ΑΓΙΟΣ ΠΑΝΤΕΛΕΗΜΩΝ: ὑπό τοῦ Ἀρχιμανδρίτου Πολυκάρπου Κόμη - ΣΤΑΣΙΣ ΠΡΩΤΗ Ἦχος πλ. α'. Μακαρίζομέν σέ, στρατιώτα Χριστοῦ, ἔκτελοῦντες τήν Λαμπρᾶν σου πανήγυριν, θαυμαστέ Παντελεῆμον εὐσεβῶς. Μακαρίζομεν σέ, ὁλοψύχως σοφέ, ἀθλητά Παντελεῆμον φερώνυμε, καί τιμῶμεν τό μαρτύριον τό σόν. Ἡ ἀκροστιχίς κατ’ ἀλφάβητον… Ἀσωμεν προφρόνως, φιλομάρτυρες νῦν, εορτήν τήν φωτοφόρον γηθόμενοι, τοῦ σεπτοῦ Παντελεήμονος ὠδαῖς.
Βουληθεῖς ὑμνῆσαι, τούς ἀγώνας τούς σούς, φώτισόν μου διανοίας τά ὄμματα, τῆ σοφία τῆ δοθείση σοί σοφέ.
Γάλακτι παμμάκαρ, εὐσεβείας τραφεῖς, καί εἰς ἄνδρα αὐξηθεῖς τελειότητος, προσηνέχθης ὡς θυσία τῷ Θεῷ.
Διδαχαῖς ἐνθέοις, Ἔρμολάου πεισθεῖς, τόν Χριστόν Παντελεῆμον προέκρινας, ὑπέρ πάντων τῶν γηΐνων καί φθαρτῶν.

Εὐπροσδέκτω μάκαρ, προσευχή πρός Θεόν, τό δηχθέν ὑπό ἐχίδνης παιδάριον, νεκρωθέν ἐζωοποίησας εὐθύς.

Ζωτικαῖς εὐχαῖς σου, ζώωσον καί ἡμᾶς, νεκρωθέντας ἐν πολλοῖς παραπτώμασι, σέ κλεινέ Παντελεῆμον ἕξαιτῶ.

Ἠνπερ ἐνεδύθης, λαμπροφόρον στολήν, τοῦ σεπτοῦ Παντελεῆμον, βαπτίσματος, ἐπορφύρωσας αἱμάτων σου ροαῖς.

Θεία σου συνέσει, καί ἐν λόγοις σοφοῖς, θαυμαστέ Παντελεῆμον ωδήγησας, πρός εὐσέβειαν γεννήτορα τόν σόν.

Ἰταμῶ θυμῶ τέ, καί βασάνοις ὁμοῦ, ἐπειράτο σέ σπαράξαι ὁ τύραννος, ἀλλ’ ἀντέστης γενναιόφρον καρτερῶς.

Κλέος ἀνεδείχθης, τῶν μαρτύρων Χριστοῦ, καί τῶν θείων Ἀναργύρων ἐφάμιλλος, τάς ἰάσεις ἀπονέμων δωρεάν.

Λάμψας ἐν ἀθλήσει, ὡς ἀδάμας στερρῶς, ὁ Θεός Παντελεῆμον ἐν θαύμασι, σέ κατηύγασε ταῖς τούτων ἀστραπαῖς.

Μιμητής ὑπάρχων, τοῦ εὐσπλάγχνου Θεοῦ, σού τόν πλοῦτον τοῖς πτωχοῖς διεσκόρπισας, τόν οὐράνιον κερδίσας πολλαπλῶς.

Νεανίας ὤφθης, καθαρός τῆ ψυχῆ, ὡς λευκή περιστερά καί τῷ σώματι, ὡς κυπάρισσος ὑψίκορμος σοφέ.

Ξένον καθωράθη, ὄντως θαῦμα φρικτόν, ὅτι γάλα ἀντί αἵματος ἐρρευσεν, ἐκτμηθείσης τῆς σεπτῆς σου κεφαλῆς.

Ὅλος προθυμία, καί στοργή θεϊκή καί ἀνδρεία πεπλησμένος ἐκήρυττες, ὤ σοφέ Παντελεῆμον τόν Χριστόν.

Προσευχή σου θεία, πρός τόν μόνον Θεόν, οφθλαμούς του τυφλωθέντος διήνοιξας, ἀθλητά Παντελεῆμον θαυμαστῶς.

Ρεῖθρα καθ’ ἐκάστην ἀναβρύεις σοφέ, ὡς ἐκ κρήνης ζωηρᾶς τά ἰάματα, τοῖς πιστοῖς Παντελεῆμον δωρεάν.

Συσχεθεῖς τῷ φθόνω, ἰατρῶν ὁ ἑσμός, κατιδών σέ τόν τυφλόν ἰασάμενον, τῷ θανάτω σέ παρέδωκεν σοφέ.

Τά σεπτά ὀστᾶ σου, νῦν ἐν θήκαις λαμπραῖς, εὐωδίαν ἀποπνέουσιν ἄρρητον, καί παρέχουσιν ἰάσεις τοῖς πιστοῖς.

Ὕμνους καί δεήσεις, σοί προσάδομεν νῦν, ἄς Θεῶ Παντελεῆμον προσάγαγε, ἐλεῆσαι καί ἡμᾶς ὡς ἀγαθός.

Φωτεινός ὑπάρχων, παμμεγέθης ἀστήρ, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας Ἀνάργυρε, καταυγάζεις τούς πιστούς διαπαντός.

Χάριτος δοχεῖον, προϋπάρχων σοφέ, ἐπληρώθης τῶν χαρίτων τοῦ Πνεύματος, καί χαρίτων ἐμπιπλάς τούς εὐσεβεῖς.

Ψάλλωμεν προθύμως, φιλέορτων πληθύς, τά σεπτοῦ Παντελεήμονος τρόπαια, ἵνα σχῶμεν τοῦτον πρέσβυν πρός Θεόν.

Ω Παντελεῆμον, ἀθλητῶν χαρμονή, καί ἡμῶν τῶν σέ τιμώντων τό καύχημα, καθικέτευε Χριστόν ὑπέρ ἡμῶν.

Δόξα Πατρί καί Υἱῶ…

Ταῖς τοῦ Ἀναργύρου, προσευχαῖς Ω Τριάς, Πάτερ, Λόγε καί τό Πνεῦμα τό Ἅγιον, πάσης βλάβης τοῦ ἐχθροῦ ρῦσαι ἡμᾶς.

Καί νῦν…
Ἡ ἐνδοξότερα, νοερῶν στρατειῶν, σύν σεπτῶ Παντελεήμονι πρέσβευε, τῷ Υἱῶ σου ὑπέρ πάντων τῶν πιστῶν.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΗ
Ἦχος πλ. α’.

Ἄξιόν ἐστι, μεγαλύνειν σέ Παντελεῆμον, τόν ἐν ἀθλόφοροις ὑπέρτερον, καί τῆς πίστεως ὑπέρμαχον στερρόν.

Ἄξιόν ἐστι, τοῦ γεραίρειν σέ Παντελεῆμον, τό τῆς Ἐκκλησίας ἀγλάϊσμα, καί μαρτύρων ἐγκαλλώπισμα τερπνόν.

Ἡ ἀκροστιχίς κατ’ ἀλφάβητον.

Ἀσμασι πιστοί, εὐφημήσωμεν ἐπινικίοις, μνήμην τήν αγίαν γηθόμενοι, τοῦ κλεινοῦ Παντελεήμονος σεπτῶς.

Βάπτισμα σοφέ, τό σωτήριον Παντελεῆμον, ἐκ τοῦ Ἐρμολάου δεξάμενος, συνετάφης καί συνέζησας Χριστῷ.

Γέρας ἐκ Θεοῦ, κομισάμενος Παντελεῆμον, τούτω μετά δόξης παρίστασαι, τρισηλίου ἐμφορούμενος φωτός.

Δέχου τάς εὐχάς, τῶν αἰτούντων σέ Παντελεῆμον, καί τάς νόσους πάντων θεράπευσον, ὡς πανάριστος ἀκέστωρ καί σοφός.

Ἔχαιρες σοφέ, προορώμενος τάς ἀντιδόσεις, ἄς σοί ὁ Χριστός προητοίμασε, στέφος ἄφθαρτον καί ἄληκτον.

Ζεῦγος θαυμαστόν, ὤ Ἐρμόλαε – Παντελεῆμον, θείων Ἀναργύρων ἐφάμιλλοι, δυσωπεῖτε τόν Θεόν ὑπέρ ἡμῶν.

Ἥλιος φαιδρός, κατελάμπρυνε τήν Ἐκκλησίαν, τοῖς τῶν θαυμάσιων πυρσεύμασιν, ὁ σεπτός Παντελεήμων τηλαυγῶς.

Θεία σου εὐχῆ, τόν παράλυτον ἔγειρας μάρτυς, πάντας τούς ἀπίστους κατέπληξας, καί ἐπίστευσαν Χριστῷ τῷ ἀληθῆ.

Ἴδε συμπαθῶς, ὤ ἀνάργυρε Παντελεῆμον, τούς ἐν ἀσθενεία ὑπάρχοντας, καί παράσχου ιατρείαν ἐνεργῶς.

Κάραν σου σεπτήν, ἡ Μονή τῆς Παναχράντου, Ἀνδρου, ἔχει ὥσπερ πλοῦτον πολύτιμον ὅθεν δόξαν ἀναπέμπει πρός Θεόν.

Λέβητι βληθεῖς, ἐν μολύβδω πεπυρακτωμένω, ὤ Παντελεῆμον στερρόψυχε, προσευχή σου ἔφυλάχθης ἀβλαβής.

Μέγας Ἄθλητα, σῶ τραχήλω λίθος ἐκρεμάσθη, καί ἀπορριφθεῖς ἐν τοῖς υδασιν, ὡς ὁ Πέτρος ἐφυλάχθης ἀβλαβής.

Νέος εὐπρεπής, ἐν τῷ ἄνθει τῆς νεότητός σου πρός Χριστοῦ ἀγάπην ἐξήνθησας, καί νῦν μάρτυς εἰς παράδεισον ἀνθεῖς.

Ξύλω κρεμασθεῖς, καί σιδήρω ἐκκοπείς τάς σάρκας, καί λαμπάσι μάκαρ φλεγόμενος, οὐκ ηρνήσω τόν γλυκύτατον Χριστόν.

Ὅλος φαεινός, ἐν ἐσθῆτι σέ πεποικιλμένη, τοῖς τοῦ μαρτυρίου σου αἵμασι, τῷ Χριστῷ συμβασιλεύεις ἀληθῶς.

Πτύσας σου πατρός, τήν ἀσέβειαν Παντελεῆμον, σής μητρός ζηλώσας εὐσέβειαν, ἐκολλήθης τῷ Χριστῷ ὁλοσχερῶς.

Ρεῖθρα δαψιλῶς, ἰαμάτων ὤ Παντελεῆμον, τά σεπτά σου βρύουσι λείψανα, τοῖς ἐν πίστει προσιοῦσιν ἐν αυτοῖς.

Σῶμά σου σοφέ, ἀνηκέστοις παρόδους βασάνοις, δι’ ἀγάπην μάρτυς τοῦ Κτίστου σου, συνευφραίνη μετ’ αὐτοῦ ἐν ουρανοῖς.

Τέτρωμαι δεινῶς, ὤ Ἀνάργυρε ποικίλαις νόσοις, ἐκτεινον τήν χεῖρά σου σῶσον με, ἵνα πάντοτε δοξάζω σέ θερμῶς.

Ὕψιστε Θεέ, ἱκετεύει σέ Παντελεήμων, φόβον σου τόν θεῖον ἐμφύτευσον, καί ἡμῖν πράττειν τό θέλημα τό σόν.

Φρίττει ἐμμανῶς, ἐπικλήσει τοῦ ὀνόματός σου, ὤ Παντελεῆμον ἀνάργυρε, καί δαιμόνων δραπετεύει ὁ ἑσμός.

Χάριν ἐκ Θεοῦ, μάρτυς εἴληφας Παντελεῆμον, πάντων θεραπεύειν νοσήματα, καί παρέχειν τοῖς τυφλώττουσι τό φῶς.

Ψάλλων ὁ Δαυΐδ, θείω πνεύματι Παντελεῆμον, δίκαιος ὡς φοῖνιξ ἀνθήσεται, προεώρα εὐδοκίμησιν τήν σήν.

Ὥσπερ Δανιήλ, τοῖς θηρίοις δέδωσαι εἰς βρῶσιν, ἄλλ’ ἐκ τούτων μάκαρ ἀλώβητος, ἐφυλάχθης τή δυνάμει τοῦ Χριστοῦ.

Δόξα Πατρί καί Υἱῷ….

Ἄναρχε Τριάς, Πάτερ, Λόγε καί τό θεῖον Πνεῦμα, φύλαττε καί σκέπε τούς δούλους σου, τοῦ σεπτοῦ Παντελεήμονος λιταῖς.

Καί νῦν…

Τόν Ἐμμανουήλ, ὄν ἐκύησας ἀρρήτω τρόπω, τοῦτον Θεοτόκε ἱκέτευε, ἵνα σώση τούς ἐλπίζοντας εἰς σέ.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἦχος γ’.

Αἰ γενεαί πᾶσαι, μακαρίζομεν σέ, σοφέ Παντελεῆμον.
Αἰ γενεαί πᾶσαι, μακαρίζομεν σέ, Ἀνάργυρον τόν θεῖον.

Ἡ ἀκροστιχίς κατ’ ἀλφάβητον.

Ἀγγέλων καί μαρτύρων, ἐξίσταντο αι τάξεις, ὁ ρῷσαί σου τούς ἄθλους.

Βάσιν καί κρηπίδα, πλουτεῖ σέ Ἐκκλησία, σοφέ Παντελεῆμον.

Γῆ καί πόλος μάρτυς, βροτοί μετά ἀγγέλων, υμνοῦσί σου τήν μνήμην.

Διάσωσον κινδύνων, κλεινέ Παντελεῆμον, τούς σέ παρακαλοῦντας.

Εἰκών σου ἡ ἁγία, Παντελεῆμον βρύει, κρουνούς θείων ναμάτων.

Ζηλώσας τῷ Κυρίω, ὤ Παντελεῆμον, ὑπέρ αυτοῦ ἐτύθης.

Ἡ Ὀρθοδοξία, σύμπασα δοξάζει, τήν ἱεράν σου μνήμην.

Θεράπευσον τά πάθη, ψυχῶν τέ καί σωμάτων, ἡμῶν Παντελεῆμον.

Ἱερέων δῆμος, ἀσμάτων μελωδίαις, τήν μνήμην σου γεραίρει.

Καύχημα ὑπάρχεις, ἀγλάϊσμα καί δόξα, Χριστοῦ τῆς Ἐκκλησίας.

Λειψάνων σου τήν θήκην, πίστει προσκυνοῦντες, ἁγιασμόν ἀντλοῦμεν.

Μνημόνευε ἀπαύστως, κλεινέ Παντελεῆμον, ἡμῶν τῶν ἱκετῶν σου.

Ναόν σου κεκτημένοι, θεῖον ἰατρεῖον, προστρέχομεν ἐν τούτω.

Ξίφει τελειοῦσαι, συγκόψας τοῦ Βελίαρ, τήν ὀλέθριαν κάραν.

Ὅλην τήν ζωήν σου, εὐεργετῶν διῆλθες, σοφέ Παντελεῆμον.

Παντελεῆμον μάκαρ, ὑμνοῦμεν τούς ἀγώνας, καί τό μαρτύριόν σου.

Ρώννυσι τάς νόσους, καί πνεύματα διώκει, ὁ πάνσοφος ἀκέστωρ.

Σοφέ Παντελεῆμον, χαράν καί εὐφροσύνην, παράσχου τῷ λαῷ σου.

Τυφλούς καί πάσαν νόσον, ὁ Παντελεήμων, ἰᾶται ἀναργύρως.

Ὑπάρχων ἐν ὑψίστοις, ευλόγησον τρισμάκαρ, τούς σέ ὑμνολογοῦντας.

Φώτισον νοός μου, τά ὄμματα τοῦ βλέψαι, τρανώτερον τόν Κτίστην.

Χαρᾶς μου τήν καρδίαν, ἐμπλησον εὐχαῖς σου, στερρέ Παντελεῆμον.

Ψυχήν μου τήν ἀθλίαν, διάσωσον λιταῖς σου, σοφέ Παντελεῆμον.

Ὡς ἀντιμισθίαν, ἀνθ’ ὧν ἡμῖν παρέχεις, προσφέρομεν σοι μύρα.

Δόξα Πατρί καί Υἱῷ…

Ω Τριάς Θεέ μου, σῶσον ἡμᾶς σῶσον, βυθοῦ τῆς ἁμαρτίας.
Καί νῦν…

Παρθένε Θεοτόκε, ἐν ὥρα τοῦ θανάτου, σπεῦσον βοήθησόν μοι.

Αγιος Παντελεήμονας – Ευλογητάρια

Εὐλογητός εἰ Κύριε, δίδαξόν μέ Ἀνάργυρον ὑμνῆσαι.
Οἱ χοροί τῶν ἀγγέλων, καί μερόπων ὀρῶντες, κατεπλάγησαν μάκαρ, τούς ἀγώνας τούς στερρούς, τήν ἀνδρεῖαν καί πίστιν, δι’ ὧν τόν Χριστόν μάρτυς ὠμολόγησας, Ὄν Παντελεῆμον ἀεί ἱκέτευε.

Εὐλογητός εἰ Κύριε, δίδαξόν μέ τόν Ἀθλοφόρον μέλψαι.

Τί δακρύων σταλαγμούς προχέετε, φιλομάρτυρες τῷ ἀναργύρω, καν ἐσφάγη ὡς κριός, δι’ ἀγάπην Κυρίου, νῦν ἐν ουρανοῖς σύν αὐτῷ εὐφραίνεται, δυσωπῶν ἀπαύστως ἠμᾶς λυτρώσασθαι.

Εὐλογητός εἰ Κύριε, δίδαξόν μέ τόν Μάρτυρα δοξᾶσαι.

Λίαν θερμῶς, ἐν σταδίω ἔδραμεν, ὁ θεοσοφός Παντελεήμων, καί βασάνων οἰκισμούς, ὑπομείνας γενναίως, ὥσπερ ἀετός πρός Χριστόν ἐπέτασεν, Ὄν ἀεί αἰτεῖται σωθῆναι ἅπαντας.

Εὐλογητός εἰ Κύριε, δίδαξόν μέ τόν Ιατρόν νῦν ἆσαι.

Μυριπνόους ἀκτίνας, ἰαμάτων ἐκπέμπει, σου ἡ πάνσεπτος κάρα, καί παρέχει τοῖς τυφλοῖς, τήν υγείαν κατ’ ἄμφω’ ὅθεν καί ἡμεῖς πιστῶς ἐκβοῷμέν σοι, ἰατρός Παντελεῆμον γενοῦ τοῖς δούλοις σου.

Δόξα Πατρί καί Υἱῶ…

Τήν Ἁγίαν Τριάδα, προσκυνήσωμεν πάντες, οι πιστοί ὁμοφρόνως, σύν Υἱῶ τόν Πατέρα, καί τό Ἅγιον Πνεῦμα, σύν τοῖς Σεραφείμ τόν ὕμνον προσάδοντες• Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Κύριε.

Καί νῦν…

Τήν Ἁγίαν Παρθένον, ευφημήσωμεν πάντες, οι πιστοί κατά χρέος, τήν τεκοῦσαν ἐν σαρκί, τόν Θεόν καί Σωτήρα, ὄν ὑπέρ ἡμῶν οὐ παύει πρεσβεύουσα, λυτρωθῆναι κινδύνων καί περιστάσεων.

Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια, δόξα σοι ὁ Θεός, (τρίς).

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.