ΠΑΝΑΓΙΑ: Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς. Ἀπορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά, τὸ ἐν σοί, παρθενομῆτορ, μυστήριον, τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς. Βασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς, εἰ καὶ τάφῳ σμικροτάτω συγκέκλεισαι, ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ. Γέφυρα ὑψούται, ἡ μετάγουσα πρίν, ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον, τοὺς θανόντας παραβάσει τὸν Ἀδάμ.

Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί, πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο, τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν. Ἔχαιρον χορείαι, Οὐρανίων Νοῶν, ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι, εἰς οὐράνια σκηνώματα Ἁγνή. Ζῶσα ἐν ὑψίστοις, ἀληθῶς Μαριάμ, ὑπὲρ πάντων πρεσβευτὴς ἡμῶν γέγονας,ἀξιώσαι ἐφροσύνης ἀληθῶς.

Ἡ λαμπὰς ἡ θεία, τοῦ ἀρρήτου φωτός, φρικτωρούσα οὐρανόθεν τοὺς δούλους σου, μὴ ἐλλείπης ἀγαθὴ τοὺς ἐπὶ γῆς.
Θρόνος τοῦ ὑψίστου γενομένη ἁγνή, ἀπὸ γῆς πρὸς οὐρανὸν μεταβέβηκας, μεταστᾶσα εἰς αἰώνιον ζωήν.

Ἱερέων πέλεις, καύχημα εὐλαβῶν, Ἐκκλησίας τὸ ἀκράδαντον στήριγμα, καὶ Ὁσίων Ἀσκητῶν ἡ ἀρωγός.
Κλῖμαξ ἡ ἁγία, ἢν προεῖδε σαφῶς, Ἰακὼβ δι’ ἧς κατέβη ὁ Ὕψιστος, ἀνυψούται ἀπὸ γῆς πρὸς οὐρανόν.

Προσευχή στον Άγιο Ιούδα το Θαδδαίο

Λόγος τοῦ Ὑψίστου, ὁ ἀρρήτως τεχθεὶς ὑπὸ σοῦ, Θεοκυήτωρ, μετέστησεν ἐκ τῆς γῆς πρὸς τὴν ἀθάνατον ζωήν.
Μαριὰμ πῶς θνῄσκεις, πῶς τῷ τάφῳ οἰκεῖς, τῆς ζωῆς τὸν χορηγὸν ἡ γεννήσσασα, τοὺς νεκροὺς ἐξαναστήσαντα φθοράς;

Διαβάστε τη συνέχεια στο άρθρο ΠΑΝΑΓΙΑ: Διαβάστε τα εγκώμια της Παναγίας – Συγκλονιστικά λόγια

Φανούρης Ευστράτιος
Αποστολή
Αξιολόγηση επισκεπτών 4 (2 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.