Παράκληση εις τον Άγιο Κοσμά τον Αιτωλό.

Εύλογήσαντος του ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου, εκάθισε με εν σκοτεινοίς ως νεκρούς αιώνος και ηκηδίασεν επ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου, η ψυχή μου ως γη άνυδρος σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου μη αποστρέψης το πρόσωπόν σου απ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοί το πρωί το έλεός σου, ότι επί σοι ήλπισα γνώρισον μοί, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου εξελού με εκ των εχθρών μου, Κύριε, ότι προς σε κατέφυγον. Δίδαξον με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου το πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία. Ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με, εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α’. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το ονομα το άγιον αυτού.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β’. Πάντα τα έθνη εκύκλωσάν με, και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τα παρόντα Τροπάρια·

Ήχος δ΄. Ο υψωθείς εν τω σταυρώ.
Των Αποστόλων δεδεγμένος τον ζήλον, Ευαγγελίου υποφήτης εδείχθης, Ιερομάρτυς ένδοξε Κοσμά θαυμαστέ. Όθεν τους προστρέχοντας, τη θερμή σου πρεσβεία, ρύσαι πάσης θλίψεως, και παντοίας ανάγκης, και τον Χριστόν ικέτευε αεί, ημίν διδόναι, πταισμάτων συγχώρησιν.

Δόξα. Και νυν.
Ου σιωπήσομέν ποτε Θεοτόκε, τας δυναστείας σου, λαλείν οι ανάξιοι· ει μη γαρ συ προίστασο πρεσβεύουσα, τις
ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα, εκ σου· σούς γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ν΄ (50) Ψαλμός.
Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μου εστι διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν Σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις Σου και νικήσης εν τω κρίνεσθαί Σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν Σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου Σου και το Πνεύμα Σου το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου Σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς Σου και ασεβείς επί σε επιστρέψουσιν. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην Σου. Κύριε, τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία Σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.

Και αρχόμεθα του Κανόνος ου η ακροστιχίς·
Κόσμησόν με Κοσμά θείω φόβω. Γερασίμου.

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Κυρίου της δόξης κατατρυφών, Κοσμά θεηγόρε, καθικέτευε εκτενώς, υπέρ των εν πίστει προσιόντων, τη ιερά
σου πρεσβεία εκάστοτε.

O λόγω τω θείω τας των πιστών, νεώσας καρδίας, την ευσέβειαν γεωργείν, δείξον καρποφόρον την ψυχήν μου,
πάτερ Κοσμά αρετών θείαις πράξεσι.

Συνέχομαι κλύδωνι χαλεπώ, παθών ακαθάρτων, διά τούτό σοι εκβοώ· πρόφθασον Κοσμά τη ση πρεσβεία και της
παρούσης με λύτρωσαι θλίψεως.

Θεοτοκίον.
Μη φλέξας την μήτραν σου ο Σωτήρ, πυρ υπάρχων όλος, εσαρκώθη Κόρη εκ σου· διό τω πυρί των πρεσβειών σου, την εν εμοί αμαρτίαν κατάφλεξον.

Ωδή γ΄. Ουρανίας αψίδος.
H ση ένθεος γλώσσα, τας των πιστών ήγειρε, Πάτερ διανοίας προς φόβον, θείον και κρείττονα· διό διέγειρον, καμέ
Κοσμά θεηγόρε, προς ζωήν ενάρετον, εκ φαύλων πράξεων.

Σωτηρίας προς τρίβον, ην τοις πιστοίς έδειξας, θείω σου κηρύγματι Πάτερ, ημάς οδήγησον, εξ ανοδίας κακών, πράττειν
το θείον Κυρίου, και τέλειον θέλημα, ψυχής θερμότητι.

Οδυνών πολυτρόπων, και συμφορών Άγιε, και επηρειών ακαθάρτων, του πολεμήτορος, Κοσμά απάλλαξον, και πάσης άλλης ανάγκης, τους πιστώς προστρέχοντας, τη αντιλήψει σου.

Θεοτοκίον.
Νεκρωθείς τη κακία, νοΐ Αγνή άφρονι, γέλως τω εχθρώ καθορώμαι, αλλ’ ως κυήσασα, ζωής τον πρύτανιν, ζώωσον
αύθίς με Κόρη, και ζωήν ενάρετον, ζην με ενίσχυσον.

Διάσωσον ιερομάρτυς Κυρίου Κοσμά θεόφρον, τους εν πίστει τη ση πρεσβεία προστρέχοντας, εκ των ποικίλων εν
βίω πειρατηρίων.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου
το άλγος.

Αίτησις και το Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύων Χριστώ, ως θείος Ισαπόστολος, μη παύση Κοσμά, υπέρ των ευφημούντων σε, ως αν αεί ρυώμεθα,
Νοσημάτων και πάσης κακώσεως, και εκ πάσης εχθρού επιβουλής, οι μέγαν προστάτην κεκτημένοι σε.

Ωδή δ΄. Εισακήκοα, Κύριε.
Μέγας ώφθης διδάσκαλος, του Ευαγγελίου Κοσμά μακάριε· όθεν δίδου ημίν δύναμιν, ευαγγελικώς εμπολιτεύεσθαι.

Εν οδύνη με Άγιε, όντα εξ αμέτρων μου παραπτώσεων, ελευθέρωσον της θλίψεως, ταίς σαίς ικεσίαις προς τον
Κύριον.

Κυβερνήτης μοι φάνηθι, πλέοντι του βίου την πικράν θάλασσαν, ασφαλώς Κοσμά θεόληπτε, προς λιμένα θείον
κατευθύνων με.

Θεοτοκίον.
O Δεσπότης της κτίσεως, εκ σου Θεοτόκε τεχθείς ως άνθρωπος, πάντων Δέσποιναν σε έδειξεν, οία των κτισμάτων υπερέχουσαν.

Ωδή ε΄. Φώτισον ημάς.
Σύντριψον Κοσμά, τοις ποσί των ανυμνούντων σε, του βελίαρ τας υπούλους μηχανάς, εν ειρήνη περιέπων την
ζωήν ημών.

Μέγας αρωγός, Ορθοδόξων αναδέδειξαι· όθεν λύτρωσαι μεγάλων συμφορών, ισαπόστολε Κοσμά τους σε γεραίροντας.

Άνωθεν Κοσμά, ιλαρώ σου βλέψον όμματι, τους εστώτας τη εικόνι σου πιστώς, και παράσχου τούτοις Πάτερ τα
αιτήματα.

Θεοτοκίον.
Θραύσον του εχθρού, καθ’ ημών τα μηχανήματα, και αφάνισον τα σκάνδαλα Αγνή, τα πληρούντα αθυμίας την
ζωήν ημών.

Ωδή ς΄. Την δέησιν.
Εκήρυξας, ευσεβείας τον λόγον, ως των θείων ζηλωτής Αποστόλων· όθεν ημάς ζηλωτάς θείων έργων εν ευσεβεία
και πάση σεμνότητι, ανάδειξον πάτερ Κοσμά, ταίς θερμαίς σου πρεσβείαις προς Κύριον.

Ιέρευσας, σεαυτόν τω Κυρίω, ευσεβείας διανύσας τον δρόμον· όθεν ημών τας φωνάς και δεήσεις, ώσπερ θυμίαμα
δέχου ευπρόσδεκτον, και δίδου πάσιν ευμενώς, α αιτούμεν Κοσμά ισαπόστολε.

Ως έχων, προς τον Χριστόν παρρησίαν, ισαπόστολε Κοσμά θεηγόρε, υπέρ ημών εκδυσώπει απαύστως, των ευλαβώς
προσιόντων τη σκέπη σου, διδόναι λύσιν δυσχερών, και πταισμάτων τελείαν συγχώρησιν.

Θεοτοκίον.
Φωτί σου, την σκοτισθείσαν ψυχήν μου, χρυσαυγίζουσα της δόξης νεφέλη, Θεοκυήτορ Παρθένε Μαρία, καθικετεύω θερμώς καταλάμπρυνον, και ρύθμισόν μου την ζωήν, του Υιού σου αγίοις προστάγμασι.

Διάσωσον ιερομάρτυς Κυρίου Κοσμά θεόφρον, τους εν πίστει τη ση πρεσβεία προστρέχοντας, εκ των ποικίλων εν
βίω πειρατηρίων.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον ως έχουσα μητρικήν
παρρησίαν.

Αίτησις και το Κοντάκιον·
Ήχος β΄. Τοις των αιμάτων σου.
Ω’ς Αποστόλων ομότροπος Άγιε, και Αθλητών κοινωνός και ισότιμος, συν τούτοις απαύστως ικέτευε, πάσης λυτρούσθαι ημάς περιστάσεως, Κοσμά τους πιστώς προσιόντας σοι.

Προκείμενον.
Εις πάσαν την γην εξήλθεν ο φθόγγος αυτού
και εις τα πέρατα της οικουμένης τα ρήματα αυτού.
Στιχ. Θαυμαστός ο Θεός εν τοις Αγίοις αυτού.

Ευαγγέλιον, Εκ του κατά Λουκάν. (κεφ. θ΄ 1-6).
Τω καιρώ εκείνω, συγκαλεσάμενος ο Ιησούς τους δώδεκα Μαθητάς αυτού έδωκεν αυτοίς δύναμιν και εξουσίαν
επί πάντα τα δαιμόνια και νόσους θεραπεύειν· και απέστειλεν αυτούς κηρύσσειν την βασιλείαν του Θεού και ιάσθαι τους ασθενούντας και είπε προς αυτούς· μηδέν αίρετε εις την οδόν, μήτε ράβδους μήτε πήραν μήτε άρτον μήτε αργύριον μήτε ανά δύο χιτώνας έχειν. Και εις ην αν οικίαν εισέλθητε, εκεί μένετε και εκείθεν εξέρχεσθε. Και όσοι εάν μη δέξωνται υμάς, εξερχόμενοι από της πόλεως εκείνης και τον κονιορτόν από των ποδών υμών αποτινάξατε εις μαρτύριον επ’ αυτούς. Εξερχόμενοι δε διήρχοντο κατά τας κώμας ευαγγελιζόμενοι και θεραπεύοντες πανταχού.

Δόξα.
Ταίς του Διδασκάλου πρεσβείαις’Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και Νυν.
Ταίς της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Στιχ. ‘Ελεήμον, ελέησόν με ο Θεός…
Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Αίγλη τη του Πνεύματος, καταλαμπόμενος Πάτερ, ένθεος διδάσκαλος, Ορθοδόξου πίστεως, Κοσμά πέφηνας·
διό νυν Άγιε, ταίς σαίς υποθήκαις, και αγίαις παραινέσεσιν, ημάς δυνάμωσον, μένειν ασαλεύτους δεόμεθα, και τούτοις την ζωήν ημών, πάντοτε ρυθμίζειν προς Κύριον, και πάσης ανάγκης, και βλάβης και κινδύνων και φθοράς, ημάς ατρώτους διάσωζε, ταίς σαίς αντιλήψεσι.

Σώσον ο Θεός τον λαόν σου…
Κύριε ελέησον ιβ΄
Μετά δε το Ελέει και οικτιρμοίς, αποπληρούμεν τας λοιπάς Ωδάς του Κανόνος.

Ωδή ζ΄. Οι εκ της Ιουδαίας.

Ο κηρύγματι θείω, εκτεμών την απάτην Κοσμά προθέλυμνον, την ύλην της ψυχής μου, και άκανθαν κακίας, εξ αυτής εναπόσπασον, ως αν τον φόβον Θεού, καλλιεργήση Πάτερ.

Βασιλείας της άνω, ως κηρύξας εν κόσμω το Ευαγγέλιον, Κοσμά ιερομάρτυς, μετόχους και πολίτας, διά βίου σεμνότητος, δείξον αυτής σαίς λιταίς, τους σε υμνολογούντας.

Ως τελέσας τον δρόμον, δι’ αγχόνης μετήλθες προς δόξα άρρητον· διό εξ αδοξίας, παθών των ακαθάρτων, και
εκ πάσης φαυλότητος, ρύσαι ημάς σαίς λιταίς, Κοσμά ιερομάρτυς.

Θεοτοκίον.
Γεωργείν με Παρθένε, αρετών τα ευώδη άνθη ενίσχυσον, ως αν οσμήν αγίαν, και θείαν ευωδίαν, προσαγάγω τω
Κτίσαντι,καθαρωτάτης ζωής, και βίου θεαρέστου.

Ωδή η΄. Τον Βασιλέα.
Εκ πάσης βλάβης, και συστροφής εναντίων, διαφύλαξον ατρώτους ημάς Πάτερ, τους υπερυψούντας, τον σε ενισχυκότα.

Ρείθροις αύλοις, του Παρακλήτου παμμάκαρ, εναπόσβεσον την φλόγα των παθών μου, και αναψυχής μοι, Κοσμά το ύδωρ βλύσον.

Αγγέλων δήμοις, συνών Κοσμά θεοφόρε, καθικέτευε συν τούτοις υπέρ πάντων, των ανευφημούντων, τους ιερούς
σου πόνους.

Θεοτοκίον.
Συ ει Παρθένε, των γηγενών σωτηρία· ένθεν άπαντες ελπίζομεν σωθήναι, τη προς τον Υιόν σου, ενθέρμω μεσιτεία.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Ιάσεων την χάριν, Πάτερ δεδεγμένος, ταίς ασθενούσι ψυχή τε και σώματι, την θεραπείαν παράσχου Κοσμά μακάριε.

Μαρτύρων ευκληρία, και των Αποστόλων, και διδασκάλων εμπρέπων χαρίσματι, Κοσμά μη παύση βραβεύων
ημίν τα κρείττονα.

Ο κόσμος Εκκλησίας, πέλων φερωνύμως, ταίς ευκοσμίαις Κοσμά κατακόσμησον, των αρετών τους εν πίστει σε μεγαλύνοντας.

Θεοτοκίον.
Υψίστου χαίρε Μήτερ, Κεχαριτωμένη, χαίρε ψυχής μου γλυκεία παράκλησις, Θεοχαρίτωτε Κόρη πιστών προπύργιον.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ, και ενδοξωτέραν, ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Και τα παρόντα μεγαλυνάρια,
Χαίροις Αποστόλων ο μιμητής, και Ευαγγελίου, υποφήτης ο ιερός· χαίροις Εκκλησίας, αστήρ νέος τρισμάκαρ, Κοσμά ιερομάρτυς, πιστών το στήριγμα.

Χάριτι τη θεία καταυγασθείς, Πάτερ εν τω Άθω των γηίνων ως καθαρθείς, ως ακτίς εξήλθες, και φως τοις εν τω
κόσμω, Κοσμά πάσι κηρύττων, λόγον της πίστεως.

Χαίροις Αιτωλίας θείος βλαστός· χαίροις Όρους Άθω, φοίνιξ όντως καρποτελής· χαίροις ευσεβείας, η σάλπιγξ
η μεγάλη, Κοσμά ιερομάρτυς, και ισαπόστολε.

Του Ευαγγελίου κήρυξ λαμπρός, Κοσμά ανεδείχθης, επιπνοία τη θεική, και διήλθες πλείστα, χωρία τε και πόλεις, τους πάντας επανάρχων, προς την αλήθειαν.

Ήνυσας τον δρόμον αθλητικώς, Κοσμά θεηγόρε, δι’ αγχόνης θανατωθείς, και προς την αγήρω, ζωήν ανήλθες
χαίρων, αθλήσεως το στέφος, Πάτερ δεξάμενος.

Τους υμνολογούντας πάτερ Κοσμά, του κηρύγματός σου, τους αγώνας τους ιερούς, ρύσαι πάσης βλάβης, και πάσης
επηρείας, και σεσωσμένους τούτους, Θεώ προσάγαγε.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρις).

Δόξα Πατρί, και Υιώ, και αγίω Πνεύματι,
και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς· Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν· Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.
Δόξα Πατρί…

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον· και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων.

και τα Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γαρ απολογίας απορούντες, ταύτην Σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί Σοι γαρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. Αλλ’ επίβλεψον και νυν ως εύσπλαχνος και λύτρωσαι ημάς εκ των εχθρών ημών. Συ γαρ ει Θεός ημών και ημείς λαός Σου, πάντες έργα χειρών Σου και το όνομά Σου επικεκλήμεθα.

Και νυν.
Της ευσπλαχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σε μη αστοχήσομεν, ρυσθείημεν διά Σου των περιστάσεων· Συ γαρ η σωτηρία του γένους των Χριστιανών.

Εκτενής και Απόλυσις, μεθ’ ην ψάλλομεν τα εξής·

Ήχος β΄. Ότε εκ του ξύλου.
Δέχου ισαπόστολε Κοσμά, τας ικετηρίους δεήσεις, των προσπιπτόντων πιστώς, τη σεπτή εικόνι σου, και εκζητούντων αεί, την θερμήν προστασίαν σου, και πάρεσχε πάσι, ταίς προς τον Παντάνακτα, Πάτερ πρεσβείαις σου, ίασιν ψυχών και σωμάτων, και παθών παντοίων την λύσιν, και πλημμελημάτων απολύτρωσιν.

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών των αγίων πατέρων ημών,
Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.
Αμήν.

Δίστιχον·
Κόσμησον Κοσμά αρετών ευκοσμία
Γεράσιμον θείοις σε ύμνοις κοσμούντα.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.