Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την θαυματουργόν Μυρτιδιώτισσαν εν ω και τινά εκ των απείρων αυτής θαυμάτων.
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται 24 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Κυθηρίων δεῦτε ἅπαν τὸ πλῆθος, τῆς Θεοτόκου τῷ πανσέπτῳ τεμένει πανευλαβώς προσέλθωμεν κραυγάζοντες· φύλαττε τὴν νῆσον σοῦ, τὴν παροῦσαν Παρθένε, τῶν ἐν βίῳ θλίψεων, καὶ παντοίας ανάγκης, ὅτι τῇ σῇ Εἰκόνι ἐν χαρᾷ, Μυρτιδιώτισσα, σπεύδει ἑκάστοτε.
Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Ἐν τῇ εὑρέσει τῆς σεπτῆς σου Εἰκόνος, ἀνεστομώθη δαψιλῶς ἐν Κυθήροις, τῶν σῶν χαρίτων κρήνη, ανεξάντλητος· βρύει γὰρ ἰάματα, τοῖς προστρέχουσι χύδην, παύει δὲ νοσήματα, καὶ κινδύνων λυτροῦται, τοὺς ἐξαιτοῦντας ὅλης τῆς ψυχῆς, Μυρτιδιώτισσα Κόρη, τὴν χάριν σου.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σὲ Μυρτιδιώτισσα ἐπιβοῶμαι. Γερασίμου.
ᾨδὴ α΄ Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτήριον σκέπην καὶ ἀρωγόν, ἡ νῆσος Κυθήρων, εὐραμένη σὲ θαυμαστῶς, τῇ σῇ προστασίᾳ καταφεύγει, Μυρτιδιώτισσα κόρη πανύμνητε.
Ἐφάνης ποιμένι τῷ εὐσεβεῖ, καὶ τὴν σὴν Εἰκόνα, ἀπεκάλυψας τὴν σεπτὴν ἀλλὰ καὶ νῦν φάνηθι ἀΰλως, καὶ πᾶσι δίδου, Παρθένε, τὴν χάριν σου.
Μυρίων ἠξίωσας ἀγαθῶν, τὴν νῆσον Κυθήρων, δοῦσα ταύτῃ ὡς θησαυρόν, τὴν σὴν χαριτόβρυτον Εἰκόνα, χάριν καὶ ἔλεος πᾶσι βλυστάνουσα.
Ὑψίστου Μητέρα σε συμπαθῆ, εἰδὼς σοὶ προστρέχει, τὴν ῥῶσιν οὕτως ἡμᾶς, παράλυτος εὐλαβώς˙ ἀλλ’ ὡς τούτῳ, δέδωκας πάσης νόσου ἀπάλλαξον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥῶσιν νέμουσα Κόρη, τοῖς ἐν δεινοῖς πάθεσι, τὸν ἡμιπληγία παθόντα, ξένως ἰατρεύσας, ὅθεν θεράπευσον, κᾀμοῦ, τὸ ἄλγος Παρθένε, καὶ ὑγίειαν δίδου μοι, ψυχῆς καὶ σώματος.
Τὴν ὁρμὴν ὡς πάλαι, τῶν πειρατῶν ἤλασας, τῶν ἐπιδραμόντων Παρθένε, κατὰ τῆς νήσου σου, οὕτως ἀπέλασον, τὴν καθ’ ἡμῶν τῶν δαιμόνων, χαλεπὴν ἐπήρειαν, Μυρτιδιώτισσα.
Ἱλασμὸν καὶ εἰρήνην, καὶ τῶν δεινῶν λύτρωσιν, τοῖς ἐγγὺς καὶ πόῤῥω παρέχεις, Μυρτιδιώτισσα, ὅτι τὸ ὄνομα, τὸ σὸν πηγῇ εὐφροσύνης, πέλει τοῖς προστρέχουσι, τῇ ἀντιλήψει σου.
Δωρεῶν σου ἁγίων, ὡς ἀληθῶς ἔδειξας, τὸν ἐν Μυρτιδίοις ναόν σου, κρουνὸν ἀκένωτον, Μυρτιδιώτισσα, πᾶς γὰρ προστρέχων ἐν τούτῳ, πάσης ἀπαλλάττεται, λύπης καὶ μάστιγος.
Διάσωσον, Μυρτιδιώτισσα κόρη Θεογεννήτορ, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου προστασία.
Ἐπίβλεψον, Μυρτιδιώτισσα Κόρη, ἐν εὐμενείᾳ, τοὺς ἐν πίστει τῷ σῷ ναῷ καταφεύγοντας, καὶ πᾶσι δίδου ὑγίειαν καὶ σωτηρίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὴν κλῆσιν τὴν σὴν πιστῶς ἐπικαλούμενοι ἐκ βάθους ψυχῆς, πάσης χαρὰς πληρούμεθα, καὶ λύτρωσιν εὑρίσκομεν, τῶν ἐν βίῳ δεινῶν περιστάσεων, ἀλλ’ ὦ Μυρτιδιώτισσα, ἡμῶν τὰς αἰτήσεις πλήρου πάντοτε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαρῶς ὡς τεθέασαι, πλήρης συμπαθείας τοῖς κινδυνεύουσι, τῆς αὐτῆς μετάδος χάριτος, τοῖς σὲ ἀνυμνοῦσι, Μυρτιδιώτισσα.
Ὡς πλοῖον διέσωσας, ἐκ τοῦ θαλαττίου πνιγμοῦ, Πανάχραντε, οὕτω πρόφθασον καὶ λύτρωσαι, τῆς νῦν ἐπελθούσης ἡμῖν θλίψεως.
Τῶν Κυθήρων ἡ νῆσός σε, ἄγρυπνον προστάτην, Παρθένε κέκτηται, ὅθεν χαίρει τῇ Εἰκόνι σου, καὶ τὰ σὰ κηρύττει ξένα θαύματα.
Ἰδοὺ πάντες προστρέχομεν, τῇ σῇ Παναγίᾳ Εἰκόνι ἄχραντε, ἵνα λάβωμεν βοήθειαν, ἐκ τῆς σῆς ταχείας ἀντιλήψεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῆς σῆς χάριτος, ὡς ἐσκέπασας τὴν νῆσον σοῦ ποτε, ἐκ πανώλους λοιμικοῦ, Μυρτιδιώτισσα.
Σβέσον τὰ πικρά, καθ’ ἡμῶν ἐχθροῦ τοξεύματα, ὡς κατέσβεσας ποτὲ τῶν κεραυνῶν, τὸν ὀλέθριον σκηπτόν, Μυρτιδιώτισσα.
Ἄνοιξον καὶ νῦν, τὴν πηγὴν τῆς σῆς χρηστότητος, καὶ ἐπόμβρησον ὡς πάλαι τοῖς πιστοῖς, τῶν χαρίτων σου τὰ ῥεῖθρα τὰ γλυκύῤῥοα.
Ἔχει ἡ νήσος, τῶν Κυθήρων τὴν Εἰκόνα σου, ὡς ἐχέγγυον τῆς σῆς επισκοπής, διὰ τοῦτο ἐν σοὶ χαίρουσι Κυθήριοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Παράδεισος νοητὸς ἀνεδείχθη, ὁ λαμπρὸς ἐν Μυρτιδίοις ναός σου, καθάπερ ξύλον ζωῆς ἔχων μέσον, τὴν θαυμαστήν σου Εἰκόνα Πανάχραντε, ἐξ ᾗς ὑγίειαν καὶ ζωήν, οἱ νοσοῦντες τρυγῶντες ὑμνοῦσί σε.
Ἰλύος, φθοροποιῶν νοσημάτων, καὶ ποικίλων χαλεπῶν συμπτωμάτων, ῥῦσαι ἡμᾶς τῇ θερμῇ σου πρεσβείᾳ, Μυρτιδιώτισσα κόρη πανύμνητε, ἡ ἀπαλλάξασα πολλούς, ἐκ κινδύνων καὶ πόνων καὶ θλίψεων.
Βοᾶται, ἡ σῇ βοήθειᾳ ὄντως, Κυθηρίοις ἐμφανῶς παρὰ πάντων, ἀλλὰ καὶ πᾶσι βοήθει ταχέως, τοῖς ἀλλαχοῦ προσφωνοῦσι τὴν κλῆσίν σου, καὶ δίδου τούτοις συμπαθῶς, τὰ σωτήρια Κόρη αἰτήματα.
Οἱ νόσων κατατρυχόμενοι πόνοις, καὶ στενούμενοι ἀνάγκαις καὶ λύπαις, ἐν κατανύξει προσπέσωμεν πάντες, τῇ τῆς Παρθένου εἰκόνι κραυγάζοντες· Μυρτιδιώτισσα ἁγνή, δὸς ἡμῖν τὴν θερμήν σου βοήθειαν.
Διάσωσον, Μυρτιδιώτισσα κόρη, Θεογεννητορ, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Κυθηρίων προστάτις καὶ ἔφορος, παντὸς τοῦ κόσμου δὲ μέγα προσφύγιον, ὑπάρχεις, ἁγνὴ ἀειπάρθενε, Μυρτιδιώτισσα, πᾶσι παρέχουσα, τὴν σὴν ὀξυτάτην ἀντίληψιν.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. τὸ πρόσωπον σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγα καταφύγιον, Μυρτιδιώτισσα κόρη, παντὸς πιστοῦ πέφηνας, καὶ δόξα καὶ καύχημα καὶ διάσωσμα, συμπαθῶς πάντας γάρ, πάντοτε προφθάνεις, τοὺς φωνοῦντας τὸ σὸν ὄνομα, καὶ δίδως, Ἄχραντε, τῆς μητρικῆς ἀγαθότητος, τὴν χάριν καὶ τὸ ἔλεος, καὶ τῶν δωρεῶν τὰ γνωρίσματα, τοῖς ἐν ἀσθενείαις, καὶ λύπαις καὶ κινδύνοις χαλεποίς, ὅθεν τὴν σὴν μεγαλύνομεν πρόνοιαν σῳζόμενοι.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ἐῤῥύσω πολλάκις, χαλεπῆς ἀνομβρίας, Ἁγνή, τὰ Κύθηρα, οὕτω τοὺς θείους ὄμβρους, τῶν οἰκτιρμῶν Κυρίου, ταῖς λιταῖς σου ὑέτισεν, τοῖς ἀνυμνοῦσιν ἀεί, τὰ ξένα θαύματά σου.
Μεγαλύνει σου, Κόρη, τὰ πολλὰ μεγαλεία ἡ νῆσος Κύθηρα, αὐτόπτις γὰρ τυγχάνει, τῶν εὐεργεσιῶν σου, ἃς παρέχεις ἑκάστοτε, τοῖς εὐσεβέσι πιστοῖς, ἀλλὰ καὶ ἀλοπίστοις.
Ἀπὸ πάσης ἀνάγκης, ἀνωτέρους συντήρει Μυρτιδιώτισσα, τοὺς πίστει προσιόντας, τῇ θείᾳ σου πρεσβείᾳ, ὡς πολλάκις διέσωσας, τοὺς προσελθόντας πιστῶς, τῇ θείᾳ σου Εἰκόνι.
Ἰθυνόμενοι Κόρη, ἁλιεῖς ἐν θαλάσσῃ οἱ κινδυνεύσαντες, τῇ θείᾳ χάριτί σου, ἐσώθησαν θανάτου, καὶ ἡμᾶς τανῦν ἴθυνον, ἐπὶ λιμένι Ἁγνή, τῶν θείων θελημάτων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γλώσσης ἀπάσῃς, Μυρτιδιώτισσα, πέλει, τὸ σὸν ὄνομα μελέτημα τὸ μέγα, πᾶσι γὰρ παρέχεις, σωτηριώδεις δόσεις.
Ἔσωσας παῖδα, ἐξ ὕψους Κόρη πεσόντα, τὸν φωνήσαντα τὴν σὴν ἁγίαν κλήσιν, οὕτω κᾀμὲ σῶσον, τῆς τοῦ ἐχθροῦ μανίας.
Ῥῶσιν ἐφεῦρον, Μυρτιδιώτισσα Κόρη, καὶ παράφρονες ἐν τῷ σεπτῷ ναῷ σου, ὅθεν κᾀμὲ ῥῶσον, τῆς ἔνδον ἀσθενείας.
Ἀσθενημάτων, πολυειδῶν ὡς ἰάσω, τοὺς προστρέξαντας τῇ θείᾳ ἀρωγῇ σου, οὕτως ἴασαι μου, τὴν ψυχικὴν ὀδύνην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σεισμοῦ καὶ ἀνομβρίας, καὶ παντοίων νόσων, τῶν Κυθηρίων, τὴν νῆσον διάσῳζε, Μυρτιδιώτισσα κόρη ἀνακειμένην σοι.
Ἰλέω ὄμματι σου, ἰδέ τοὺς ἑστῶτας, πανευλαβῶς τῇ ἁγίᾳ Εἰκόνι σου, καὶ τὰς φωνὰς τούτων δέξαι, Μυρτιδιώτισσα.
Μυρσίνης ἐν τοῖς κλάδοις, εὑρέθη ἡ Εἰκών σου, Μυρτιδιώτισσα ὅθεν ὠνόμασται, καὶ νοητὸν μύρον φέρει, τῶν χαρισμάτων σου.
Ὁλόφωτος ὁρᾶται, ὁ ἐν Μυρτιδίοις, Μυρτιδιώτισσα ἅγιος οἶκος σου, ὡς πεπλησμένος τῆς δόξης, τῶν μεγαλείων σου.
Ὑψίστου ὡς καθέδρα, Κεχαριτωμένη, ἀπὸ κοπρίας παθόντα ἀνύψωσον, Μυρτιδιώτισσα κόρη, κᾀμὲ τὸν δοῦλόν σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ ἑπόμενα Μεγαλυνάρια,
Χαίροις, τῶν Κυθήρων ἡ ἀρωγός, καὶ καύχημα μέγα, καὶ γλυκείᾳ καταφυγή, χαίροις Ὀρθοδόξων ταχείᾳ προστασία, εὐλογημένη κόρη Μυρτιδιώτισσα.
Πάλαι ὡς ἀνεῦρε τῇ σῇ ὀμφῇ, ἐν κλάδοις μυρσίνης, τὴν Εἰκόνα σου τὴν σεπτήν, ὁ ποιμὴν Παρθένε, ἐν εὐφροσύνᾳ θείᾳ, αὐτὴν Μυρτιδιώτισσαν ἐπωνόμασε.
Νόσους θεραπεύεις τὰς χαλεπάς, κεραυνοὺς διώκεις, ἀνομβρίαν λύεις δεινήν, ὡς ὄντως μεγίστῃ, ἡ δόξα καὶ ἡ χάρις, καὶ ἡ σεπτή σου κλῆσις, Μυρτιδιώτισσα.
Ὤφθη ἰατρεῖον πνευματικόν, ὁ ἐν Μυρτιδίοις, θεῖος οἶκος σου καὶ σεπτός, ψυχῶν γὰρ ἰᾶται καὶ τῶν σωμάτων πάθη, τῇ σῇ ἐπισκιάσει, Μυρτιδιώτισσα.
Ἅπαντας προφθάνεις ὡς συμπαθής, τοὺς ἐν τοῖς κινδύνοις, καὶ τοὺς πέλας καὶ τοὺς μακράν, καὶ τούτοις παρέχεις βοήθειαν ταχεῖαν ὑμνοῦντάς σου τὴν χάριν, Μυρτιδιώτισσα.
Τοὺς ἐξαιτουμένους ἀπὸ ψυχῆς, τῆς σῆς Θεοτόκε, ἀντιλήψεως τὴν ἰσχύν, σῷζε πάσης βλάβης, καὶ πάσης δυσχερείας, ὡς Μήτηρ τοῦ ἐλέους, Μυρτιδιώτισσα.
Ὕμνοι Δοξολογικοὶ καὶ Παρακλητικοὶ
εἰς τὴν Μυρτιδιώτισσαν, εἰς τύπον τῶν μεγαλυναρίων,
ὦν ἡ ἀκροστιχὶς: «Μητρόθεε διάσωσον»
Οἱ ὕμνοι ούτοι,συντεθέντες χάριτι Θεία καὶ εὐδοκία τῆς Παναχράντου διὰ τὴν προστασίαν τοῦ λαοῦ ἐκ τῆς φοβεράς τοῦ σεισμοῦ ἀπειλῆς καὶ λοιπῶν κινδύνων, ὑπὸ τοῦ Μητροπολίτου Κυθήρων Σεραφείμ (Ἰούνιος 2006), Ψάλλονται μετὰ τὰ Μεγαλυνάρια τῆς Ἱερὰς Παρακλήσεως καὶ κατὰ τὰς ἱερὰς λιτανεύσεις τῆς ἁγίας Εἰκόνος τῆς Μυρτιδιωτίσσης.
Μητρόθεε Ἄνασσα Οὐρανοῦ, ὄντως Πλατυτέρα, καὶ Ἀγγέλων φωτοειδῶν, τῶν ἀκαταπαύστως, ὑμνούντων τὴν σὴν δόξαν, Δέσποινα καὶ Κυρία, θεομακάριστε.
Ἡλίου τῆς δόξης τοῦ νοητοῦ, τῆς Δικαιοσύνης, ἀπαστράψαντος τοῖς ἐν γῆ, τοῦ πάντων Δεσπότου, Κυρίου καὶ Σωτῆρος, Μήτηρ ὑπάρχεις ὄντως, ἡ παμμακάριστος.
Τεκοῦσα αφράστως τὸν σὸν Υἱόν, τὸν παντευεργέτην, καὶ Σωτῆρα καὶ Λυτρωτήν, τὸν κόσμον λυτροῦσαι, παθὼν καὶ καχεξίας, ὡς πάντων ὑπερτέρα, Μυρτιδιώτισσα.
Ῥᾶνον θείοις μύροις τὸν σὸν λαόν, ἡ ἐν μυρτιδίοις, ἀνατείλασα θαυμαστώς, ἁγία Εἰκόνι, θαυματουργῷ καὶ θείᾳ, καὶ δίδου τὴν σὴν χάριν, Μυρτιδιώτισσα.
Οἱ ἔχοντες σκέπην σὴν κραταιάν, σεμνύνονται πάντες, καὶ καυχῶνται κατὰ Θεόν, σὲ ἔχοντες τεῖχος, καὶ θείαν προστασίαν, σεισμῶν πυρὸς καὶ βλάβης, διαφυλάττουσαν.
Θεράπευσον Κόρη σοὺς ὑμνητάς, ψυχῶν τε τὰς νόσους, καὶ σωμάτων τὰς χαλεπάς, καὶ ἴασαι Μῆτερ, κακῶν καὶ ἀσθενείας, δεινῶν ἀῤῥωστημάτων, Μυρτιδιώτισσα.
Ἐκ πάσης ἀνάγκης καὶ πειρασμῶν, χαλεπῶν κινδύνων, ἐπηρείας τοῦ πονηροῦ, ῥῦσαι νεολαίαν δεινῶς κλονιζομένην, καὶ δοκιμαζομένην, Μυρτιδιώτισσα.
Ἔξελε τοὺς νέους Μῆτερ Θεοῦ, παθὼν καὶ κινδύνων, πολυτρόπων παντοδαπῶν, κράτυνον τὴν πίστιν τὰ ἤθη καὶ τὸ σέβας, θείᾳ κληρονομία, Μυρτιδιώτισσα.
Δεσμῶν ἁμαρτίας φθοροποιῶν, καὶ πάσης κακίας, καταχρήσεων συμφορῶν, καὶ λευκοῦ θανάτου, ἐκλύτρωσαι Παρθένε, φιλτάτην νεολαίαν, Μυρτιδιώτισσα.
Ἰλέω σου ὄμματι στοργικῷ, καὶ σῇ εὐσπλαγχνία, διαφύλαττε μητρική, τὰς νήσους Κυθήρων καὶ τῶν Αντικυθήρων, σεισμῶν πυρὸς μαχαίρας, Μυρτιδιώτισσα.
Ἀγάπην ὁμόνοιαν καὶ στοργήν, παράσχου συζύγοις, καὶ γονεῦσι Μῆτερ Θεοῦ, καὶ δίδου πλουσίως, χαρὰν καὶ εὐφροσύνην, πιστότητα εἰρήνην, Μυρτιδιώτισσα.
Σεισμοῦ διασῴζουσα φυσικοῦ, σεισμικὰς δονήσεις, σὺ ἀπότρεψον ἠθικάς, καὶ ἐκ ναυαγίων, οἰκογενείας σῷζε, φρίκης διαζυγίων, Μυρτιδιώτισσα.
Ὦ Μῆτερ τοῦ Λόγου καὶ Λυτρωτοῦ, σὴν χάριν αἰτοῦμεν, ἐκ καρδίας τε καὶ ψυχῆς, μετάνοιαν δοῦναι, σοῖς δούλοις ἀναξίοις, οἰνοποσίας πάθους, σὺ ἀπαλλάττουσα.
Σωτῆρα ἡ τέξασα καὶ Θεόν, παντοίων κινδύνων, διασῴζεις καὶ συμφορῶν, αἱρέσεως πλάνης, σχίσματος τῆς μανίας, ἐν τάχει ἀπαλλάττεις, Μυρτιδιώτισσα.
Ὁ πάντων ἁγίων τὰς ἀρετάς, ἀεὶ ὑπερβαίνων, ὡς ὁ Κύριος καὶ Θεός, Μητέρα σου θείαν, σεμνὴν Ὑπεραγίαν, πρόσδεξαι δυσωποῦσαν, Μυρτιδιώτισσαν.
Νεότητα σῴζουσα ὦ Ἁγνή, ἀνθρώπους ὡρίμους, οἴκους νέους θεοσεβεῖς, καὶ τίμιον γῆρας, διαφυλάττειν σπεύδεις, Κυρία τῶν Ἀγγέλων, Μυρτιδιώτισσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας θερμῶς, τῇ σῇ προστασίᾳ Παρθένε Μυρτιδιώτισσα, καὶ τὴν χαριτόβρυτον ἁγνὴ Εἰκόνα σου, προσκυνοῦντας ἐκ πίστεως, ἐκ πάσης ἀνάγκης, καὶ νόσων, καὶ θλίψεων ἀτρώτους φύλαττε, ἄφεσιν πταισμάτων αἰτοῦσα, καὶ εἰρήνην νέμουσα πᾶσι, τοῖς τὰ μεγαλεῖά σου δοξάζουσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Μυρτιδιώτισσα παράσχου μοι χάριν
Γερασίμῳ σπεύδοντι τῇ χάριτι σου.
Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον και Αειπαρθένο Μαρία τη θαυματουργό Μυρτιδιώτισσα
Παρακλητικός Κανών εις την Αγίαν Οσιομάρτυρα Ελέσα Προστάτιδα και Έφορον της Νήσου Κυθήρων
Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Θεόδωρο τον εν Κυθήροις ασκήσαντα
Κανών Ψαλλόμενος κατά τήν ἐκ τοῦ Ἱεροῦ Ναοῦ τῆς εὑρέσεως ἔξοδον τῆς θαυματουργοῦ Εἰκόνος τῆς Θεοτόκου καί κατά τάς Λιτανείας αὑτῆς.
Ὁ ἀκολούθως εἰδικὸς Κανὼν εἰς τὴν Παναγίαν Μυρτιδιώτισσαν, ψάλλεται κατὰ τὴν ἱερὰν μετακομιδήν τῆς θαυματουργοῦ Εἰκόνος ἀπὸ τὴν Ἱερὰν Μονήν τῆς Παναγίας Μυρτιδιωτίσσης, κατὰ τὴν Κυριακή τῆς Ὀρθοδοξίας, εἰς τὸν Ἱερὸν Μητροπολιτικὸν Ναὸν τοῦ Ἐσταυρωμένου τῆς Χώρας Κυθήρων καὶ τὴν ἐπαναφορὰν αὐτῆς ἀπὸ τὸν Μητροπολιτικὸν Ναὸν τοῦ Ἐσταυρωμένου τῆς Χώρας Κυθήρων, μέσῳ κωμοπόλεων καὶ χωρίων τῆς νήσου, κατὰ τὴν Διακαινήσιμον Ἑβδομάδα (τὴν «λαμπροβδομάδα») καὶ τὴν ἑπομένην τοιαύτην, μετὰ τὴν Κυριακήν τοῦ Θωμᾶ, εἰς τὴν Ἱερὰν Μονήν τῆς Μυρτιδιωτίσσης (Κυριακή τῶν Μυροφόρων).
Ὁ Κανὼν αὐτός, ὁ πρὸς τιμὴν τῆς Παναγίας Μυρτιδιωτίσσης τῶν Κυθήρων συντεθεὶς ὑπὸ τοῦ ἀειμνήστου Ἐπισκόπου Κυθήρων Σωφρονίου τοῦ Παγκάλου καὶ δημοσιευθεὶς εἰς προγενεστέραν ἔκδοσιν τῆς Ἀκολουθίας τῆς Παναγίας Μυρτιδιωτίσσης, γενομένης ὑπὸ τοῦ ἀειμνήστου ἐπισκόπου Κυθύρων Εὐθυμίου Καββαθά, ἐπανεκδίδεται εἰς τὴν παροῦσαν ἔκδοσιν με ὡρισμένας διορθώσεις καὶ βελτιώσεις.
O ΚΑΝΩΝ
Ψαλλόμενος κατὰ τὴν ἐκ τοῦ Ἱεροῦ Ναοῦ τῆς εὑρέσεως ἔξοδον τῆς θαυματουργοῦ Εἰκόνος τῆς Θεοτόκου καὶ κατὰ τὰς Λιτανείας αὐτῆς.
Πρὸ τοῦ Κανόνος δὲ ψάλλεται τὸ παρὸν τροπάριον, ποίημα τοῦ ἀοιδίμου Ἐπισκόπου Κυθήρων Εὐθυμίου Καββαθά.
Ἦχος δ΄ . Ταχὺ προκατάλαβε.
Πιστοὶ νῦν ἐξέλθωμεν πρὸς λιτανείαν σεμνήν, καὶ δεῦτε ὑμνήσωμεν τὴν Ἀειπάρθενον, πιστῶς λιτανεύοντες, χαῖρε ἡ Πολιοῦχος τῶν Κυθήρων τῆς Νήσου, χαῖρε παντὸς τοῦ κόσμου βοηθὸς καὶ προστάτις, χαῖρε πιστῶν ἁπάντων ἡ ἐλπίς, χαρὰ καὶ σκέπη, καὶ ἔνθεον ἔρεισμα.
Κανὼν Σωφρονίου τοῦ Παγκάλου ἀειμνήστου Ἐπισκόπου Κυθήρων.
Ἦχος β΄. ᾨδὴ α΄. Ἐν βυθῶ κατέστρωσε ποτέ.
Τὴν ἀχλὺν καθάρισον Ἁγνή, τοῦ νόος μου Δέσποινα, ζόφον καρδίας φωτίζουσα, σὺ διδοῦσά μοι λόγον, ἡ τετοκυῖᾳ τὸν Λόγον, ἵνα ἐν αἰνέσει, χαίρων σου ὑμνήσω τὰ θαυμάσια.
Παναγία τέτοκας Θεόν, πάντων ἁγιώτατον, σὺ καθοδήγησον Κόρη τὸν λόγον μου, καὶ τὴν γλῶτταν κίνησον, μεγαλύναι εὐφροσύνως σὰ θαύματα, καὶ δοξολογήσαι σε μόνην, τὴν Δέσποιναν τοῦ σύμπαντος.
Θαυμαστὸς καὶ λίαν εὐκλεής, δέδεικται Πανάχραντε, τῶν Μυρτιδίων ὁ πάνσεπτος οἶκος σου, εἰς τὸν κόσμον άπαντα, ἐν αὐτῷ καὶ γὰρ πᾶσι τοῖς προσπελάζουσι βρύεις, ἰαμάτων ἄφθονα χαρίσματα.
Ὀλοψύχως ἤχθημεν πρός σε, πάντες μετὰ πίστεως, τοῦ ἀνυμνήσαι τὰ θεία θαυμάσια, καὶ τὰ μεγαλεῖά σου, διὸ ἄχραντε Θεοτόκε πᾶσιν ἡμῖν, δώρησαι πταισμάτων, καὶ πλημμελημάτων τὴν συγχώρησιν.
ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρα με.
Εὐχόμενος ἐν πνεύματι καὶ καρδία, ὀρῶν αὐτὸν τελείως ιἀτρευθέντα, παράλυτος ὑπάρχων πρὶν ὁ σου δοῦλος, Ἁγνὴ ἐδόξαζε, τὰ μεγαλεῖά σου, σύ μου εἶ βοήθεια, κράζων Πανάχραντε.
Ὁ πλεῖστος ὄχλος Κόρη τῶν Κυθηραίων, συνήχθη μετὰ πόθου ἐν τῷ Ναῷ σου, ὑμνῶν καὶ μεγαλύνων ἀκαταπαύστως, θαυματουργίαν σου, ὅτι συνέσφιγξας, τὸν ποτὲ παράλυτον, δόξα τῇ δόξῃ σου.
Μεγάλως ἐδοξάσθη ὁ θεῖος οἶκος, ὁ σὸς Θεοκυήτορ τῶν Μυρτιδίων, ἐν ταύτῃ σου τῇ νήσῳ τῶν Κυθηραίων, ἐν κόσμῳ δὲ παντί, μακαριοῦσί σε, ἐν αὐτῷ γὰρ ἤγειρας τὸν παράλυτον.
Καλῶς προεμηνύθης ἡ κολυμβήθρα, προβατικῇ ἡ πάλαι τῶν ἰαμάτων, πηγὴ γὰρ ποτὲ σὺ ἀνεδείχθης, ὥσπερ ἐκείνη τὸν πάσχοντα, ἰατρεύσασα ὕστερον νέον παράλυτον.
Ἐνταῦθα γίνεται αἴτησις.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παρθένε πανάμωμε τῶν Μυρτιδίων ἀστήρ, καὶ ἔνθεον ἔρεισμα, τῶν προστρεχόντων εἰς σέ, Μαρία θεόνυμφε, φώτισον τὰς καρδίας τῶν τιμώντων σε πόθῳ, στήριξον ἐν τῇ πίστει, πάντας τοὺς δεομένους, τῆς ἀντιλήψεως τῆς σῆς, καὶ τούτους σκέπε καὶ φύλαττε Ἄχραντε.
Ἕτερον Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Μυρτιδίων τὸ κλέος καὶ Κυθήρων θησαύρισμα, καὶ τῆς οἰκουμένης ἀπάσῃς ἐγκαλλώπισμα ἔνθεον, Εἰκόνα τὴν πάνσεπτον πιστοί, τιμήσωμεν ᾠδαῖς πνευματικαίς, ὅθεν πάντες Κυθηραίοι προσκυνηταί, ἐν ᾄσμασι ἐκβοώμεν· χαῖρε παραμυθία τῶν πιστῶν, χαῖρε τῆς νήσου πρόμαχος, χαῖρε τέκνων σου ἀποδήμων, σκέπη καὶ ἔρεισμα.
ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ἠγάλλετο εὐφροσύνως καὶ πιστῶς ὁ Θεόδωρος, ὁ πρώην παράλυτος, ὅλον ὀρῶν ἀξιούμενον, ἑαυτὸν τῆς χάριτος, καὶ δωρεὰς τῆς θείας, ὑμνολογῶν τὴν εὐσπλαγχνίαν σου.
Τὸ θαῦμά σου καταπλήττει πιστῶν τὴν διάνοιαν, Θεομῆτορ ἄχραντε, διὸ τὴν θείαν Εἰκόνα σου, πόθῳ ἀσπαζόμενοι, σε μεγαλύνομεν, ταύτην προσκυνοῦντες Ἀειπάρθενε.
Ὡς φύλακα βοηθὸν καὶ ἐπίκουρον Ἄχραντε, πάντες σε κεκτήμεθα, παντοίαις ἐν περιστάσεσι, καὶ νῦν σοι προσπίπτοντες δεόμεθα, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας.
Ἀνύμφευτε ἡ Θεὸν σωματούμενον τετοκυῖᾳ, σῶσόν με παράλυτον, γεγενημένον τοῖς πταίσμασι, καὶ τῶν μωλώπων ἴασιν, ψυχῆς τε καὶ σώματος, ὡς συμπαθεστάτη μοι δώρησαι.
ᾨδὴ ε΄. Μεσίτης Θεοῦ
Ῥημάτων φωνῶν, καὶ τῶν δακρύων Δέσποινα ὑπήκουσας, τοῦ παρακαλοῦντός σε, πίστει καὶ πόθῳ παραλύτου ποτέ, καὶ ταχέως τὴν ῥῶσιν, αὐτῷ τελείως ἔνειμας.
Ἰδὼν ὁ λαὸς Κυθηραίων Πάναγνε, τὰ μεγαλεῖα τῆς θαυματουργίας σου, πάντες τῷ Ναῷ σου νῦν προστρέχοντες, εὐχαρίστως ἐν πίστει, συμφώνως σε δοξάζουσιν.
Ἀγάλλεται νῦν, καὶ χορεύει μυστικῶς ἅπαν τὸ πλήρωμα, τῶν πιστῶν Πανάχραντε, ἐν πανδήμῳ λιτανεύσει, Εἰκόνος τῆς σῆς τετιμημένης, ὦ Μυρτιδιώτισσα.
Λυτροῦται πασῶν ἀναγκῶν, καὶ πειρασμῶν ἡ Νῆσος Δέσποινα, ἔχουσα προστάτιν σε ἀρωγόν, φύλακα καὶ πρόμαχον, καὶ γεραίρει διό σου, λαμπρῶς τὴν ἐπιείκειαν.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Σωτηρίας σφραγὶς Κόρη πέφυκας, Μῆτερ ἀειπάρθενε τοῖς προσπελάζουσιν, Ἁγνὴ τῷ θείῳ οἴκῳ σου, καὶ τιμῶσι πιστῶς τὴν Εἰκόνα σου.
Μόνη γέγονας Κόρη ἀντίληψις, ταύτης σου τῆς Νήσου, Θεὸν ὡς γεννήσασα, καὶ ἀνομβρίας ἔλυσας, τὸν αὐχμὸν καὶ τὴν γῆν κατεδρόσισας.
Ἀνηγέρθη ὁ πάνσεπτος οἶκος σου, πάναγνε Θεόνυμφε παρὰ τῶν δούλων σου, καὶ ἐν αὐτῷ οἰκήσασᾳ ἡ χάρις σου, ἀναβλύζει πηγὰς ἰαμάτων τοῖς αἰτοῦσί σε.
Λύτρωσον με Παρθένε τὸν δείλαιον, πάσης περιστάσεως καὶ κατακρίσεως, ἐχθρῶν ἐπεμβαινόντων μοι, καὶ κολάσεως ῥῦσαι τὸν δοῦλόν σου.
Ἐνταῦθα γίνεται δευτέρα αἴτησις.
Εἶτα Κοντάκιον αὐτόμελον. Ἦχος δ΄.
Ἐπεφάνη σήμερον τῆς Θεοτόκου ἡ χάρις, καὶ ἡ Νῆσος ἅπασα ἐν Μυρτιδίοις ἐπέστῃ, πάντες δὲ οἱ ἐκ Κυθήρων ἀποδημοῦντες, χαίρουσι σὺν ἡμῖν ἐκβοώντες· χαῖρε Δέσποινα τοῦ κόσμου, καὶ πιστῶν ἡ ταχείᾳ ἀντίληψις.
ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Νεκρώσεως σώματος τὴν ἰατρείαν, ὀρῶν ὁ παράλυτος μεγάλως ἐξεπλήττετο, καὶ σὲ τὴν Πανάχραντον, πίστει καὶ πόθῳ πολλῷ, βοῶν σε ἐδόξαζε, σὺ εἶ εὐλογημένη καὶ ὑπερένδοξος.
Ἐν πίστει καὶ πόθῳ σοι προσπεφευγότες, παρθένε Πανάχραντε οἱ πεπτωκότες δούλοι σου, ἐν πολλαῖς ἁμαρτίαις καὶ νεκρωθέντες δεινῶς, ἔγειρον δεόμεθα, τοὺς σὲ ἀνευφημοῦντας τὴν ὑπερένδοξον.
Οἶκος σου πάντοτε πᾶσιν ἐφάνη, πηγὴ ἁγιάσματος καὶ βρύσις ἀνεξάντλητος, ἰάματα βλύζουσα τοῖς προσιοῦσι πιστώς, ὅθεν προσκυνοῦμεν εὐσεβῶς, σε τὴν εὐλογημένην καὶ ὑπερένδοξον.
Νῦν πάντως πεπλήρωται τῶν Ὀρθοδόξων, τὸ στῖφος Πανάχραντε χαράς, καὶ ἀπονέμει σοι χαριστήριον αἶνον, καὶ μεγαλύνει φαιδρὼς Κόρη σὰ θαυμάσια, σὺ γὰρ εὐλογημένη καὶ ὑπερένδοξος.
ᾨδὴ η΄. Κάμινος ποτέ.
Πάντων τῶν πιστῶν σὺ εἶ ἡ προστασία, καταφυγὴ τε καὶ διάσωσμα, ἐλπὶς τε καὶ στήριγμα, Θεοτόκε ἀειπάρθενε, διὸ πάντες γεραίρομεν ψάλλοντες, ἀνυμνοῦμεν εὐλογημένη Παρθένε τὸν τόκον σου.
Ῥῦσαί με Ἁγνὴ δεινῶν ἀῤῥωστημάτων, τῶν τῆς ψυχῆς τε καὶ τοῦ σώματος παθῶν ἐκκαθαίρουσα, καὶ πταισμάτων δὸς συγχώρησιν, τῷ πόθῳ σε καὶ πίστει δοξάζοντι, χαῖρε εὐλογημένη Παρθένε, χαῖρε πανθαύμαστε.
Ὅλος ἐν χαρᾷ, ὅλος ἐν κατανύξει, πᾶς ὁ χριστώνυμος ἤθροισται λαός, τοῦ υμνῆσαί σου τὰ θαυμάσια Θεόνυμφε, παράλυτον γὰρ ἤγειρας, ψάλλοντα ἐν αἰνέσει δεδοξασμένῃ, χαῖρε παμμακάριστε.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα ὑπάρχεις, τῶν Ἀποστόλων τὸ κραταίωμα, Μαρτύρων τὸ στήριγμα, ἱερέων ἐγκαλλώπισμα, πάντων ἡμῶν τὸ καύχημα, διὸ σὲ ἀνυμνοῦμεν, δεδοξασμένη παντευλόγητε.
ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Ἄνακτα τέτοκας, τὸν τοῦ παντὸς Πανάχραντε, τῆς Τριάδος τὸν ἕνα Θεὸν παντέλειον, ἔχουσα παῤῥησίαν μεγίστη νοῦν πρὸς αὐτόν, μὴ παύσῃ πρεσβεύειν, σωθῆναι τοὺς πόθῳ σε, Θεοτόκον μεγαλύνοντας.
Δοξάσωμεν ἅπαντες, καὶ πίστει προσκυνήσωμεν, τὴν Πανάχραντον κόρην, τὴν ἰαμάτων πηγήν, ῥῶσιν γὰρ νοσοῦσι παρέχει, τοῖς εὐσεβῶς ἐπικαλουμένοις αὐτήν, καὶ παράλυτον ὑγιᾶ ὅλον εἰργάσατο.
Ὡς μέγιστον ἔρεισμα, τῆς Ὀρθοδόξου πίστεως, τὴν ἀσπόρως τεκοῦσαν, Χριστὸν τὸν πάντων Θεόν, πάντες οἱ πιστοὶ σὲ ὑμνοῦμεν πανευλαβώς, καὶ σὲ προσκυνοῦμεν, τὴν πάναγνον Δέσποιναν, εὐσεβῶς σε μεγαλύνοντες.
Ἀγγέλων ἀγλάισμα, μερόπων τὸ διάσωσμα, Ἐκκλησίας ἡ δόξα Πάναγνε πέφυκας, πάντων τῶν πιστῶν ἡ προστάτις καὶ βοηθός, καὶ τῶν Κυθηραίων ἐλπὶς καὶ τὸ καύχημα, καὶ σὲ πάντες μεγαλύνομεν.
Μεγαλυνάριον.
Φάνηθι προστάτις ἐν πειρασμοῖς, ἄχραντε Παρθένε, Μυρτιδίων ὁ θησαυρός, τοῖς πόθῳ προσιοῦσι, τῇ Μητρικῇ σου σκέπη, καὶ τούτων τὰς ἐλπίδας, Δέσποινα πλήρωσον.