ἀληθείας Κυρίου, ὡς ἐπέγνως τὸν πλοῦτον εὐθὺς ἀπέῤῥιψας, τὴν πλάνην τῶν εἰδώλων, διὸ Αἰκατερῖνα, καὶ ἡμᾶς καταξίωσον, ἀκολουθεῖν ἀκλινῶς, Χριστοῦ τῇ ἀληθείᾳ.

Τετρωμένη τῷ πόθῳ, τοῦ Κυρίου ἀνέδραμες ὥσπερ ἔλαφος, σεμνὴ Αἰκατερῖνα, ὀπίσω Τούτου γνῶναι, τὰ μυστήρια πίστεως, ὅθεν ἡμᾶς μιμητάς, σοῦ δεῖξον εὐχομένη.

Θεοτοκίον.
Εὐμενῆ τὸν Δεσπότην, Θεοτόκε τοῖς δούλοις σου μεταποίησον, ἵνα μὴ ἀποστρέψῃ, τὸ πρόσωπον ὡς πάλαι, ἐκ τῆς Μάρτυρος ἔπραξεν, ἀλλὰ ἱλέως ἡμῖν, τὸ ὄμμα ἐπιῤῥίψῃ.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Ῥημάτων θείων, τὴν ἀποκάλυψιν δίδου, τοῖς αἰτοῦσι σοφὴ Αἰκατερῖνα, ἵνα σωτηρίας, βαδίσωμεν τὰς τρίβους.

Ἰσχὺν παράσχου, τοῖς ἐκ παθῶν κλονουμένοις, ἀθληφόρε σεμνὴ Αἰκατερῖνα, καὶ ἐλευθερίαν, ἐκ τούτων ἀξιώσαις.

Ναὸν Κυρίου, ἡγιασμένον τὸ σῶμα, τῶν ποθούντων Αὐτῷ συνενωθῆναι, δεῖξον ταῖς εὐχαῖς σου, ἁγνὴ Αἰκατερῖνα.

Θεοτοκίον.
Ἁμαρτανόντων, ὑπάρχεις πύλη Παρθένε, πρὸς Δεσπότην διὰ τῆς μετανοίας, ἣν ὡς δῶρον δίδου, τοῖς μεγαλύνουσί σε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θεῷ παρισταμένη, πλήρου τὰς αἰτήσεις, Αἰκατερῖνα σοφὴ τῶν τιμώντων σε, χαριζομένη ἑκάστῳ, τὸ συμφερότερον.

Εὐλόγησον τοὺς ὅσοι, σὲ ἐπικαλοῦνται, Αἰκατερῖνα καὶ τούτους ἐνίσχυσον, ἐν ταῖς ποικίλαις ἀνάγκαις, καὶ περιστάσεσιν.

Ἰάτρευσον σωμάτων, καὶ ψυχῶν τὰς νόσους, Αἰκατερῖνα ἡμῶν ἱκετεύουσα, τὸν Ἰησοῦν ὅτι ἔχεις, εὐχῶν τὴν δύναμιν.

Ἀξίωσον παρθένε, καὶ γενναία μάρτυς, Αἰκατερῖνα πιστοὺς τοὺς τιμῶντάς σε, τῆς οὐρανῶν Βασιλείας, ἧς σὺ τετύχηκας.

Θεοτοκίον.
Ἁπάντων τὰς δεήσεις, δέξαι Θεοτόκε, τῶν χριστωνύμων καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ ὥσπερ οὖσα, μήτηρ φιλότεκνος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις νύμφη πάνσοφε τοῦ Χριστοῦ, μάρτυς Ἀθληφόρε, τῆς ἁγνείας οἶκος λαμπρός, ὦ Αἰκατερῖνα, παρθένων εὐκοσμία, καὶ τῶν πιστῶν ἁπάντων, θεῖον προσφύγιον.

Ὥσπερ κατενίκησας τοὺς σοφούς, τῇ θείᾳ σοφίᾳ, καὶ ἐδόξασας τὸν Χριστόν, οὕτω σαῖς πρεσβείαις, σεμνὴ Αἰκατερῖνα, ἡμῶν τὰ τυραννοῦντα, πάθη ἀφάνισον.

Τοὺς ποθοῦντας ζῆσαι ἐν τῷ Χριστῷ, ὦ Αἰκατερῖνα, ἐν ἁγνότητι καθαρᾷ, στήριξον ὡς οὖσα, παρθένος ἁγνοτάτη, καὶ τοῦ ἐχθροῦ τὰ βέλη, ὡς χοῦν διάλυε.

Πλῆσον τῆς σοφίας τῆς θεϊκῆς, τοὺς ἐξαιτουμένους, σαῖς πρεσβείαις ὅπως ἀεί, πράττωμεν προθύμως, σοφὴ Αἰκατερῖνα, τὰς ἐντολὰς Κυρίου, καὶ τὰ θελήματα.

Τὴν ὁμώνυμόν σου Πόλιν σκέπε ἀεί, ἐκ παντὸς κινδύνου, καὶ οἰκοῦντας ταύτην πιστούς, ὦ Αἰκατερῖνα, εὐλόγει ταῖς εὐχαῖς σου, καὶ φύλαττε ἀτρώτους, ἐκ πάσης θλίψεως.

Ὥσπερ τὸ σὸν σκῆνος τὸ ἱερόν, ἐξ Ἀλεξανδρείας, ἐνηνόχασιν εἰς Σινᾶ, Ἄγγελοι Κυρίου, οὕτως Αἰκατερῖνα, ἐν ταῖς σεπταῖς χερσί σου, κράτει τοὺς δούλους σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὴν Πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψούς τῶν ἀσεβῶν τοῦ Πνεύματος τῇ δυνάμει· καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἐλεός.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Κάθαρον ἡμῶν τοὺς λογισμούς, καὶ σοφίαν θείαν παράσχου, Αἰκατερῖνα σοφή, ὅπως τὰ θελήματα, ἐπιτελῶμεν Χριστοῦ, καὶ ἐχθρῶν διαφύλαξον, τοὺς σὲ ἀνυμνοῦντας, τὸν γλυκὺν Παράδεισον, χαριζομένη σεμνή, ἔνθα σὺν χοροῖς τῶν Ἁγίων, τῶν ἀπὸ αἰώνων ἁπάντων, Τούτου θεῖον πρόσωπον ὀψόμεθα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Τοὺς σὲ τιμῶντας, σοφὴ Αἰκατερῖνα,
Σύναψον Χριστῷ σεπταῖς σου ἱκεσίαις.

Χαιρετισμοί εις την Αγίαν Μεγαλομάρτυρα και Πάνσοφον Νύμφην του Χριστού Αικατερίνην
Εγκώμια εις την Πανεύφημον του Χριστού Νύμφην Αικατερίνη την Μεγαλομάρτυρα
Βίος Αγίας Αικατερίνης
Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα και Πάνσοφον Νύμφην του Χριστού Αικατερίνην

†Εορτάζεται 25 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ πολυσόφῳ καὶ κλυτῇ Ἀθληφόρῳ, Αἰκατερίνῃ τῇ τοῦ Κτίσαντος νύμφη, προσέλθωμεν οἱ πάσχοντες βοῶντες ἐκ ψυχῆς· Μάρτυς ἀξιάγαστε, ἐξελοῦ τοὺς σοὺς δούλους, τῆς παρούσης θλίψεως, καὶ μελλούσης ἀνάγκης, σὺ γὰρ μεγίστην ἔχεις πρὸς Χριστόν, καὶ παῤῥησίαν, σεμνῇ καὶ οἰκείωσιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
«Αἰκατερίνης σωθείημεν πρεσβείαις. Ἀμήν».

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκήρατε νύμφη τοῦ Ἰησοῦ, πρόσχες οὐρανόθεν, καὶ ἐνώτισαι τὰς φωνᾶς, τῶν πίστει θερμῇ σοι προσιόντων, Αίκατερῖνα καὶ δὸς τὰ αἰτήματα.

Ἰλέω σου ὄμματι εὐμενῶς, ἴδε καλλιμάρτυς, γῆς ψυχῆς μου τὴν συντριβήν, καὶ ὄρεξον χεῖρα βοηθείας, Αἰκατερῖνα τῷ σοὶ ἀτενίζοντι.

Κενώσας ὀργίλως ὁ δυσμενής, τῇ ψυχή μου Κόρη, τὴν πικρίαν τῶν ἡδονῶν, νεκρὸν με κατέστησεν ἀθλίως, ἀλλ’ ἐπιστᾶσα σὺ Μάρτυς με ζώωσον.

Θεοτοκίον.
Ἁγνείας ταμεῖον θεοειδές, καὶ δικαιοσύνης, πρυτανεῖον φωτολαμπές, Ἁγνὴ θεοχώρητε Παρθένε, ἁγίασόν μου καὶ σῶμα καὶ ἔννοιαν.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Τεῖχος ὀχυρώτατον, Αἰκατερῖνα πανθαύμαστε, γενοῦ ἡμῖν, τοῖς προσδεχομένοις, τὴν θερμήν σου ἀντίληψιν.

Ἔξαρον τὴν θλῖψιν μου, καὶ τὴν πικρίαν τῶν πόνον μου, εἰς ἀληθῆ, χαρμονὴν μετάθες, καὶ γλυκείαν ἀνάψυξιν.

Ῥῶσιν πολυπόθητον, τοῖς ἀσθενέσι χορήγησον, νύμφῃ Χριστοῦ, καὶ τοῖς τεθλιμμένοις, τὴν τερπνὴν ἀγαλλίασιν.

Θεοτοκίον.
Ἴασιν καὶ λύτρωσιν, εὐλογημένη Πανάμωμε, δίδου ἡμῖν, τοῖς ὑμνολογοῦσι, τῆς σῆς δόξης τὸ μέγεθος.

Διάσωσον Παρθενομάρτυς τοῦ ψόγου Αἰκατερῖνα, ἐκ ποικίλων ἀῤῥωστημάτων καὶ θλίψεων, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Παρθένε σοφὴ καὶ Ἀθληφόρε ἔνδοξε, καὶ νύμφη Χριστοῦ, Αἰκατερῖνα πάνσεμνε, κακῶν τὴν ἀπολύτρωσιν, καὶ παντοίων πταισμάτων τὴν ἄφεσιν, τὸν σὸν νυμφίον δυσώπει παρασχεῖν, τοῖς πόθῳ γεραίρουσι τοὺς ἄθλους σου.

ᾨδὴ δ΄. Εισακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ ὀδυνηρῶν συντριμμάτων ἀνόρθωσον, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, ὦ Αἰκατερίνῃ πολυδόξαστε.

Ἡ πρεσβεῖᾳ σου γένοιτο, δρόσος θυμηδίας καὶ παρακλήσεως, τοῖς παλαίουσιν ἐν θλίψεσι, καὶ ἐταζομένοις δεινοῖς μάστιξι.

Σεσωσμένους προσάγαγε, τῷ τερπνῷ νυμφίῳ σου Καλλιπάρθενε, τοὺς ἐκ χώρας παραβάσεων, τεταπεινωμένους ἐπανήκοντας.

Στεναγμοῖς τε καὶ δάκρυσιν, ἐπικαμπτομένη τοῖς τῶν προσφύγων σου, τὰς ὀδύνας τούτων κούφισον, ὦ Αἰκατερῖνα τῇ σῇ χάριτι.

Θεοτοκίον.
Ὡραιώθης κυήσασα, τὸν ὡραῖον κάλλει Χριστὸν Πανάμωμε, οὐ κἀμοῦ ταῖς ὡραιότησι, θέλξον πανολβίως τὴν διάνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχὺν τοῦ δολίου πολεμήτορος, τοῦ ἐπιτιθεμένου καθ’ ἡμῶν, μανικῶς Αἰκατερῖνα καλλιπάρθενε.

Ἔκχεον ἡμῖν, πρεσβειῶν σου τὴν χρηστότητα, καὶ ὐγίασον ἡμᾶς ὁλοτελῶς, τοὺς κατ’ ἄμφω ἀσθενοῦντας σεμνοπάρθενε.

Ἴδοιμι σεμνή, ἐν καιρῷ τῶν περιστάσεων, τὴν θερμήν σου καὶ ταχεῖαν ἀρωγήν, μεταβάλλουσαν τῶν πόνων τὴν τραχύτητα.

Θεοτοκίον.
Ἡ τὸν ἀγαθόν, σωματώσασα δι’ ἔλεος, τὴν ἀθλίαν μου οἰκτείρησον ψυχήν, καὶ ἀγάθυνον αὐτὴν Θεοχαρίτωτε.

ᾨδὴ ς΄. Ἱλάσθητί μοι Σωτήρ.
Μαρτύρων περιφανές, ὣς ἀληθῶς σεμνολόγημα, Αἰκατερῖνα σοφή, ἡμᾶς καθοδήγησον, πρὸς τρίβον σωτήριον, θείων μαρτυρίων, τοῦ λαμπρῶς σε μεγαλύναντος.

Ἐκ πλήθους ἁμαρτιῶν, εἰς πλῆθος θλίψεων ἔφθασα καὶ καταιγίδες κακῶν, νῦν περιδονοῦσι με, ἄλλα σὺ προφθάσασα, ὦ Μεγαλομάρτυς, τῆς ὁρμῆς με τούτων λύτρωσαι.

Νεκρώσασα ἀληθῶς, ταῖς ζωηφόροις πρεσβείαις σου, σαρκός μου τὰς ἐκτροπάς, τὴν ψυχήν μου ζώωσον, καὶ τούτην καρδίωσον, πρὸς ζωῆς ἀρίστης, ἀναβάσεις μεγαλώνυμε.

Θεοτοκίον.
Ποικίλοις περισπασμοῖς, καὶ πειρασμοῖς περιπέπτωκα, τοῦ ψεύδους τὰς ἀπαρχάς, ὃ τάλας δρεπόμενος, ἀλλ’ ὦ Ἀειπάρθενε, σὺ ἐπάκουσόν μου καὶ εἰρήνευσον τὸν βίον μου.

Διάσωσον Παρθενομάρτυς τοῦ ψόγου Αἰκατερῖνα, ἐκ ποικίλων ἀῤῥωστημάτων καὶ θλίψεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ευσπλαχνίας ὑπάρχουσα.
Εὐσπλαγχνίᾳ χρωμένῃ ὦ σεμνῇ, εὐμενῶς τὰς ἱκεσίας ἡμῶν ἐνωτίζου ὄρεξον ἡμῖν τὴν σὴν ἀντίληψιν, βλύσον τῶν χαρίτων σου τὰ ῥεύματα, τοῖς σοὶ καταφεύγουσιν, ἐκ πόθου ἑκάστοτε, Αἰκατερῖνα Μαρτύρων ἀγαλλίαμα.

Καὶ εὐθύς τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχέ μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον.
(Κεφ. ε΄. 24 – 34).

Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ ᾿Ιησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάρτυς καλλιπάρθενε, Αἰκατερῖνα θεόφρον ἄνθος καθαρότητος καὶ σοφίας ὄργανον παναρμόνιον, τῶν δεινῶν ῥῦσαί με, καὶ σκολιωτάτον, σοφισμάτων τοῦ ἀλάστορος, καὶ ἐν σεμνότητι, καὶ δικαιοσύνη πορεύεσθαι, ἀξιῶσον με δέομαι, ἐν τῷ βίῳ τούτῳ τῷ ῥέοντι, ὡς ἂν θεαρέστως, βιώσας τῶν ἀγήρων ἀγαθῶν, μέτοχος γένωμαι ἔνδοξε, τῇ θερμῇ δεήσει σου.

Σῶσον ὁ Θεός τὸν λαόν σου

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥείθροις πηγῶν ἐκ σωτηρίου, καταπράυνον παθῶν μου τὰς καμίνους, καὶ πρὸς ὕδωρ τερπνόν, ζωῆς καὶ ἀπαθείας, Αἰκατερῖνα πάνσοφε, ἰθυνόν με ταῖς εὐχαῖς σου.

Ἔχουσα Μάρτυς παῤῥησίαν, τῷ νυμφίῳ σου Χριστῷ τῷ Ζωοδότῃ, μὴ ἐλλίπῃς ἀεί, θερμῶς καθικετεύειν, Αἰκατερῖνα πάνσοφε, ὑπὲρ τῶν σοι προσιόντων.

Σύναψον Μάρτυς τῇ ἀγάπῃ, καὶ ἁπλότητι καὶ τῇ φιλαδελφία, τοὺς τὴν σὴν εὐλαβῶς, αἰτοῦντας μεσιτείαν, καὶ τῶν σκανδάλων κόπασον, ἅπασαν ὀχλαγωγίαν.

Βλέμματι Μάρτυς φιλευσπλάγχνῳ, κατοικτείρηοον ἡμᾶς χειμαζομένους, καὶ εἰρήνην στεῤῥάν, καὶ ψυχικὴν γαλήνην, Αἰκατερῖνα βραβεῦσαν, τοῖς πιστῶς σε εὐφημοῦσι.

Θεοτοκίον.
Ἔλαιον θείων οἰκτίρμων σου, καὶ χρηστότητος τὸν γλυκερὸν χειμάῤῥουν, τοῖς ἐν πόνοις πολλοῖς, δεινῶς ὀδυνωμένοις, ἐπόμβρησον Πανάμωμε, ὡς κρουνὸς τῆς εὐσπλαγχνίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχὺν καὶ ῥώμην, κατὰ παθῶν ὀλεθρίων, τῇ πρεσβεῖᾳ σου Αἰκατερῖνα δίδου, τοῖς ὑπερυψοῦσι, τὸν σὲ ἐνισχυκότα.

Ἄνωθεν σκέπεις, τοὺς ἀτενίζοντας Μάρτυς, πρὸς τὴν ἔνθερμον καὶ κραταιάν σου σκέπην, τούτοις λυτρουμένη, πολυειδῶν κινδύνων.

Ἰλεῶν Μάρτυς, καὶ εὐμενῇ τοῖς σοῖς δούλοις, τὸν νυμφίον σου θὲς ὦ Ἀθληφόρε, ὡς πολλὰ πρὸς τοῦτον, ἰσχύουσα θεόφρον.

Θεοτοκίον.
Σωτηριώδη καταφυγὴν εὖ εἰδώς σε, τὴν ἐλπίδα μου τῆς σωτηρίας Κόρη, τῇ σῇ δυναστείᾳ, ἀνέθηκα εἰς τέλος.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγγέλων συμπολῖτις, Αίκατερῖνα οὖσα, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, τοὺς ἀκλινεῖ διανοίᾳ σοι καταφεύγοντας.

Μαστίγων ψυχοφθόρων, καὶ πάσης ἐπηρείας, ἀμεταπτώτους ἡμᾶς διαφύλαττε, Αἰκατερῖνα θεόφρον ἀξιοθαύμαστε.

Ἡλίου τοῦ ἀδύτου, τὴν αἴγλην δεχόμενη, Αἰκατερῖνα παρθένων ὡράισμα, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν ἀποδίωξον.

Θεοτοκίον.
Ναόν με φωτοφόρον, τῆς θείας ἐπιπνοίας, δι’ ἐναρέτου ζωῆς Κόρη ἔργασαι, τὸν ἀληθῆ Θεοτόκον ὁμολογοῦντά σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖρε τῆς σοφίας μύστις λαμπρά, καὶ τῆς εὐσεβείας δημηγόρος περιφανής· χαίροις παρθενίας, εὔπνους μυροθήκη, Αἰκατερῖνα μάρτυς, ἀξιοθαύμαστε.

Σώματος ἐμπρέπουσα καλλονῇ, καλὴ καὶ ὡραία, ἀνεδείχθης καὶ τὴν ψυχήν, τῷ Ὡραίῳ κάλλει, ὑπὲρ υἱοὺς ἀνθρώπων, καὶ Τούτῳ ἐνυμφεύθης άφθόρως ἔνδοξε.

Χαίροις καλλιπάρθενε εὐκλεής, χαίροις τῶν Παρθένων, καὶ Μαρτύρων ἡ κορωνίς· χαίροις τοῦ Σωτῆρος, ἡ πανόλβια νύμφη, σεμνὴ Αἰκατερίνα ἡμῶν βοήθεια.

Τῆς Ἀλεξανδρείας ὤφθης βλαστός, καὶ Σιναίου Ὄρους, ἀντιλήπτωρ καὶ άρωγή, καὶ πάσης Ἐκκλησίας, λαμπὰς τηλαυγεστάτη, Αἰκατερῖνα ἄνθος ἁγνείας εὔοσμον.

Πρόσωπον πρὸς πρόσωπον τὸν Χριστόν, ἀγλαῶς ὁρῶσα, τὸν νυμφίον σου τὸν σεπτόν, αὐτὸν ἐκδυσώπει, σοφή, Αἰκατερίνῃ, ἡμῖν παρασχεθήναι, πταισμάτων ἄφεσιν.

Σκέπη καὶ ἀντίληψις καὶ φρουρός, ἔσο Ἀθληφόρε, τοῖς τιμῶσί σε εὐλαβῶς, νόσων καὶ κινδύνων, καὶ πάσης ἄλλης βλάβης, ήμάς έκρυομένη, ταῖς ἱκεσίαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Τροπάριον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὴν Πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψούς τῶν ἀσεβῶν τοῦ Πνεύματος τῇ δυνάμει, καὶ νῦν ὡς μάρτυς Κυρίου στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἐλεός.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς καλλιπάρθενε Χριστοῦ, νύμφη εὐκλεής τοῦ Σωτῆρος, Αἰκατερῖνα σοφή, σῷζε τοὺς ἱκέτας σου, ἐκ πάσης θλίψεως, καὶ δεινῶν περιστάσεων, καὶ νόσων καὶ πόνων, καὶ πάσης φαυλότητος τοῦ κοσμοκράτορος· σοῦ γὰρ ἡ πρεσβεῖα μεγίστην, κέκτηται ἰσχὺν Ἀθληφόρε· μὴ οὖν ὑπερίδῃς τοὺς τιμῶντάς σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.