Παράκληση εις την Μεταμόρφωσιν του Κυρίου Ιησού Χριστού.

Ευλογήσαντος τοϋ ιερέως αρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ (142) Ψαλμόν.

Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησιν μου έν τή άληθεία σου, εισάκουσον μου έν τή δικαιοσύνη σου. Καί μή εισέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πάς ζών. Ότι κατεδίωξεν ό εχθρός τήν ψυχήν μου εταπείνωσεν είς γήν τήν ζωήν μου. Εκάθισε με έν σκοτεινοίς, ώς νεκρούς αιώνος, καί ήκηδίασεν επ εμέ τό πνεύμα μου, έν έμοι εταράχθη ή καρδία μου. Εμνήσθην ήμερων αρχαίων, εμελέτησα έν πάσι τοίς έργοις σου, έν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γή άνυδρος σοι. Ταχύ εισάκουσον μου, Κύριε, εξέλιπε τό πνεύμα μου. Μή αποστρέψης τό πρόσωπον σου απ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν είς λάκκον. Ακουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι επί σοι ήλπισα. Γνώρισον μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου. Εξελού με εκ τών εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιείν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεύμα σου τό αγαθόν οδηγήσει με έν γή ευθεία ένεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις εκ θλίψεως τήν ψυχήν μου. Καί έν τώ έλέει σου εξολοθρεύσεις τούς εχθρούς μου. Καί άπολεΐς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλος σού εΐμι.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος Β. Πάντα τά έθνη εκύκλωσαν με, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος Γ. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

καί τά εξής:

Ήχος δ. Ο υψωθείς εν τώ Σταυρώ.
Τώ τού Σωτήρος νύν τεμένει προσδράμωμεν, Μεταμορφώσεως αυτού καί προσπέσομεν, μετ ευλαβείας κράζοντες εκ βάθους ψυχής Δέσποτα βοήθησον, σπλαχνισθείς τοίς σοίς δούλοις, φόβω σοι προσπίπτουσοι, καί πταισμάτων τήν λύσιν, καί σωτηρίαν βραβεύσον ψυχών, τών σου τιμώντων, φρικτήν Μεταμόρφωσιν.

Δόξα. Όμοιον.
Οι υπό πλείστων οδυνών πιεζόμενοι, καί πειρασμών αλλεπαλλήλων θλιβόμενοι, δεύτε Ναώ προσπέσωμεν πιστώς αδελφοί, τής Μεταμορφώσεως, τού Σωτήρος βοώντες Σώτερ εξελού ημάς εκ παντοίων κινδύνων, ταίς ικεσίαις σου τών Προφητών, καί τών πανσόφων Χριστέ Αποστόλων σου.

Καί νύν. Θεοτοκίον.
Τής μετανοίας Θεοτόκε τήν τρίβον, ημάς ενίσχυσον οδεύειν προθύμως, τούς τήν σεπτήν εικόνα σου τιμώντας σεπτώς, Δέσποινα καί λύτρωσαι, εκ δεινών συμπτωμάτων, πάσης τε κακώσεως, δυσμενών αοράτων, καί ορατών παντοίων Αγαθή πρός σε γάρ πάντες, αεί καταφεύγομεν.

Είτα ο Ν΄ (50) Ψαλμός
Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου, εξάλειψον τό ανόμημα μου. Επί πλείον πλύνόν με από τής ανομίας μου, καί από τής αμαρτίας μου καθάρισόν με. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιον μου εστί διά παντός. Σοί μόνω ήμαρτον, καί τό πονηρόν ενώπιον σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σε. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσας μοι. Ραντιείς με υσσώπω, καί καθαρισθήσομαι πλυνείς με, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον τό πρόσωπον σου από τών αμαρτιών μου, καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης με από τού προσώπου σου, καί τό Πνεύμα σου τό άγιον μή αντανέλης απ εμού. Απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου, καί πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαί με εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσιν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σίων καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριον σου μόσχους.

καί ο Κανών ου η ακροστιχίς κατ΄ Αλφάβητον,
εν δε τοίς Θεοτοκίοις Ιακώβου.

Ωδή α΄. Ήχος πλ.δ. Υγράν Διοδεύσας.
Ανυψώσας φύσιν τήν τών βροτών, αναβάς εν όρει, Θαβωρίω θεοπρεπώς διό τούς εις βάθη εμπεσόντας, αμαρτιών ημάς Σώτερ ανάστησον.

Βαράθρων τού Άδου ημάς Σωτήρ, ανήγαγες όρει, Θαβωρίω πρό τού Σταυρού, μεταμορφωθείς τή αλλοιώσει, τής σής μορφής καί θεώσας τό πρόσλημμα.

Γήθεν ανυψώσας τούς Μαθητάς, έδειξας οικτίρμον, τό αρχέτυπον τής μορφής, κάλλος ο απώλεσεν η φύσις, παρακοή διό νύν ημάς οίκτειρον.

Θεοτόκιον.
Ιλέωσαι Δέσποινα τόν εκ σου, Σωτήρα τεχθέντα, ημίν δούναι αμαρτιών, τήν άφεσιν Κόρη σαίς πρεσβείαις, καί σωτηρίας τυχείν ημάς ποίησον.

Ωδή γ΄. Ουρανίας αψίδος.
Διαφύλαξον πάντας, τούς τήν φρικτήν Δέσποτα, πόθω ευφημούντας αγίαν, σου Μεταμόρφωσιν, εις απολύτρωσιν, αμαρτιών καί πταισμάτων, καί νοσούντας ίασαι, μόνε Φιλάνθρωπε.

Εφυμνίους ωδάς σοι, πόθω πολλώ Δέσποτα, σου Μεταμορφώσει τή θεία, άδοντες μέλπομεν, παθών εις ίασιν, καί νοσημάτων Οικτίρμων, καί πταισμάτων άφεσιν, μόνε Θεάνθρωπε.

Ζώης νύν καί θανάτου, Κύριος ών Δέσποτα, τόν τε Μωυσήν καί Ηλίαν, όρει παρέστησας, μεταμορφούμενος, πρό τού Σταυρού σου δεικνύων, Μαθηταίς σου έγερσιν, μόνε Υπέρθεε.

Θεοτοκίον
Απειρόγαμε Κόρη, ολολαμπής Άνασσα, σύν τοίς Αποστόλοις δυσώπει, Ον εσωμάτωσας, νόσων καί θλίψεων, καί πάσης άλλης ανάγκης, σώσαι τούς υμνούντας σε, Θεοχαρίτωτε.

Διάσωσον, από κινδύνων τούς δούλους σου Φωτοδότα, ότι πάντες Χριστέ πρός σε αεί καταφεύγομεν, τόν μεταμορφωθέντα Σωτήρα.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν καί ίασαι τής ψυχής μου τό άλγος.

Αίτησις καί τό κάθισμα.
Ήχος β. Τά άνω ζητών.
Σκοτία πολλή, κυκλούμενοι οι δούλοι σου, καί υπό πνευμάτων, τού σκότους απειλούμενοι, πρός σε καταφεύγομεν, Φωτοδότα κράζοντες οίκτειρον, καί τώ φωτί σου φώτισον ήμας, φωτί ο αστράψας τής θεότητος.

Δόξα. Και νύν. Θεοτοκίον.
Πρεσβεία θερμή καί τείχος απροσμάχητον, ελέους πηγή τού κόσμου καταφύγιον, εκτενώς βοώμεν σοι Δέσποινα πρόφθασον, καί εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Η φρικτή Μεταμόρφωσις, σου τούς Αποστόλους χαράς ενέπλησε, Θεόν είναι σε γνωρίσαντες, ουρανού καί γής τε κυριεύοντα.

Θαυμαστή όντως πέφυκεν, η σεπτή καί θεία σου Μεταμόρφωσις υπέρ ήλιον γάρ έλαμψεν, η μορφή σου Λόγε εξαστράπτουσα.

Ιδού Σώτερ εβόησαν, Μωυσής Ηλίας τε Αποστόλοις σου, ον δωσώπει ως Πανάγαθον, τού σωθήναι πάντας τούς τιμώντας σε.

Θεοτοκίον.
Καθαρόν ενδιαίτημα, μόνη σύ εφάνης Κόρη τού Κτίστου σου, ον δυσώπει ως Πανάγαθον, τού σωθήναι πάντας τούς τιμώντας σε.

Ωδή ε΄. Φώτισον ημάς.
Κράτος καί ισχύν, Κραταιέ ημάς περίζωσον, ο κρατών χειρί τό σύμπαν τούς τόν σόν, κράτος υμνούντας, καί σοι γόνυ υποκλίνοντας.

Λάμψον καί ημίν, Φωτοκράτορ φώς υπέρφωτον, ο ποιών λόγω άστρα καί αστραπάς, καί γεννηθήτω τό φώς ειπών καί εγένετο.

Μέγα καί φρικτόν, εθεάσαντο μυστήριον, σου οι Απόστολοι εν όρει Θαβώρ, Πατρός φωνής τε, νεφέλης εν μέσω ήκουον.

Θεοτοκίον.
Ώρα τήν φρικτήν, ενθυμούμαι τού σου βήματος, καί συσχεθείς εν φόβω σοι εκβοώ φείσαι μου Σώτερ, δεήσεσι τής τεκούσης σε.

Ωδή στ΄. Τήν δέησιν εκχεώ.
Νόμου σου τούς προεξάρχοντας Κύριε, Μωυσήν Ηλίαν καί τούς προκρίτους, τών μαθητών, σου Θαβώρ εν τώ όρει, αίγλη προσώπου εξέστησας άπαντας καί ήκουον εκ τού Πατρός, βεβαιούντος Χριστέ τήν Υιότητα.

Ξενίζονται τών Αγγέλων άπασαι, στρατιαί καί τών ανθρώπων τά πλήθη, Χριστέ Σωτήρ σου τό ξένον ορώσαι τό τής μορφής ο εν Όρει υπέδειξας, πιστούμενος σούς μαθητάς, ότι σύ ει τού Πατρός τό απαύγασμα.

Οι τρείς σου τών Αποστόλων βλέποντας, Μωυσήν τε καί Ηλίαν οφθέντας, καί σου Χριστέ, τάς εξόδους λαλούντας, πρηνείς πεσόντες εν φόβω συνείχοντο, ακούοντες εκ τού Πατρός, μαρτυρούντος σου Λόγε τό γνήσιον.

Θεοτοκίον.
Βασίλισσαν ο Δαβίδ σε Δέσποινα, προηγόρευσε τεκούσαν τόν Λόγον, Δημιουργόν, Βασιλέα καί Κτίστην, καί Ποιητήν τών αιώνων καί Κύριον σου δέομαι δείξον κάμε, βασιλέα παθών τών τιμώντα σε.

Ανάστησον εξ έργων σκότους καί βάθους αγνείας Σώτερ, καί επί τό κρείττον τούς δούλους σου μεταμόρφωσον, εις αρετών όρος αναβιβάζων.

Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως επ εσχάτων, τών ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις καί τό κοντάκιον.
Ήχος δ΄. Προστασία τών Χριστιανών.
Ως Θεόν καί Σωτήρα σε έχοντες μέγιστον, καί εν πάσι δεινοίς βοηθών ημών έτοιμον, ικετεύομεν σε θερμώς Ζωοδότα Ιησού Σου τήν πρόνοιαν τήν αγαθήν, καί ευσπλαγχνία σου πολλήν, εφ΄ημάς ενδειξάμενος, σώσον εκ τών κινδύνων, δεινών τε πειρατηρίων, καί τών εχθίστων δυσμενών, τούς εν πίστει ανυμνούντας σε.

Προκείμενον.
Θαβώρ καί Ερμών εν τώ ονόματι σου αγαλλιάσονται.
Στιχ. Σοι εισίν οι ουρανοί καί σή εστίν η γή.

Ευαγγέλιον Εκ τού κατά Λουκάν. (θ. 28-36)
Εγένετο δε μετά τούς λόγους τούτους ωσεί ημέραι οκτώ καί παραλαβών τόν Πέτρον καί Ιωάννην καί Ιάκωβον ανέβη εις τό όρος προσεύξασθαι. Καί εγένετο εν τώ προσεύχεσθαι αυτόν τό είδος τού προσώπου αυτού έτερον καί ο ιματισμός αυτού λευκός εξαστράπτων καί ιδού άνδρες δύο συνελάλουν αυτώ, οίτινες ήσαν Μωυσής καί Ηλίας, οι οφθέντες εν δόξη έλεγον τήν έξοδον αυτού ήν έμελλε πληρούν εν Ιερουσαλήμ. Ο δε Πέτρος καί οι σύν αυτώ ήσαν βεβαρημένοι ύπνω διαγρηγορήσαντες δε είδον τήν δόξαν αυτού καί τούς δύο άνδρας τούς συνεστώτας αυτώ. καί εγένετο εν τώ διαχωρίζεσθαι αυτούς απ΄ αυτού είπεν ο Πέτρος πρός τόν Ιησούν επιστάτα, καλόν εστιν ημάς ώδε είναι καί ποιήσωμεν σκηνάς τρείς, μίαν σοι καί μίαν Μωυσεί καί μίαν Ηλία, μή ειδώς ο λέγει ταύτα δε αυτού λέγοντος εγένετο νεφέλη καί επεσκίασεν αυτούς εφοβήθησαν δε εν τώ εισελθείν εκείνους εις τήν νεφέλην καί φωνή εγένετο εκ τής νεφέλης λέγουσα ούτος εστίν ο Υιός μου ο αγαπητός αυτού ακούετε καί εν τώ γενέσθαι τήν φωνήν ευρέθη ο Ιησούς μόνος καί αυτοί εσίγησαν καί ουδενί απήγγειλαν εν εκείναις ταίς ημέραις ουδέν ών εωράκασιν.

Δόξα σοι Κύριε δόξα σοι.

Δόξα.
Ταίς τών Αποστόλων, πρεσβείας Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Καί νύν.
Ταίς τής Θεοτόκου, πρεσβείας ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελεήμον, ελέησον με ο Θεός, .
Προσόμοιον
Ήχος πλ. β. Όλην αποθέμενοι.
Λάμψας υπέρ ήλιον, επί τού Όρους Οικτίρμον, τήν αμαυρωθείσαν μου, φύσιν κατελάμπρυνας, καί εθέωσας τά ημών πταίσματα, ως Δεσπότην πάντων, συγχωρήσας Υπεράγαθε διό δεόμεθα, λάμψον φωτισμόν ταίς ψυχαίς ημών καί λύτρωσαι κολάσεως, τής αιωνιζούσης τούς δούλους σου, τούς μετ ευλαβείας, τιμώντας τήν λαμπράν σου καί φρικτήν, καί ένδοξον Μεταμόρφωσιν, μόνε Πολυέλεε.

Σώσον ο Θεός τόν λαόν σου
Κύριε ελέησον ιβ

Ωδή ζ. Οι εκ τής Ιουδαίας.
Προσκυνούμεν εκ πόθου, καί τιμώμεν τήν θείαν σου Μεταμόρφωσιν, δι ής βροτών η φύσις, ενδόξως ανυψώθη, εις τό πρώτον αξίωμα. Ο τών Πατέρων ημών, Θεός ευλογητός ει.

Ρητορεύουσα γλώσσα, μεγαλεία τά σά ου δύναται φθέξασθαι Μωυσήν γάρ καί Ηλίαν, συμπαρέστησας Σώτερ, εν Θαβώρ μεταμορφούμενος, αναβοώντας πρός σε Θεός ει Παντοκράτωρ.

Συνανήλθε σοι Λόγε, Μαθητών η ακρότης επί τού όρους Θαβώρ, οίς τής Θεότητος σου τήν δόξαν καί τό κάλος, εφανέρωσας κράζουσιν ο τών Πατέρων ήμων Θεός ευλογητός ει.

Θεοτοκίον.
Ο τών όλων Δεσπότης, εκ γαστρός σου προήλθε Παρθένε Άχραντε καί έσωσε τόν κόσμον, εκ πλάνης τών ειδώλων, καί ανθρώπους εθέωσεν Όν εκδυσώπει Αγνή, τούς σε τιμώντας σώσαι.

Ωδή η. Τόν Βασιλέα τών ουρανών.
Τόν εν Θαβώρ μεταμορφωθέντα Σωτήρα, ανυμνούμεν βροτοί κατά χρέος, δι ου ανακαινισθή, η βρότειος ουσία.

Υπερεκβλύζει, τοίς προσιούσι τήν χάριν, καί οσμήν μυρεψικήν αποπνέει, η εικών Σωτήρ μου, τού θείου σου προσώπου.

Φαίνει εν κόσμω, καί δαδουχεί τάς ακτίνας, η Μεταμόρφωσις τού Σωτήρος Όν υπερυψούμεν, εις πάντας τούς αιώνας.

Θεοτοκίον.
Υπερφυώς τόν Δημιουργόν καί Σωτήρα, Θεόν τέτοκας Λόγον Παρθένε Όν σύν Ασωμάτοις, υμνούμεν εις αιώνας.

Ωδή θ. Κυρίως Θεοτόκον.
Χαράς καί ευφροσύνης, τάς ήμων καρδίας, πληροί Σωτήρ μου η θεία σου Μεταμόρφωσις, ήν ανυμνούντες εκ πόθου, σε μεγαλύνομεν.

Ψαλμοίς ωδαίς καί ύμνοις, μέλψωμεν αξίως, υμνολογούντες σεπτήν Μεταμόρφωσιν, τήν τού Σωτήρος εν φόβω, ον μεγαλύνομεν.

Ωράθης ευσπλαγχνία, άνθρωπος Σωτήρ μου, ινά θεώσης φθαρέντα τόν άνθρωπον διό Θεάνθρωπε πάντες, σε μεγαλύνομεν.

Θεοτοκίον.
Σωμάτων αλγηδόνας, καί ψυχών τά πάθη, από τών δούλων σου Κόρη απέλασον, τών προστρεχόντων εν πίστει, τή θεία σκέπη σου.

Άξιον εστίν ως αληθώς μακαρίζειν σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβείμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, Σε μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Θέλων επιδείξαι τοίς μαθηταίς, δύναμιν εξ ύψους, καί σοφίαν παρά Πατρός, εν όρει ανήλθες, Χριστέ τώ Θαβωρίω, καί λάμψας ως Δεσπότης, τούτους εφώτισας.

Τήν αμαυρωθείσαν φύσιν ημών, ηύγασας εν όρει, Θαβωρίω τώ θαυμαστώ μεταμορφωθείς γάρ, επί τών μαθητών σου, ως ήλιος αστράψας, τούτους εξέστησας.

Δεύτε προσκυνήσωμεν ευλαβώς, τήν σεπτήν εικόνα, τού Σωτήρος τήν θαυμαστήν, τού τε σαρκωθέντος, καί μεταμορφωθέντος, εξ ής ημίν εκβλύζει, χάριτος νάματα.

Φαίδρυνον κατάλαμψον τούς πιστώς, τιμώντας σου Λόγε, Μεταμόρφωσιν τήν φαιδράν, καί ρύσαι κινδύνων, καί πάσης άλλης βλάβης, τών ζοφερών πνευμάτων, ως Παντοδύναμος.

Δεύτε οι εν νόσοις παντοδαπαίς, καί οι εν κινδύνοις, συνεχόμενοι χαλεποίς, δράμωμεν προθύμως, εν τούτο τώ τεμένει, Χριστού Μεταμορφώσεως, καί σωθείημεν.

Τής Μεταμορφώσεως ο Ναός, αεί βρύει πάσιν, ρώσιν σώματος καί ψυχής, δαίμονας ελαύνει, καί φωτίζει τάς φρένας, τών φόβω προσιόντων αυτώ εκ πίστεως.

Χάρις νύν μεγίστη παρά Θεού, εκ τού Οίκου τούτου, τού Σωτήρος ημών Χριστού, δέδοται τοίς πόθω, αυτώ νύν προσκυνούσι, πληρούσα τάς αιτήσεις, καί πόνους παύουσα.

Φώτισον καρδίας πάντων πιστών, λάμψον θείαν χάριν, μεταμόρφωσον Ιησού, σή Μεταμορφώσει, ημάς τά πλάσματα σου, εις σου τό κατ εικόνα, καί καθ ομοίωσιν.

Ύψωσον τό κέρας Χριστιανών, βράβευσον ειρήνην, Εκκλησίας σου Ιησού, φείσαι τού λαού σου, Μητρός σου μεσιτείας, τών θείων Προφητών σου, καί Αποστόλων σου.

Χαίρει Παντοκράτορος ή Μονή, έχουσα έν κόλποις, τήν Εικόνα Σου τήν σεπτήν, ήτις Θεοτόκε, Γερόντισσα καλείται, καί βρύει ευφροσύνην, καί αγαλλίασιν.

Τούς ασπαζομένους τήν Σήν Αγνή, πάνσεπτον Εικόνα, Παντοκράτορος, έν Μονή, τεθησαυρισμένην τού Όρους τού Αγίου, φυλάττοις απειράστους, θεία Γερόντισσα.

Βλέποντες Εικόνα Σου τήν σεπτήν, πάναγνε Παρθένε Σοί Γερόντισσα φοιτηταί, Μεταμορφωθέντα εν όρει Θαβωρίω, Χριστόν δοξολογούμεν, τόν Παντοκράτορα.

Χαίρετε Πατέρες θεοειδείς, πυρσοί φωτοφόροι, Παντοκράτορος τής Μονής, καί πάγκαρπα δένόρα, ζωής τής μακαρίας, καί πρός Χριστόν μεσίται, οι ετοιμότατοι.

Χαίροις Μυροβλύτα Πάτερ Σοφέ, Θεόφιλε Μάκαρ, τών Οσίων ή καλλονή, Ζιχναίων τό κλέος, Άθω ή ευωδία, ημών δέ τών Σών δούλων, πρέσβυς θερμότατος.

Άστρον ανατέταλκεν φαεινόν, εκ τής Καππαδοκίας ο πολύαθλος τού Χριστού, Μάρτυς καί φωτίζει πιστών άπαν τό πλήθος, Γεώργιος ο Μέγας όν νύν γεραίρομεν.

Ίχνεσιν επόμενος ακλινώς, Τρύφων αθλοφόρε, τού γνωσθέντος επί τής γής, τών Αυτού χαρίτων, δοχείον ανεδείχθης, καί ιεροίς αγώσι, Μάρτυς διέπρεψας.

Μάρτυς ακατάπληκτος καί στερρός, πέλων τή ιδέα, Χριστοφόρε καί τώ νοΐ, τών αντικειμένων, κατέπληξας τά στίφη, αθλήσας υπέρ φύσιν, πόθω τού Κτίστου σου.

Πάσαι τών Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς, οι Άγιοι Πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρίς).
Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι,
καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τάς ανομίας ημίν Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.

Κύριε, ελέησον Κύριε, ελέησον Κύριε, ελέησον.
Δόξα Πατρί

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου ελθέτω η βασιλεία σου γενηθήτω τό θέλημά σου, ως εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Ότι σού εστιν η βασιλεία καί η δύναμις καί η δόξα τού Πατρός καί τού Υιού καί
τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

καί τά Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην Σοι τήν ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί Σοί γάρ πεποίθαμεν. Μή οργισθής ημίν σφόδρα, μηδέ μνησθής τών ανομιών ημών. Αλλ επίβλεψον καί νύν ως εύσπλαχνος καί λύτρωσαι ημάς εκ τών εχθρών ημών. Σύ γάρ εί Θεός ημών καί ημείς λαός Σου, πάντες έργα χειρών Σου καί τό όνομά Σου επικεκλήμεθα.

Καί νύν.
Τής ευσπλαχνίας τήν πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σέ μή αστοχήσομεν, ρυσθείημεν διά Σού τών περιστάσεων Σύ γάρ η σωτηρία τού γένους τών Χριστιανών.

Απολυτίκιον. Ήχος βαρύς.
Μετεμορφώθης εν τώ Όρει, Χριστέ ο Θεός, δείξας τοίς Μαθηταίς σου τήν δόξαν σου, καθώς ηδύναντο. Λάμψον καί ημίν τοίς αμαρτωλοίς, τό φώς σου τό αΐδιον, πρεσβείαις τής Θεοτόκου, Φωτοδότα, δόξα σοι.

Κοντάκιον. Ήχος ο αυτός.
Επί τού Όρους μετεμορφώθης, καί ως εχώρουν οι Μαθηταί σου τήν δόξαν σου, Χριστέ ο Θεός, εθεάσαντο, ίνα όταν σε ίδωσι σταυρούμενον, τό μέν πάθος νοήσωσιν εκούσιον, τώ δε κόσμω κηρύξωσιν, ότι σύ υπάρχεις αληθώς, τού Πατρός τό απαύγασμα.

Εκτενής καί Απόλυσις, μεθ ήν ψάλλομεν τα εξής
Καθ όλον τόν χρόνον τά τροπάρια ταύτα:

Ήχος β΄. Ότε έκ τού ξύλου
Δεύτε, μετά φόβου καί χαράς, καί μετά πολλής ευλαβείας, κατασπασώμεθεα, Εικόνα τήν πάντιμον, καί χαριτόβρυτον, τήν τής Μεταμορφώσεως, Χριστού τού Σωτήρος, χάριτας τήν βρύουσαν, τοίς προσκυνούσιν αυτή ήνπερ, προσπτυσσόμενοι πόθω, χάριν αρυσόμεθα πάντες, τόν Σωτήρα Κύοιον δοξάζοντες.

Πάλαι, ο λαλήσας τώ Μωυσεί, διά συμβόλων καί νόμων, επί τού Όρους Σινά, λέγων Εγώ ειμί ο Ών, αυτός καί σήμερον, εν Θαβώώρ όρει έδειξεν, εις τούς Αποστόλους, κάλλος τό αρχέτυπον, μεταμορφούμενος όμως, ουχί όλον δι’ οικτον, μήπως τήν ζωήν αυτών ούτοι, άμα τή οράσει απολέσωσιν.

Ότε εκ νεκρών τόν Μωυσήν, καί εξ ουρανών τόν Ηλίαν καί ζώντων Πέτρον εκ γής, υιούς Ζεβεδαίου τε, σοί συμπαρέστησας τότε Κύριον έγνωσαν, νεκρών Σε καί ζώντων, πάντων κυριεύοντα, καί προυπάρχοντα. Όθεν, τά εγκόσμια Σώτερ, καί τά υπτερκόσμια άδει Δόξα Σου Θεώ τώ Παντοκρότορι.

Από δέ τής α΄ Αυγούστου μέχοι τής ε΄
ψάλλονται τά παρόντα Εξαποοτειλάρια.

Ήχος γ΄. Απόστολοι ει περάτων
Απόστολοι καί Προφήται, καί κλήρος πάντων Αγίων, τήν ένδοξον τού Σωτήρος, νύν Μεταμόρφωσιν πάντες, σύν τοίς Αγγέλοις απαύστως, δοξολογούντες υμνούσιν.

Τά τάγματα τών Αγγέλων, συναθροισθέντα έν όρει, τώ Θαβωρίω βοώσι, Χριστώ μεταμορφουμένω Θεός ημών ούτος πέλει, ο προαινώνιος Λόγος.

Σού τή κελεύσει υδάτων, πηγάς εκβλύουσιν όρη Σού απτομένου ορέων, καί καπνιζόντων Σωτήρ μου, όρει Θαβώρ ανελθόντος, Θεότητα προσκυνούμεν.

Όταν φανής μετά δόξης, εξ ουρανού ως Δεσπότης τού κρίναι πάντας ανθρώπους, αξίωσον υπαντήσαι, εν ταίς νεφέλαις αέρων, Σέ τόν Σωτήρα καί Κτίστην.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τών δούλων σου καί λύτρωσαι ημάς από πάσης ανάγκης καί θλίψεως.

Τήν πάσαν ελπίδα μου είς σε ανατίθημι, Μήτερ τού Θεού, φύλαξόν με υπό τήν σκέπην σου.

Δι ευχών τών Αγίων Πατέρων ημών.
Κύριε Ιησού Χριστέ ό Θεός ημών ελέησον ημάς.
Αμήν.

Χαιρετισμοί εις την Θείαν και Ένδοξον Μεταμόρφωσιν του Κυρίου και Θεου και Σωτήρος ημών Ιησού Χριστού

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.