ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑ.

ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ!!! Ο ΜΙΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΗΝ ΘΕΟΤΟΚΟ

ΣΥΝΤΟΜΟ ΤΜΗΜΑ ΑΠΟ ΤΗΝ ΜΙΚΡΗ ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΜΑΣ:
Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς,
πρὸς Σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν·
Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε,
τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί,
πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν,
εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ,
τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, Πανάμωμε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σωτῆρα τεκοῦσάν Σε καὶ Θεόν,
δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν·
Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω,
καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν,
ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ Σοῦ,
ἀξίωσον, μόνη Θεομῆτορ,
ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
.
.
.
…..
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν,
καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν,
τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας,
τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν,
ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή,
πρὸς Σὲ καταφεύγω τὴν Κεχαριτωμένην.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.