ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ: Ο Παρακλητικός Κανών Αγίου Νικολάου Αρχιεπισκόπου Μύρων της Λυκίας διαβάσετε το απόγευμα στους Ιερούς Ναούς την ημέρα εορτής του Αγίου Νικολάου Αρχιεπισκόπου Μύρων της Λυκίας ή σε κάθε άλλη περίσταση.

Ο Άγιος Νικόλαος Αρχιεπίσκοπος Μύρων της Λυκίας εορτάζει 6 Δεκεμβρίου.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σού καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν έπ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου άπ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα γνώρισον μοί, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μού εξελού μέ εκ τών εχθρών μου, Κύριε, ότι πρός σέ κατέφυγον. δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μού τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ, εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος ά΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τά έθνη εκύκλωσαν μέ, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τά παρόντα Τροπάρια.
Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Τού Ιεράρχου τή πανσέπτω Εικόνι, πιστοί προσπέσωμεν αυτώ εκβοώντες, οι αμαρτίαις πολλαίς εγκυλινδούμενοι, σπεύσον ώ Νικόλαε, Ιεράρχα Κυρίου, σαίς πρός τόν Φιλάνθρωπον, ιεραίς ικεσίαις, παντός κινδύνου, λύπης καί φθοράς, καί δεινών νόσων, απάλλαξον άπαντας.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον
Ου σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλείν οι αναξιοι ει μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σού σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)
Ελέησον μέ, ο Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημα μουεπί πλείον πλύνον μέ από τής ανομίας μου καί από τής αμαρτίας μού καθάρισον μέ. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιόν μου εστι διαπαντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σέ. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησε μέ η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς μέ υσσώπω, καί καθαρισθήσομαι, πλυνείς μέ, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοί αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα.

Αποστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης μέ από τού προσώπου σου καί τό πνεύμά σου τό άγιον μή αντανέλης άπ εμού. Απόδος μοί τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξον μέ. Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαι μέ εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μουαγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα ανολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριον σού μόσχους.

Είτα ψάλλομεν τάς Ωδάς τού Κανόνος.
Ωδή ά΄. Ήχος πλ. δ΄. Αρματηλάτην Φαραώ.
Ταίς προσευχαίς σου Ιερέ Νικόλαε, εκδυσωπών τόν Θεόν, τό σκοτεινόν νέφος, τό τής αθυμίας μου, Παμμάκαρ διασκέδασον, θυμηδίας υπάρχων, καί ευθυμίας αναπλεως, τώ Παμβασιλεί παριστάμενος.
Ταίς τών παθών μέ τρικυμίαις πάντοθεν, περικυκλούμενον, καί λογισμών σάλω, τήν ψυχήν δονούμενον, επί λιμένα εύδιον, τών Χριστού θελημάτων, ταίς προσευχαίς σου κυβέρνησον, όπως σέ δοξάζω, Νικόλαε.
Τών Αποστόλων καί Οσίων σύσκηνος, αποδεικνύμενος, καί Θεϊκής αίγλης, πάντοτε πληρούμενος, τούς τήν σεπτήν σου σήμερον, προσκυνούντας Εικόνα, φωτός μετόχους αναδείξον, ευχαίς σου Παμμάκαρ Νικόλαε.

Θεοτοκίον
Σέ τήν εν σπλάγχνοις δεξαμένην Άχραντε, τό πύρ τό άστεκτον, εκδυσωπώ πίστει, τής γεέννης ρύσαι μέ, καί τής αποκειμένης μοί, διά πλήθος πταισμάτων, κολάσεως ελευθέρωσον, σού ταίς ευπροσδέκτοις δεήσεσι.

Ωδή γ΄. Σύ ει τό στερέωμα
Ίνα σέ δοξάζωμεν, καί σέ πρεπόντως γεραίρωμεν, δίδου ημίν, Νικόλαε Μάκαρ, τήν ειρήνην πρεσβείαις σου.
Κόπασον, Νικόλαε, ταίς σαίς θερμαίς παρακλήσεσι, τάς καθ ημών, επανισταμένας, ασθενείας δεόμεθα.
Ρύσαι μέ Νικόλαε, περικυκλούμενον πάθεσι, καί πειρασμοίς, καί κινδύνοις πλείστοις, ταίς λιταίς σου καί σώσον μέ.

Θεοτοκίον
Έχω σέ Πανάσπιλε, βίου προστάτιν καί τείχος άρρηκτον διό δεινών, τού ματαίου βίου, ού πτοούμαι τήν έφοδον.

Ωδή δ΄. Εισακήκοα Κύριε
Νόσοις πλείστοις Νικόλαε, καί πολλοίς τοίς πταίσμασι περιπέπτωκα, προφθασαν μέ ρύσαι Πάνσεπτε, ταίς πρός τόν Δεσπότην ικεσίαις σου.
Ο αθώους τυγχάνοντας, νέους τρείς θανάτου απαλλαξάμενος, σπεύσον ρύσαι μέ Νικόλαε, τής αιωνιζούσης κατακρίσεως.
Κατακρίσεως άξιος, ζών εν αμελεία ειμί ο άθλιος, ταίς λιταίς σου άγιε Νικόλαε, μετανοίας όρμω μέ οδήγησον.

Θεοτοκίον
Ρυπωθέντα μέ κάθαρον, καί νενεκρωμένον μέ σύ αναστησον, Θεοτόκε αειπάρθενε, τόν νεκρούς ζωώσαντα κυήσασα.

Ωδή ε΄. Ίνα τί μέ απώσω
Ακλινεί διανοία, πρός τόν Επουράνιον ανήλθες Κύριον, παρ ου καί τήν χάριν, τών μεγίστων θαυμάτων απείληφας, Νικόλαε Μάκαρ διό ημάς τούς σούς οικέτας, τών δεινών καί τών νόσων απάλλαξον.
Εν τή θεία σου Μνήμη, Ιερέων Νικόλαε σύλλογος τέρπεται, καί Πιστών χορείαι, τών θαυμάτων τών σών απολαύουσαι, εν χαρά τρυφώσι, καί ως εικός σέ ανυμνούσι, καί προστάτην καλούσι σέ μέγιστον.
Λαμπρυνθείς θεία αίγλη, ώφθη η καρδία σου όντως Παράδεισος, τής ζωής τό ξύλον, κεκτημένη εν μέσω τόν Κύριον όν δυσώπει Πάτερ, τού Παραδείσου απολαυσαι, τής τρυφής καί τής δόξης τούς δούλους σου.

Θεοτοκίον
Ανατίθημι, Κόρη, πάσας επί Σοί τάς ελπίδας τής σωτηρίας μου διό δυσωπώ Σέ, μή παρίδης δεινώς μέ ποντούμενον, συμφορών πελάγει, αλλά τήν σήν δίδου μοί χείρα, ως τώ Πέτρω ο Υιός σου, καί σώσον μέ.

Ωδή στ΄. Τήν δέησιν εκχεώ
Χειμάζει μέν τών κίνδυνων ο σάλος, ουκ ισχύει δέ βυθίσαι μέ Μάκαρ σέ γάρ αεί Κυβερνήτην πλουτήσας, πρός γαληνόν τόν λιμένα ηδύνομαι, καί φθάνω μέχρις ουρανού, διά σου Ιεράρχα Νικόλαε.
Ιλάσθητι τοίς σοίς δούλοις, Παμμάκαρ, καί υγείας τήν αντίληψιν δίδου ως αγαθός καί φιλάδελφος φύσει, καί τών δεινών καί τών θλίψεων λύτρωσαι, ταίς θείαις σου πρός τόν Θεόν, μεσιτείαις, θεοφρον Νικόλαε.
Λυτρούμενος εκ θανάτου ως ώφθης, τοίς αθώους πρίν, ώ Πάτερ στρατηλάτα, ούτω καί νύν περιστάσεως πάσης, ημάς καί νόσων Νικόλαε λύτρωσαι, πρεσβείαις σου ταίς ιεραίς, ίνα πόθω τιμώμεν τήν Μνήμην σου.

Θεοτοκίον
Φιλάγαθε, νυσταγμώ βαρούμενον, ραθυμίας μέ θερμή σου ικεσία, έγειρον νύν καί μή δώης υπνώσαι, τής αμαρτίας σόν δούλον εις θάνατον, προστάτιν γάρ καί οδηγόν, τής εμής σέ ζωής επιγράφομαι.
Επιβλεψον μετ ευμενείας, Νικόλαε Μάκαρ, καί πάσαν θλίψιν λιταίς σου απέλασον, εκ τών ψυχών ημών τών οικετών σου.
Άχραντε η διά λόγου τόν Λόγον ανερμήνευτως επ εσχάτων τών ημερών τεκούσα, δυσώπησον, ως έχουσα Μητρικήν παρρησίαν.

Ο Ιερεύς μνημονεύει είτα τό Κοντάκιον. Ήχος δ΄.
Ταίς τών θαυμάτων ακτίσι, Νικόλαε, καταφαιδρύνεις υφήλιον άπασαν, καί λύεις τόν ζόφον τών θλίψεων, καί τών κινδύνων ελαύνεις τήν έφοδον, προστάτης υπάρχουν θερμοτατος.

Καί ευθύς τό Προκείμενον. Ήχος δ΄.
Οι ιερείς σου Κύριε ενδύσονται δικαιοσύνην, καί οι Όσιοί σου αγαλλιάσονται.
Στίχος. Καυχήσονται Όσιοι εν δόξη, καί αγαλλιάσονται επί τών κοιτών αυτών.

Ευαγγέλιον. Εκ τού κατά Ιωάννην (ι΄ 1-9).
Είπεν ο Κύριος πρός τούς εληλυθότας πρός αυτόν Ιουδαίους. Αμήν αμήν λέγω υμίν. Ο μή εισερχόμενος διά τής θύρας εις τήν αυλήν τών προβάτων, αλλά αναβαίνων αλλαχόθεν, εκείνος κλέπτης εστι καί ληστής ο δέ εισερχόμενος διά τής θύρας, ποιμήν έστι τών προβάτων. Τούτω ο θυρωρός ανοίγει, καί τά πρόβατα τής φωνής αυτού ακούει, καί τά ίδια πρόβατα καλεί κατ όνομα, καί εξάγει αυτά. Καί όταν τά ίδια πρόβατα εκβάλη, έμπροσθεν αυτών πορεύεται, καί τά πρόβατα αυτώ ακολουθεί, ότι οίδασι τήν φωνήν αυτού.

Αλλοτρίω δέ ου μή ακολουθήσωσιν, αλλά φεύξονται απ αυτού, ότι ουκ οίδασι τών αλλοτρίων τήν φωνήν. Ταύτην τήν παροιμίαν είπεν αυτοίς ο Ιησούς εκείνοι δέ ουκ έγνωσαν τίνα ήν ά ελάλει αυτοίς. Είπεν ούν πάλιν αυτοίς ο Ιησούς. Αμήν αμήν λέγω υμίν, ότι εγώ ειμί η θύρα τών προβάτων. Πάντες, όσοι ήλθον πρό εμού, κλέπται εισί καί λησταί αλλ ουκ ήκουσαν αυτών τά πρόβατα. Εγώ ειμί η θύρα δί εμού εάν τίς εισέλθη, σωθήσεται, καί εισελεύσεται, καί εξελεύσεται, καί νομήν ευρήσει.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ταίς τού Ιεράρχου, πρεσβείαις, Ελεήμον, απάλλαξον τά πλήθη τών εμών εγκλημάτων.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ταίς τής Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχος: Ελεήμον, ελέησον μέ ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Καί τό παρόν προσόμοιον. Ήχος πλ. β΄. Όλην αποθεμένοι
Άπαντα τόν βίον μου εν αμελεία διάγων, καί πρό τέλους έφθασα, άκαρπος ο δείλαιος, Υπεράγαθε, πονηρών πράξεων, επιφέρων μόνον, νύν φορτία τά δυσβάστακτα άπερ Φιλάνθρωπε, σκόρπισον ροπή τού ελέους σου, καί δίδου μοί κατάνυξιν, καί επιστροφήν τήν σωτήριον, ταίς τού Νικολάου, πρεσβείαις ευπροσδέκτοις ο Θεός, όν εις πρεσβείαν προσάγω σοί, καί τήν σέ κυήσασαν.

Ο Ιερεύς:
Σώσον ο Θεός τόν λαόν σου καί ευλόγησον τήν κληρονομίαν σού επισκεψαι τόν κόσμον σου εν ελέει καί οικτιρμοίς. Υψωσον κέρας Χριστιανών ορθοδόξων καί καταπεμψον εφ ημάς τά ελέη σου τά πλούσια πρεσβείαις τής παναχράντου Δεσποίνης ημών Θεοτόκου καί Αειπαρθένου Μαρίας δυνάμει τού Τιμίου καί Ζωοποιού Σταυρού προστασίαις τών τιμίων επουρανίων Δυνάμεων Ασωμάτων ικεσίαις τού Τιμίου καί Ενδόξου Προφήτου, Προδρόμου καί Βαπτιστού Ιωάννου τών αγίων ενδόξων καί πανευφήμων Αποστόλων ών εν Αγίοις Πατέρων ημών, μεγάλων ιεραρχών καί οικουμενικών διδασκάλων Βασιλείου τού Μεγάλου, Γρηγορίου τού Θεολόγου καί Ιωάννου τού Χρυσοστόμου, Αθανασίου καί Κυρίλλου, Ιωάννου τού Ελεήμμονος, πατριαρχών Αλεξανδρείας.

Νικολάου τού εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, τών Θαυματουργών τών αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου τού Τροπαιοφόρου, Δημητρίου τού Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τών ιερομαρτύρων Χαραλάμπους καί Ελευθερίου, τών αγίων ενδόξων καί καλλινίκων Μαρτύρων. Τών οσίων καί θεοφόρων Πατέρων ημών. Τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί Άννης. καί πάντων σου τών Αγίων. Ικετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Επάκουσον ημών τών αμαρτωλών δεομένων σου καί ελέησον ημάς.

Ωδή ζ΄. Παίδες Εβραίων
Ρύστης πλεόντων ανεδείχθης, ώ Νικόλαε, καί τών χηρών προστάτης, ορφανών τέ λιμήν, καί πλουτιστής πενήτων διό καί ημάς λύτρωσαι εκ κινδύνων σαίς πρεσβείαις.
Ξένα Νικόλαε εργάζη, εν θαλάσση μακράν καί πάση υφηλίω, ταχυδρόμους αεί, καί πάσχοντας προφθάνων, καί τούτους εκλυτρούμενος, εκ τών νόσων καί κινδύνων.
Νόσων παντοίων καί κινδύνων, Ιατρός φανείς, Νικόλαε τρισμάκαρ τής ψυχής μου διό, θεράπευσον τήν νόσον, καί ευρωστίαν δώρησαι, ταίς ενθέοις σου πρεσβείαις.

Θεοτοκίον
Επαρον χείρας σου, Παρθένε, πρός τόν εύσπλαγχνον Θεόν καί Βασιλέα, καί δεινών συμφορών, καί νόσων καί κινδύνων, τή κραταιά πρεσβεία σου, εξελού τούς σούς οικέτας.

Ωδή η΄. Τόν Βασιλέα
Τούς πειρασμών νύν, περισχεθέντας τώ βάθει, σούς οικέτας Νικόλαε σώσον, δούς ημίν τήν λύσιν, αυτών σαίς ικεσίαις.
Ως εν τρυφή, αυλιζόμενος Μάκαρ, Ουρανών τέ δόξης απολαύων, τούς σέ ανυμνούντας, διάσωζε ευχαίς σου.
Τώ απροσίτω, ελλαμφθείς φωτί Πάτερ, τάς ψυχάς τών εν θλίψει αυγάζεις, διαλύων πάντα, τών πειρασμών τόν ζόφον.

Θεοτοκίον
Ισχύεις Κόρη, τόν εν ισχύι τεκούσα, ευσυμπάθητον Σωτήρα τού Κόσμου διό τή θερμή σου, προστρέχω βοήθεια.

Ωδή θ΄. Κυρίως Θεοτοκίον
Γνωρίζει πάσα Κτίσις, Νικόλαε Μάκαρ, σών αρετών καί θαυμάτων τό πέλαγος διό καί χαίρει, προστάτην σέ ονομάζουσα.
Νικόλαε Παμμάκαρ, σώζε εκ κινδύνων, τούς σούς οικέτας πιστώς σέ δοξάζοντας, ως μιμητής τού Σωτήρος, αξιοθαύμαστος.
Τρυφών ταίς Ουρανίαις, θείαις λαμπηδόσι, Θεομακάριστε Πάτερ Νικόλαε, τή προστασία σου σώσον, ημάς καί σκέπασον.

Θεοτοκίον
Μαρία Θεοτόκε, τήν κεκακωμένην, τή αμαρτία ψυχήν μου αγάθυνον, καί αγαθών αιωνίων, μέτοχον ποίησον.
Άξιον εστίν ως αληθώς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβίμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφίμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν τήν όντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Νικόλαε Μάκαρ πάρεσο νύν, προστάτης καί φύλαξ, καί εκ βλάβης παντοδαπής, ημάς ρύσαι πάντας, εν γή καί εν θαλάσση, τούς σέ θερμώς φωνούντας, καί μεγαλύνοντας.
Χαίροις τών Πατέρων κλέος στερρόν, καί τό τής Τριάδος, ενδιαίτημα καθαρόν, τών πιστών προστάτης, καί καταπονουμένων, βοήθεια καί σκέπη, Πάτερ Νικόλαε.
Εν νόσοις σέ έχομεν Ιατρόν, εν κινδύνοις ρύστης. κηδεμόνα εν ορφανοίς, εν πένησι πλούτον, εν θαλάσση σωτήρα, καί χαρμονήν εν θλίψει, σοφέ Νικόλαε.
Ορφανών προστάτην σέ καί χηρών, πεινόντων τροφέα, πενομένων τέ πλουτιστήν, αιχμαλώτων ρύστην, πλεόντων τέ σωτήρα, κεκτήμεθα Παμμάκαρ, σοφέ Νικόλαε.
Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τό σωθήναι ημάς.

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.

Τό τροπάριον. Ήχος δ΄.
Κανόνα πίστεως, καί εικόνα πραότητος, εγκρατείας διδάσκαλον, ανέδειξε σέ τή ποίμνη σου, η τών πραγμάτων αλήθεια διά τούτο εκτήσω τή ταπεινώσει τά υψηλά, τή πτωχεία τά πλούσια. Πάτερ Ιεράρχα Νικόλαε, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

Ο Ιερεύς μνημονεύει, καί εν τή απολύσει τό παρόν προσόμοιον.
Ήχος β΄. Ότε εκ τού ξύλου Σέ νεκρόν

Χάριν ειληφώς παρά Θεού, πάσι χορηγείς τάς ιάσεις, υπό τήν σκέπην σου, γιε Νικόλαε, τοίς σοί προστρέχουσι, φυγαδεύεις δαιμόνων γάρ, ανίατα πάθη, πάντας θεραπεύεις δέ, τή προστασία σου. Όθεν καί ημείς δυσωπούμεν, πρέσβευε πρός Κύριον πάσης, λυτρωθήναι βλάβης τούς υμνούντας σέ.

Ήχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Ήχος β΄.
Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξον μέ υπό τήν σκέπην σου.

Ο Ιερεύς: Δί ευχών τών αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 5 (1 ψήφος)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.