Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

῏Ηχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ τῶν Μαρτύρων θαυμαστῇ προστασίᾳ, τῶν ἐν Θέρμῃ ἡμῖν ἀρτίως φανέντων, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες· Ῥαφαὴλ μακάριε, καὶ Νικόλαε θεῖε, καὶ Εἰρήνη πάνσεμνε, πάσης ῥύσασθε βλάβης, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς, τοὺς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγοντας.

Δόξα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι· ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σκέπη ἡμῶν ἔστε Ἀθλοφόροι. Γερασίμου.

ᾨδὴ α΄. Ἠχὸς πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνόντες Μαρτύρων θείοις χοροῖς, Ῥαφαὴλ παμμάκαρ, καὶ Νικόλαε ἱερέ, ἄμα σὺν Εἰρήνη δυσωπεῖτε, πολυειδῶν ἡμᾶς ῥύεσθαι θλίψεων.

Κευθμώνων ὡς ὤφθη ἀπὸ τῆς γῆς, τὸ θεῖον σου σκῆνος, ἁγιάζει τοὺς εὐσεβεῖς ἀλλ’ ὦ Ῥαφαὴλ θαυματοφόρε, ἁγιασμὸν ἡμῖν δίδου καὶ λύτρωσιν.

Ἐφάνησαν ἄνθη ὡς νοητά, ὑμῶν τὰ ὀστέα ὧν ἡ χάρις ἡ μυστική, Νικόλαε ἄμα καὶ Εἰρήνη, τὴν δυσωδίαν διώκει τῶν θλίψεων.

Θεοτοκίον.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, βλῦσόν μοι Παρθένε, σωτηρίας τὸν γλυκασμόν, καὶ λῦσον πικρίαν τῆς ψυχῆς μου, ἣν τῶν παθῶν μου τὸ πλῆθος ἐνέσταξε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ πλουσία σου χάρις, παρὰ Θεοῦ Ἅγιε, πᾶσι θαυμαστῶς ἐνεργοῦσα, νέμει τὰ κρείττονα· διὸ τοῖς σπεύδουσιν, ὦ Ῥαφαὴλ τῇ σῇ σκέπῃ, δίδου τὰ ἰάματα, ψυχῆς καὶ σώματος.

Ἠθληκότες νομίμως, ὑπὲρ Χριστοῦ Μάρτυρες, πάσης ἀνομίας καὶ βλάβης, τοῦ πολεμήτορος, ἡμᾶς λυτρώσασθε, σὺν Νικολάῳ Εἰρήνη, ταῖς πρὸς τὸν Οἰκτίρμονα, ὑμῶν δεήσεσι.

Μυστηρίων ἐνθέων, ὡς ἀληθῶς ἔκβασις, γέγονεν ἡμῶν ἐν τῷ κόσμῳ, ἡ ἀποκάλυψις, ὦ Ῥαφαὴλ ἱερέ, σὺν Νικολάῳ Εἰρήνῃ· ὅθεν ἡμῖν νείματε, φόβον τὸν ἔνθεον.

Θεοτοκίον.
Ὡς περίδοξος θρόνος, καὶ φωταυγὲς σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, Κόρη πανάμωμε, σκεῦος φωτὸς ἁγνοῦ βίου, τὴν ψυχήν μου ποίησον, ὡς ἂν σωθήσωμαι.

Διάσωσον ὦ Ῥαφαὴλ καὶ Νικόλαε καὶ Εἰρήνη, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμῇ.
Προστάται ἡμῶν, ἀρτίως ἀνεδείχθητε, καὶ πᾶσι πιστοῖς, φαινόμενοι παρέχετε, παραδόξοις ὄψεσι, τὰ αἰτήματα Ἅγιοι πάντοτε· διὰ τοῦτο ὑμνοῦμεν ὑμᾶς, σοφὲ Ῥαφαήλ τε καὶ Νικόλαε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, πάτερ Ῥαφαὴλ καὶ πάσης κακώσεως, ἀοράτῳ ἐπισκέψει σου, τοὺς τὸ σὸν φωνοῦντας μέγα ὄνομα.

Ἐκλυτρούμενοι φάνητε, τῆς τοῦ ἀοράτου ἐχθροῦ ἐπιθέσεως, ὦ Εἰρήνη καὶ Νικόλαε, τοὺς εἰλικρινῶς ὑμῖν προστρέχοντας.

Σωτηρίαν αἰτήσασθε, τὴν κατὰ ψυχὴν καὶ σῶμα τοῖς σπεύδουσι, Ῥαφαήλ τε καὶ Νικόλαε, καὶ Εἰρήνη πᾶσιν ὑμῖν Ἅγιοι.

Θεοτοκίον.
Τῆς ψυχῆς μου τὰ τραύματα, ἴασαι Παρθένε τῇ σῇ χρηστότητι, καὶ ὑγίειαν τὴν κατ’ ἄμφώ μοι, καὶ πταισμάτων αἰτεῖ τὴν συγχώρησιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Εἶδόν σε πολλοί, καὶ χαρὰς πολλῆς ἐπλήσθησαν· χαροποίησον οὖν Πάτερ καὶ ἡμῶν, τὴν ζωὴν λελυπημένην πικραῖς θλίψεσι.

Ἄκουσον ἡμῶν, τῆς φωνῆς θεῖε Νικόλαε, καὶ παράσχου ὦ Εἰρήνη θαυμαστή, τῇ ζωῇ ἡμῶν εἰρήνην ἀστασίαστον.

Θείοι Ἀθληταί, Ῥαφαήλ τε καὶ Νικόλαε, καὶ Εἰρήνη τῶν Λεσβίων ἡ χαρά, λυπηρῶν ἡμᾶς, λυτροῦσθε περιστάσεων.

Θεοτοκίον.
Λύτρωσαι ἡμᾶς, Θεοτόκε ἀειπάρθενε, μανιώδους τοῦ ἐχθροῦ ἐπιφορᾶς, καθ’ ἡμῶν ἀεὶ ὡς λέοντος σφαδᾴζοντος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁράσεσι, καὶ πολλαῖς θεωρίαις, τοῖς πιστοῖς ἐμφανιζόμενος μάκαρ, τῶν κεκρυμμένων τὴν γνῶσιν ἐκφαίνεις, ἄλλα καὶ νῦν μυστικῶς ἐπιφάνηθι, ὁσιομάρτυς Ῥαφαήλ, καὶ παράσχου ἡμῖν τὰ αἰτήματα.

Φανέντες, ὡς ἐξ ἀδύτων τῷ κόσμῳ, ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας τὸν πλοῦτον, πρεσβευτικῶς τοῖς ἀνθρώποις παρέχετε, Νικόλαε μάρτυς στεῤῥέ, καὶ Εἰρήνη σεμνὴ καλλιπάρθενε.

Οἱ νέοι, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ἀθλήσει ἀριστεύσαντες πάλαι, ὁ Ῥαφαὴλ ὁ σοφὸς θεηγόρος, καὶ σὴν Εἰρήνη ὁ θεῖος Νικόλαος, ἐπιστασίαις ταῖς ὑμῶν, τῶν ἐν βίῳ δεινῶν ἡμᾶς ῥύσασθε.

Θεοτοκίον.
Ῥυσθῆναί με, τῶν παθῶν τῆς κακίας, καὶ ἀπᾴσῃς τοῦ ἐχθροῦ κακουργίας, τῇ σῇ εὐδόκησον Κόρη πρεσβείᾳ, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον, καὶ δίδου μοι ὡς ἀγαθῇ, μετανοίας σωτήριον δάκρυον.

Διάσωσον ὦ Ῥαφαὴλ καὶ Νικόλαε καὶ Εἰρήνη, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀντιλήπτορες πάντων θερμότατοι, ὦ Ῥαφαὴλ καὶ θεόφρον Νικόλαε, ἀεὶ βοηθεῖτε τοῖς πάσχουσι, καὶ τῶν παθῶν τὰς ὀδυνᾷς κουφίζετε, ὑμῶν ταχιναῖς ἀντιλήψεσι.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. κα΄ 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματος μου. Ἀποβήσεται δε ὑμῖν εἰς μαρτύρων. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἡ οὗ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὗ μὴ ἀπόληται. Ἔν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄστρα ὡς νεόφωτα, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐκ τῆς Λέσβου λάμψαντες, πάντας καταυγάζετε ἐν τοῖς θαύμασι, Ῥαφαὴλ μέγιστε, σὺν τῷ Νικολάῳ, καὶ Εἰρήνῃ καλλιπάρθενε, καὶ διαλύετε, τὴν τῶν παθημάτων σκοτόμαιναν, πιστοῖς ἐπιφαινόμενοι, πλήρεις συμπαθείας καὶ χάριτος· ὅθεν ἐκβοῷμεν· ἐν πάσῃ τῇ ζωῇ ἡμῶν σοφοί, μὴ διαλίπητε σκέποντες, πάσης περιστάσεως.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ τὴν σὴν κατιδόντες, Ῥαφαὴλ θεοφόρε θέαν οὐράνιον, ἐδέξαντο ἐκ ταύτης, φῶς θείας εὐφροσύνης· δὸς κἀμοὶ οὖν μακάριε, τῆς βοηθείας τῆς σῆς, τὰς σωτηρίους δόσεις.

Ἰατρεύειν τὰ πάθη, τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν μὴ παύσησθε, Νικόλαε τρισμάκαρ, καὶ πάνσεμνε Εἰρήνη, καὶ διδόναι ἑκάστοτε, ἀπαλλαγὴν τῶν δεινῶν, καὶ ἀναγκῶν τὴν λύσιν.

Γνωρισθέντες τῷ κόσμῳ, ὡς γνωστοὶ τῷ Κυρίῳ πάλαι τυγχάνοντες, λαμπρῶς θαυματουργεῖτε, προφθάνοντες ταχέως, Ῥαφαὴλ καὶ Νικόλαε, τοὺς προσιόντας θερμῶς, ὑμῶν τῇ προστασίᾳ.

Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός σου, προελθὼν ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος, μορφῇ τῇ ανθρώπινῃ, προστάτιν σε δεικνύει, παντὸς κόσμου Πανάμωμε· ὅθεν ἐκ πάσης ἡμᾶς, ἀπάλλαξον ἀνάγκης.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, καὶ τὴν κατ’ ἄμφω ὑγίειαν, τοῖς προστρέχουσι τοῖς θείοις σου λειψάνοις, Ῥαφαὴλ παμμάκαρ, καὶ σὲ ὑμνολογοῦσι.

Ἄλυπον βίον, ἐν ἀληθεῖ εὐπραγίᾳ, καταξίωσον ἡμᾶς πιστῶς ἀνύειν, ταῖς σαῖς ἱκεσίαις, Νικόλαε θεόφρον.

Σθένος μοι δίδου, ἐν ταῖς τοῦ βίου ἀνάγκαις, καὶ παράκλησιν ἐν πάσαις ἀθυμίαις, ὦ τριὰς ἁγία, νεοφανῶν Μαρτύρων.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν θλιβομένην ψυχήν μου, καὶ θεράπευσον τοῦ σώματος τὸ ἄλγος, τῇ συμπαθεστάτῃ προνοίᾳ σου Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγάλων χαρισμάτων, κατηξιωμένος, παρὰ Χριστοῦ Ῥαφαὴλ ἱερώτατε, μέγας προστάτης ἐδείχθης ἡμῶν καὶ στήριγμα.

Οἱ Μάρτυρες Κυρίου, οἱ δεδοξασμένοι, σὺν Νικολάῳ Εἰρήνη θεόνυμφε, τῆς τῶν παθῶν ἀδοξίας ὑμᾶς λυτρώσασθε.

Ὑψόθεν ἀοράτως, σκέπετε ἀπαύστως, ὦ Ῥαφαὴλ ἱερὲ καὶ Νικόλαε, σὺν τῇ Εἰρήνῃ τοὺς πίστει ὑμᾶς γεραίροντας.

Θεοτοκίον.
Ὑμνοῦμέν σου τὴν χάριν, Κεχαριτωμένη· ὅτι ἡμᾶς διασῴζεις ἑκάστοτε, καὶ ἀσφαλῶς κατευθύνεις πρὸς θεῖον θέλημα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός, Ῥαφαὴλ τρισμάκαρ, καὶ τῆς Λέσβου ὁ ἀρωγός· χαίροις διακόνων Νικόλαε λαμπρότης· χαῖρε σεμνὴ Εἰρήνη, Χριστοῦ ὀσφράδιον.

Πάλαι ἐναθλήσαντες καρτερῶς καὶ ἄρτι γνωσθέντες, ἐν τῇ Λέσβῳ περιφανῶς, λάμπετε ἐν κόσμῳ θαυμάτων ἐνεργείαις, εἰς δόξαν τοῦ Κυρίου, ἅγιοι Μάρτυρες.

Δόξῃ λαμπρυνόμενοι θεϊκῇ, ὁράσεσι πλείσταις, ἐκκαλύπτετε τοῖς πιστοῖς, ἀγνώστων πραγμάτων, σαφέστατα τὴν γνῶσιν, ὡς θείοι τοῦ Σωτῆρος, Ὁσιομάρτυρες.

Χαίρετε τῆς Λέσβου κλέος καινόν, Θέρμης πολιοῦχοι, καὶ τοῦ λόφου τῶν Καρυῶν, Ῥαφαὴλ παμμάκαρ, ὁμοῦ σὺν Νικολάῳ, καὶ τῇ σεμνῇ Εἰρήνῃ, πυρσοὶ θεόφωτοι.

Χαίρει κεκτημένη ὡς θησαυρούς, πλουτίζοντας πάντας ἰαμάτων ταῖς δωρεαῖς, Ῥαφαὴλ θεόφρον, σὺν θείῳ Νικολάῳ, ἡ Λέσβος τὰ πανέντιμα ὑμῶν λείψανα.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, ὑμῶν ἡ πρεσβεία, πάσης ῥύσασθε συμφορᾶς, Ῥαφαὴλ Εἰρήνη, ὁμοῦ σὺν Νικολάῳ, τὴν τῶν πταισμάτων λύσιν ὑμῖν αἰτούμενοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι· ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς ἐν πίστει ἀκλινεῖ, τοῖς ὑμῶν ἁγίοις Λειψάνοις, φοιτῶντας Ἅγιοι, καὶ πρὸς τὴν ἀντίληψιν, τὴν ὀξυτάτην ὑμῶν, ἀφορῶντας ἑκάστοτε, Ῥαφαὴλ τρισμάκαρ, καὶ θεῖε Νικόλαε, θαυματουργοῖ θαυμαστοῖ, πάσης ἐπηρείας καὶ βλάβης, λύπης καὶ πικρῶν νοσημάτων, ῥύσασθε ὑμῶν τῇ θείᾳ χάριτι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ῥαφαήλ, Νικόλαε σὺν τῇ Εἰρήνη,
Γερασίμου δέξασθε νῦν τὰς δεήσεις.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.