ΟΙ ΨΑΛΜΟΙ ΤΟΥ ΔΑΥΙΔ: Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου…

50ος Ψαλμός
Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμη­μα μου. Επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με.

Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστι διαπαντός.
Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν Σου εποίησα· όπως αν δικαι­ωθής εν τοις λόγοις Σου, και νικήσης εν τω κρίνεσθαί Σε.
Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.
Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας Σου εδήλωσάς μοι.
Ραντιείς με υσσώπω, και καθαρισθή­σομαι· πλυνείς με, και υπέρ χιόνα λευ­κανθήσομαι.
Ακουτιείς μοι αγαλλίασιν και ευφρο­σύνην· αγαλλιάσονται οστέα τετα­πεινω­μένα.
Απόστρεψον το πρόσωπόν Σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον.
Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.
Μη απορρίψης με από του προσώπου Σου, και το Πνεύμά Σου το Άγιον μη αντανέλης απ’ εμού.
Απόδος μοι την αγαλλίασιν του σωτη­ρίου Σου, και πνεύματι ηγεμονικώ στήριξόν με.
Διδάξω ανόμους τας οδούς Σου, και ασεβείς επί Σε επιστρέψουσι.
Ρύσαί με εξ αιμάτων, ο Θεός, ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην Σου.
Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν Σου.
Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις.
Θυσία τω Θεώ, πνεύμα συντετριμ­μένον, καρδίαν συντετριμμένην και τε­τα­πεινωμένην ο Θεός ουκ εξουδενώ­σει.
Αγάθυνον, Κύριε, εν τη ευδοκία Σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιε­ρουσαλήμ.
Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα.
Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους. Δοξα…..

Ψαλμός 120: Ποιος θα μπορέσει να με βοηθήσει
Ήρα τους οφθαλμούς μου εις τα όρη, όθεν ήξει η βοήθειά μου.
Η βοήθειά μου παρά Κυρίου του ποιήσαντος τον ουρανόν και την γην.
Μη δώης εις σάλον τον πόδα σου, μηδέ νυστάξη ο φυλάσσων σε.
Ιδού ου νυστάξει ουδέ υπνώσει ο φυλάσσων τον ‘Ισραήλ.
Κύριος φυλάξει σε, Κύριος σκέπη σοι επί χείρα δεξιάν σου·
Ημέρας ο ήλιος ου συγκαύσει σε, ουδέ η σελήνη την νύκτα.
Κύριος φυλάξει σε από παντός κακού, φυλάξει την ψυχήν σου ο Κύριος.
Κύριος φυλάξει την είσοδόν σου και την έξοδόν σου από του νυν και έως του αιώνος.

Και νυν….

Ψαλμός ξθ´ (69ος) – Ο Θεός εις την βοήθειάν μου πρόσχες
Ο Θεός, εις την βοήθειάν μου πρόσχες· Κύριε, εις το βοηθήσαί μοι σπεύσον. αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου· αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι βουλόμενοί μου κακά· αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντές μοι· εύγε εύγε. αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σοι πάντες οι ζητούντές σε, ο Θεός, και λεγέτωσαν διαπαντός· μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριόν σου. εγώ δε πτωχός ειμι και πένης· ο Θεός, βοήθησόν μοι. βοηθός μου και ρύστης μου ει συ· Κύριε, μη χρονίσης.

Δόξα. Και νυν. Αλληλούΐα.

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.