Από το νέο βιβλίο της Ιεράς Μονής Οσίου Δαυίδ: «Ένας σύγχρονος Άγιος ~ Ο Όσιος Ιάκωβος (Τσαλίκης)».

Ήταν παιδιά μου, με συγχωρείτε, μία Γερόντισσα, απ’ την Πορταριά αν έχετε υπόψη σας, απ’ το Μοναστήρι της Πορταριάς. Κι η Γερόντισσα αυτή πριν ένα χρόνο είχε πάει στο Λονδίνο, για να κάνει μια σοβαρή εγχείρηση, ξέρει ο κύριος γιατρός εδώ. Πρώτα όμως έγραψε γράμμα στον Άγιο στο Μοναστήρι, και κάναμε παράκληση και Θεία Λειτουργία.

Και, ω του θαύματος! Η γυναίκα αυτή είχε κάτι που της κάνανε εγχείρηση αλλά δεν είχε αυτό που έπρεπε να έχει, το σοβαρό. Είχε, με συγχωρείτε, κάτι, δύο όγκους είχε η γυναίκα στο σώμα της χαμηλά. Πέρασαν όμως πρώτα από τον Άγιο. Και λέει τώρα η Γερόντισσα αυτή:

– Πάτερ μου, πιστεύω στον Όσιο Δαυίδ και στις ευχές σας Γέροντα. Πάτερ μου, λέει να κάνεις εσύ προσευχή και δεν θα’ χω τίποτα. Αν πεθάνω όμως, πάτερ μου, να μου κάνεις αυτά τα διατεταγμένα, λέει, αυτά τα ονόματα και το σαρανταλείτουργο και εγώ, ότι έχω να σας προσφέρω.

– Γερόντισσά μου, εγώ δε θέλω τίποτα, μου αρκεί η πίστη σας και η ευσέβειά σας, της λέω.

– Χριστέ μου, Παναγία μου και Όσιε μου Δαυίδ, προτού την δει ο χειρούργος, πήγαινε εσύ κάντην μία, με συγχωρείτε, μία τομή εκεί πέρα με το χέρι σου, πάρε αυτά τα ογκίδια και δώσε της την υγεία της.

Και ω του θαύματος, αυτό έγινε! Φύγανε, μαζί με το γιατρό τον κ. Νίκο, πήγαν στη Θεσσαλονίκη και η Γερόντισσα η Μακρίνα δεν είχε τίποτα. Και μάλιστα έγινε τελείως καλά!

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεοφόρον ἀσκητὴν τοῦ Ὑψίστου, τὸν ἐν Εὐβοίᾳ ἐν τοῖς χρόνοις τοῖς νέοις, ἀναδειχθέντα εἴπωμεν ἐκ βάθους ψυχῆς,ἅγιε Ἰάκωβε μοναστῶν ποδηγέτα,πάσης περιστάσεως τὴν ἁγίαν Μονήν σου,καὶ τοὺς οἰκοῦντας πάντας ἐν αὐτῇ,ταῖς σαῖς πρεσβείαις,ἀεὶ διαφύλαττε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν,ἕως νῦν ἐλευθέρους;οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·σοὺς γὰρ δούλους σῴζεις,ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχὶς
«Πάτερ Ἰάκωβε δός μοι σὴν βοήθειαν. Ἰωήλ»

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παράσχου τὴν χάριν σου ἀφειδῶς,Ἰάκωβε πάτερ,τοῖς προστρέχουσιν εὐλαβῶς,τῇ θείᾳ Μονῇ σου ἐν Εὐβοίᾳ,καὶ προσκυνοῦσιν τὸν τάφον σου ἅγιε.

Ἀνύσας τὸν βίον ἀσκητικῶς,μετὰ τῶν ὁσίων,ἠριθμήθης ἐν οὐρανῷ,διὸ ταῖς ὀξείαις σου πρεσβείαις,τοῖς ἀλγουμένοις τὴν ἴασιν χἀρισαι.

Τὰ πάθη νικήσας ἐπὶ τῆς γῆς,ἐκτήσω θεόφρον,παῤῥησίαν ἐν οὐρανοῖς,διὸ τοὺς ἱκέτας σου ἐκ βλάβης,τοῦ πονηροῦ περιφρούρει Ἰάκωβε.

Θεοτοκίον
Ἐλπὶς ὀρθοδόξων χριστιανῶν,ὑπάρχουσα Μῆτερ,μὴ ἐλλείπῃς διηνεκῶς,τοὺς λύκους αἱρέσεων ποικίλων, διασκεδάζουσα θείᾳ δυνάμει σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπαρὰς ἁμαρτίας,καὶ τὰ πολλὰ σφάλματα,ἅπερ καθ’ ἑκάστην ἡμέραν,ποιῶ ὡς ἄσωτος,πάτερ Ἰάκωβε,ἱκετηρίαις σου τάχει,πρὸς Χριστὸν διόρθωσον,ἀειμακάριστε.

Ἰατρὸς δαιμονώντων,ἀναδειχθεὶς ἅγιε,ὥς ποτε ἐῤῥύσω τὸν νέον,ἐκ τοῦ ἀλάστορος·διὸ βοήθησον,τοὺς σὲ ὑμνοῦντας ἐνθέρμως,
ὅπως κατασπάσωσιν,ἐχθροῦ τοξεύματα.

Ἀπὸ πάσης ἀνάγκης,καὶ πειρασμῶν λύτρωσαι,τοὺς ἐνασκουμένους πατέρας,ποτὲ συνόντας σοι,τῆς θείας μάνδρας σου,ἐν τῇ Εὐβοίᾳ θεόφρον,σὺ γὰρ ὤφθης ἅγιε,αὐτῶν τὸ στήριγμα.

Θεοτοκίον
Κραταιὰ προστασία,καὶ ἀρωγὸς ἕτοιμος,τῶν καταφευγόντων μερόπων,τῇ θείᾳ σκέπῃ σου,Παρθένε φάνηθι,σὺ γὰρ φιλόστοργος μήτηρ, καὶ τροφὸς καὶ στήριγμα,ἁπάντων γέγονας.

Διάσωσον,ἀπὸ κινδύνων Ἰάκωβε θανασίμων,καὶ ἀνιάτων ἀσθενειῶν καὶ κακώσεων,τοὺς ἀνυμνοῦντας τὴν μνήμην σου θεοφόρε.

Ἐπίβλεψον,ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἡ Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὑπὲρ τῆς Μονῆς,τῆς σῆς θεομακάριστε,πρεσβεύειν αεί,Χριστῷ τῷ Παντοκράτορι,μὴ παύσῃ ἱκεσίαις σου,ὡς ἡγούμενος ταύτης Ἰάκωβε, καὶ ποδηγὸς σοφὸς τῶν μοναστῶν,τῶν πόθῳ τιμώντων τὴν μνήμην σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὥσπερ φύλαξ ἀήττητος,τοῦ ἀντικειμένου τὰ ἐνοχλήματα,διασκέδασον πρεσβείαις σου,ἀπὸ τῶν αἰτούντων σου βοήθειαν.

Βοηθὸς ἐν ταῖς θλίψεσι,τῶν ἀσθενειῶν μου γενοῦ Ἰάκωβε,σὺ γὰρ ἔχεις ἀνεπαίσχυντον,πάτερ παῤῥησίαν πρὸς τὸν Κύριον.

Ἐπομβρίαις χαρίτων σου,τῆς ψυχῆς φοβίας πάτερ Ἰάκωβε,μετασκεύασον δεόμεθα,πρὸς χαρὰν ἁπάντων τῶν αἰνούντων σε.

Θεοτοκίον
Δός μοι χάριν καὶ δύναμιν,ὅπως διαπλεύσω τὸ μέγα πέλαγος,Ἀειπάρθενε τοῦ βίου μου,καὶ εἰς πλάτος φθάσω παραδείσιον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλος τῷ Θεῷ,ἐκ παιδὸς ἀνατιθέμενος,τὴν νεότητα ὁδήγει ἀσφαλῶς,πρὸς τὴν τρίβον τοῦ Σωτῆρος ἀξιάγαστε.

Σώματος ἡμῶν,καὶ ψυχῆς τὰ ἀῤῥωστήματα,ἱκετεύομεν εὐχαῖς σου ἱεραῖς,ἰαθῆναι θεοκίνητε Ἰάκωβε.

Μνήσθητι ἡμῶν,τῶν σῶν φίλων ὦ Ἰάκωβε,καὶ παράσχου τὴν εἰρήνην λογισμῶν,τοῦ νοὸς ταῖς ἱκεσίαις σου πρὸς Κύριον.

Θεοτοκίον
Ὁ πανσθενουργός,καὶ Δεσπότης πάσης κτίσεως,τὴν σὴν δέησιν ἀκούει εὐμενῶς·διὸ ζήτει ὑπὲρ πάντων τὰ σωτήρια.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσας,προσευχαῖς σου ἅγιε,ἐπιτόκων γυναικῶν ἀσθενείας,καὶ ἐκ καρκίνου βαρέως ἐῤῥύσω,πολλοὺς ἀνθρώπους παμμάκαρ Ἰάκωβε· διὸ μὴ παύσῃ καὶ ἡμῶν,θεραπεύων ψυχῆς τὰ οἰδήματα.

Σοφίᾳ,τῇ ἱερᾷ κεκόσμησαι,ὁδηγήσας μοναζόντων χορείαν,πρὸς βιοτὴν τὴν λιτὴν καὶ ὁσίαν,καὶ ἀγαπήσας Χριστοῦ τὴν ταπείνωσιν·
διὸ κατάστειλον ταχύ,τοῦ νοός μου τὸν τύφον Ἰάκωβε.

Ἡδύτητα,σαρκικὴν ἀπέκρουσας,ἐγκρατείᾳ καὶ νηστείᾳ θεόφρον,καὶ ταῖς πυκναῖς προσευχαῖς σου ἀνῆλθες,εἰς κορυφὴν τῆς θεώσεως ἅγιε,
πρὸς ἣν κατεύθυνον ἡμᾶς,τοὺς φιλοῦντάς σε πάτερ Ἰάκωβε.

Θεοτοκίον
Νῦν Πάναγνε,Θεοτόκε Δέσποινα,ἱκετεύοντες οἱ δοῦλοί σου πάντες,τῶν στυγερῶν καὶ ἀτέγκτων δαιμόνων,τὴν κακουργίαν ταχέως διάλυσον·σὺ γὰρ τὴν κάραν τοῦ ἐχθροῦ,τῷ σῷ τόκῳ συνέτριψας τέλεον.

Διάσωσον,ἀπὸ κινδύνων Ἰάκωβε θανασίμων,καὶ ἀνιάτων ἀσθενειῶν καὶ κακώσεων,τοὺς ἀνυμνοῦντας τὴν μνήμην σου θεοφόρε.

Ἐπίβλεψον,ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἱερεὺς τοῦ Χριστοῦ ἐννομώτατος,καὶ ἀσκητὴς περιάκουστος ἅγιε,Μονὴν τὴν ἁγίαν σου φύλαττε,ἱκετηρίαις σου πάτερ Ἰάκωβε,
Δαυῒδ τοῦ ὁσίου διάδοχε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17 – 23).
Tῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Ἰάκωβε,τῶν μοναζόντων τὸ κλέος,τεῖνον χεῖρα ἅπασι,τοῖς προσερχομένοις τῇ θείᾳ μάνδρᾳ σου,ἐν πολλαῖς θλίψεσι,καὶ ποικίλαις νόσοις,καὶ παντοίοις παραπτώμασι,παρέχων ἴασιν,θάρσος καὶ χαρὰν ἀναφαίρετον,τοὺς δὲ ἐκ βλάβης πάσχοντας,τοῦ ἀντικειμένου θεράπευσον,ἵνα ἀνυμνῶσι,τὴν χάριν σου τὴν ἄμαχον σεμνέ,καὶ ἐγκαρδίως γεραίρωσι,τὰ πολλά σου θαύματα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βαρυνθεὶς ἀνομίαις,πολυφρόντιδος βίου,ὁ δυστυχὴς καὶ πτωχός,ὑψῶ τὰς δύο χεῖρας,ἱκετικῶς παμμάκαρ,πρὸ τῆς θείας εἰκόνος σου, καὶ ἀναμένω τὴν σήν,λαβεῖν ἐπικουρίαν.

Ὁ πολλοὺς τῷ σῷ λόγῳ,καὶ σημείοις ἀῤῥήτοις,ὡς εὐσπλαγχνίας πατήρ,ἐν τῇ ζωῇ στηρίξας,καὶ μετὰ τὴν θανήν σου,θεοφόρε Ἰάκωβε,
κἀμὲ τὸν σὸν ὑμνητήν,ἀνάστησον πεσόντα.

Ἡ μονή σου τυγχάνει,ὸ προπύργιον πάτερ,τῶν εὐσεβῶν κοσμικῶν,καὶ τῶν ἐνδεδυμένων,στολὴν τῶν μοναζόντων,οὓς συντήρει Ἰάκωβε, ἐν καθαρᾷ βιοτῇ,καὶ ὀρθοδόξῳ πίστει.

Θεοτοκίον
Θεοτόκε Παρθένε,ἡ τεκοῦσα ἀσπόρως τὸν πάντων Κύριον,δυσώπησον λιταῖς σου,αὐτὸν ὑπὲρ τῶν δούλων,τῶν ὑμνούντων τὴν χάριν σου, καὶ τὰ πολλά σου Ἁγνή,σημεῖα εὐγνωμόνως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐπισταμένως,τοὺς ἐκζητοῦντας ἐν πόθῳ,παραμύθιον ἐν θλίψεσι παράσχου,Ἰάκωβε Εὐβοίας,ὁ φύλαξ καὶ προστάτης.

Ἴασαι πάτερ,τὴν ἀσθενοῦσαν ψυχήν μου,ἐκ παθῶν ἡδονοφόρων καὶ αἰσχίστων,καὶ βοηθησόν μοι,ποιεῖν τὰ τοῦ Κυρίου.

Ἀπὸ τοῦ τύφου,τῶν πονηρῶν ἐννοιῶν μου,ταῖς λιταῖς σου πρὸς Χριστὸν ἀπάλλαξόν με,καὶ τῇ σῇ προνοίᾳ,πρὸς φῶς ὁδήγησόν με.

Θεοτοκίον
Νεῦσον ἐξ ὕψους,πρὸς τοὺς ἱκέτας σου Μῆτερ,καὶ ὁδήγησον αὐτοὺς πρὸς σωτηρίαν,ἵνα τοῦ Υἱοῦ σου,ἐντάλματα τηρῶσι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν ἐπιθυμοῦμεν,πρόσωπον Κυρίου,ταῖς σαῖς πρεσβείαις παμμάκαρ Ἰάκωβε,σὺ γὰρ οἰκήτωρ ὑπάρχεις,τῆς ἄνω πόλεως.

Ὡς ἔχων παῤῥησίαν,πρέσβευε ἀπαύστως,ὑπὲρ τῆς μάνδρας σου πάτερ Ἰάκωβε,σὺν τῷ Δαυῒδ τῷ ὁσίῳ,Γέροντι πάντιμε.

Θεοτοκίον
Λιμὴν ἀπηλπισμένων,τῶν πιστῶν ἡ βάσις,καὶ στηριγμὸς τῶν πεσόντων ἐν παραπτώμασι,τῇ σῇ ὀξείᾳ δυνάμει,φάνηθι Δέσποινα.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Λιβισίου γόνος λαμπρός,καὶ Εὐβοίας πάσης,ὁ ἀκένωτος θησαυρός,χαίροις κοινοβίου Δαυῒδ τοῦ θεοφόρου,Ἰάκωβε ἡγῆτορ, καὶ μέγας ἔφορος.

Χαίροις ἀῤῥωστούντων θεραπευτής,τῶν πενήτων φίλος,καὶ πενθούντων ἀναψυχή,χαίροις τῶν στενόντων,ταῖς θλίψεσι τοῦ βίου, Ἰάκωβε θεόφρον,τὸ παραμύθιον.

Ὤφθης ἐπ’ ἐσχάτων τῶν ἡμερῶν,ἐν Εὐβοίᾳ πάτερ,τὸ ἀλάβαστρον ἀρετῶν,καὶ χαρίτων θείων,ταμεῖον πεπλησμένον,Ἰάκωβε παρέχον, πιστοῖς τὰ πρόσφορα.

Εἴληφας Ἰάκωβε ἱερέ,τῆς ἱερωσύνης,μέγα δῶρον ἀπὸ Θεοῦ,καὶ πολλοὺς πεσόντας,ἀνέστησας θεόφρον,τῷ θείῳ μυστηρίῳ, ἐξαγορεύσεως.

Γέγονας τὸ στήριγμα μοναχῶν,θεραπεύων τούτων,ἀῤῥωστήματα τῆς ψυχῆς,ὡς καὶ διανοίας,τῆς λογικῆς καθαίρων,σοφαῖς σου συμβουλίαις,πάτερ Ἰάκωβε.

Κόσμημα καὶ καύχημα ἱερόν,πάσης τῆς Ἑλλάδος,ἀνεδείχθης σεμνοπρεπῶς,ταῖς θαυματουργίαις,καὶ διδαχαῖς ἁγίαις,Ἰάκωβε ἀγγέλων, ὁ ὁμοδίαιτος.

Τάφον προσκυνοῦντές σου τὸν σεπτόν,χάριτας ποικίλας,ἀρυόμεθα ἐξ αὐτοῦ,σὺ γὰρ Παρακλήτου,Ἰάκωβε δοχεῖον,τὸ πάγχρυσον ἐφάνης,
θεοχαρίτωτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ Ἀπολυτίκιον ψαλλόμενον πρωτίστως ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ὁσίου Δαυΐδ.

Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν ὁσίων Πατέρων τὰ κατορθώματα,ἐν ἐσχάτοις τοῖς χρόνοις ζηλώσας ἅγιε,ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε,ἐν τῇ μάνδρᾳ τοῦ Δαυΐδ,τοῦ προστάτου σου σεμνέ,ποιμάνας ταύτην ἐνθέως,διὸ σὺν τούτῳ μὴ παύσῃ,ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάτερ διελθὼν τῶν πειρασμῶν,πέλαγος Ἰάκωβε μέγα,ἔφθασας ὅσιε,εἰς μονὰς τῆς χάριτος,τοῦ Παντοκράτορος,διὸ πρόφθασον ἅγιε, δεόμεθα πάντες,παῦσαι ταῖς πρεσβείαις σου,τοῦ πολεμήτορος,δόλον καὶ σπουδὴν καὶ μανίαν,κατὰ τῆς ἁγίας Μονῆς σου, προεστὼς γὰρ ταύτης ἐχρημάτισας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Παρακλητικός Κανών εις τον Πνευματοφόρον Πατέρα ημών Ιακωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Τὧν ἀρετῶν τὴν ϑεοτύπωτον βϊβλον καὶ ἀγωγῆς ἀσκητικῆς τὸν κανόνα, τὸν τῆς μονῆς ἡγούμενον Δαβὶδ τοῦ σεπτοῦν, ἔνϑεον Ἰάκωβον, καταστέψωμεν ὕμνοις καὶ αὐτῷ βοήσωμεν· τοῖς ἱκέταις σου πέμψον ὑψόϑεν δόσεις ϑείων ἀρετῶν καὶ συμπαϑείας τῆς σῆς ὄμβρον ἅπασι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
«Ἰάκωβε, προστάτης μου πέλεις ἔνϑερμος. Χ.»

Ἦχος πλ. δ´.ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.
Ιάκωβε, ὅσιε ἀσκητά, νεόφωτον ἄστρον στερεώματος νοητοῦ τῆς πίστεως, φώτισον ἀκτῖσι τῶν πρεσβειῶν σου κἀμοῦ τὴν σκοτόμαιναν.

Ἀπαύγασμα χάριτος ϑείϊκῆς, Ἰάκωβε νέε, βίου κρείττονος φρυκτωρέ, χαρίτων παντοίων λαμπηδόνας τοὺς σοὶ προσφεύγοντας πίστει ἀνάδειξον.

Κοσμῆτορ Εὐβοίας καὶ τοῦ Δαβὶδ τοῦ ϑείου τῆς μάνδρας καϑηγούμενε ἱερέ, Ἰάκωβε, σὲ τοὺς ἀνυμνοῦντας πνευματικαῖς ἀρεταῖς τάχος κόσμησον.

Ὠς στῦλον ἁπλότητος ἀῤῥαγῆ καὶ ἄσειστον τεῖχος ταπεινώσεως μελιχροῖς, Ἰάκωβε, στέφοντές σε ὕμνοις τὰς πρὸς Θεόν σου πρεσβείαις αἰτούμεϑα.

Θεοτοκίον.
Βαϑμίδας τῆς σώφρονος βιοτῆς ἀξίωσον, Μῆτερ τοῦ Παντάνακτος, ἀνελϑεῖν τοὺς σὲ μεγαλύνοντας ἀπαύστως ὡς χαρμονῆς χοϊκοῦ γένους πρόξενον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐσφόρος ὡς ϑεῖος τοὺς ἐν σκιᾷ στένοντας ἄγχους ζοφεροῦ καὶ πανδείνου ἄλγους ἐφώτισας ἐν ταῖς ἡμέραις ἡμῶν ταῖς δυσχειμέροις, πατέρων ϑεοφόρων κλέϊσμα, μάκαρ Ἰάκωβε.

Πειρασμοὺς ἀνυποίστους τῇ τοῦ Θεοῦ χάριτι, πάτερ, ὑπομένων εἰς τέλος ὥφϑης ἰσάγγελος καὶ τῷ Κυρίῳ συνὼν νῦν ἐκδυσώπει εἰρήνην δοῦναι σὲ τοῖς μέλπουσιν ὕμνοις, Ἰάκωβε.

‘Ρῶσιν δίδου καὶ χάριν τοῖς εὐλαβῶς σπεύδουσι σοὶ ὡς εἰς πολύῤῥυτον κρήνην ξένων, Ἰάκωβε, ϑαυμάτων πλείστων πηγὴν καὶ ἀκεσώδυνον φρέαρ ἰαμάτων, ὅσιε, κόσμου προσφύγιον.

Θεοτοκίον.
Ὀμιχλώδεις ἐννοίας καὶ λογισμοὺς κάϑαρον, ἄσπιλε, ἁγία Παρϑένε, τοὺς τυραννοῦντάς με, ἵνα ὑμνῶ σε ἀεὶ καὶ καϑαρᾷ διανοίᾳ ἀνυμνῶ τὴν ἄγρυπνον κηδεμονίαν σου.

Διάσωσον ἐκ τῶν παγίδων, Ἰάκωβε, τοῦ δολίου τοὺς ἐν πίστει τῇ πανσϑενεῖ πρεσβείᾳ σου σπεύδοντας, νεότευκτε οἶκε τοῦ Παρακλήτου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ το Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Χαρίτων κρουνὲ ἀείῤῥοε, Ἰάκωβε, ταῖς σαῖς πρὸς Θεὸν πρεσβείαις καταφεύγοντες οἱ πιστοὶ βοῶμέν σοι· ἀρωγῆς σου πότισον νάμασι τὰς ξηρανϑείσας πράξεσιν αἰσχραῖς ψυχὰς τῶν ἀεὶ καταφευγόντων σοι.

ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Σε μεσίτην ϑερμότατον πρὸς τὸν Βασιλέα Θεὸν κατέχομεν, ἄνϑος πίστεως νεόφυτον, τὸ εὐφραῖνον ἅπαντας, Ἰάκωβε.

Τῆς παιδείας τῆς ἄνωθεν καὶ Θεοῦ σοφίας λαμπτήρ, Ἰάκωβε, εὐπαιδεύτους πάντας σόφισον τοῦ ἐπιζητεῖν τὰ διαμένοντα.

Ἀπερίτρεπτον ἔρεισμα τῶν χειμαζομένων ὀφϑείς, Ἰάκωβε, συμπαϑείας ῥάβδος πάντοτε τῶν σῶν ἱκετῶν γενοῦ καὶ στήριγμα.

Θεοτοκίον.
Τῆς ψυχῆς μου τοὺς μώλωπας ἔ ἶ καὶ τὰς ἀνιάτους πληγὰς ϑεράπευσον, Θεοτόκε ἀειπάρϑενε, εὖχος Ἰακώβου τιμιώτατον.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἦσχυνας ἐχϑρὸν, προσευχαῖς ταῖς νυχϑημέροις σου καὶ συντόνοις σου καμάτοις· ὅϑεν νῦν βοηϑεῖς ἡμῖν τροπῶσαι πλάνον, ὅσιε.

Σκέπη φωτεινὴ τῆς μονῆς Δαδὶδ τοῦ μάκαρος, περισκέπασον, Ἰάκωβε, ϑερμῶς τοὺς προσφεύγοντας τῇ ϑείᾳ προστασίᾳ σου.

Μἔγαν ἀρωγὸν, σέ, Ἰάκωβε, κεκτήμεϑα ἐν τοῦ βίου τρικυμίαις, στιβαρὲ κυβερνῆτα τῶν ψυχῶν τῶν προσιόντων σοι.

Θεοτοκίον.
Ὂμβρον ϑεϊκὸν πάσῃ κτίσει ἀποστάζουσα ὀμβροτόκος ὡς νεφέλη, Μαριάμ, σωτηρίας κόσμῳ ἄνϑος ἀνεβλάστησας.

ᾨδὴ στ´. Τὴν δέησιν.
‘Υπέρλαμπρον ἄστρον σε κατηύϑυνε, πρὸς τὸ σπήλαιον Δαβὶδ τοῦ ὁσίου ἐν ὁμιχλώδει νυκτὶ τοῦ χειμῶνος μέσῳ δρυμοῦ πυκνοτάτου, Ἰάκωβε, ἡμῖν δεικνύον τοῦ Θεοῦ πρὸς τὴν σὴν βιοτὴν εὐαρέσκειαν.

Περίδοξον Λιδισίου βλάστημα, παιδιόϑεν τῷ Χριστῷ ἐκολλήϑης· διὸ καὶ χάριν ἀπείληφας ϑείαν προσομιλεῖν τοῖς ἁγίοις ἑκάστοτε καὶ ταπεινῶς ὑπὲρ ἡμῶν, σῶν προσφύγων, πρεσόδεύειν, Ἰάκωβε.

Ἐποίμανας ϑεαρέστως σύλλογον τῶν ἀζύγων τοῦ Δαβὶδ τοῦ ὁσίου τῆς μάνδρας, πάτερ Ἰάκωβε, γέρας ἀναδειχϑεὶς τιμαλφὲς διακρίσεως ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς τὸ προλέγειν δυνάμενον μέλλοντα.

Θεοτοκίον.
Λαμπρότατον τοῦ Ὑψίστου σκήνωμα, σκοτασμὸν παϑῶν ἡμῶν πλείστων λῦσον καὶ σωτηρίας ἀνάτειλον ἦμαρ τοῖς ὡς Θεόν σε ἀεὶ μακαρίζουσι μετὰ Θεὸν μελισταγῶς, Θεοτόκε ἁγνή, ἀειπάρϑενε.

Δάσωσον ἐκ τῶν παγίδων, Ἰάκωβε, τοῦ δολίου τοὺς ἐν πίστει τῇ πανσϑενεῖ πρεσβείᾳ σου σπεύδοντας, νεότευκτε οἶκε τοῦ Παρακλήτου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Νεολαμπὲς τῆς Εὐβοίας ἐκπύρσευμα, σημειοφόρε, Ἰάκωβε ὅσιε, ἀπαύστως δυσώπει τὸν Κύριον λυτροῦσϑαι κινδύνων καὶ ϑλίψεων τοὺς πόϑῳ ἀεί σοι προσφεύγοντας.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ ϑάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. στ΄ 17.23).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ὂλος ἐκ νεότητος προσκολληϑεὶς τῷ Κυρίῳ ἀσκητῶν γεγένησαι ϑεοφόρων πρόβολος ἄρτι, ὅσιε, καὶ πιστῶν πρόμαχος ἐν ταῖς μάχαις βίου· ὅϑεν πόϑῳ ἐκβοῶμέν σοι· Κυρίῳ πρέσβευε ῥύεσϑαι ἀπάσης κακώσεως, Ἰάκωβε πανόλβιε, σοὶ τοὺς καϑ᾽ ἑκάστην προστρέχοντας καὶ ἐπιζητοῦντας τὴν ϑείαν σου ὑψόϑεν ἀρωγήν, νεοπαγὲς καταφύγιον εὐσεβῶν καὶ στήριγμα.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
᾿Εραστὴς ἀκτησίας ἄχρι τέλους ὑπάρχων, σοφὲ Ἰάκωβε, ἀφϑάρτου δόξης πλοῦτον, σεμνὲ τροφεῦ πενήτων, ἐθησαύρισας· ὅϑεν σε ἀνευφημοῦντες εὐχῶν σὸν πλοῦτον ἐκζητοῦμεν.

Ἰατρεύειν κατ᾽ ἄμφω πᾶσαν νόσον ὑψόϑεν τὴν χάριν εἴληφας, ἁπλὲ πνευματοφόρε καὶ πρᾶε ποδηγέτα χριστωνύμου πληρώματος, ὡς ἱλαρὸς καὶ γλυκύς, Ἰάκωβε, ϑεράπων.

Εὑμπαϑείας πυξίον, διοράσεως σκεῦος καὶ προοράσεως, Ἰάκωβε, νεφέλη, ἐπόμβρισον ὑψόϑεν ἐφ᾽ ἡμᾶς ταῖς πρεσβείαις σου πρὸς τὸν Δεσπότην Αὐτοῦ τὰ πλούσια ἐλέη.

Θεοτοκίον.
Εὑσεβείας τοῖς ἔργοις τῷ Σωτῆρι τῶν ὅλων καὶ ϑείῳ Τόκῳ σου, Ὑπερευλογημένη, ἁγνή, εὐαρεστῆσαι καταξίωσον ἅπαντας, ὡς ἐν τοῖς χρόνοις ἡμῶν Ἰάκωβος ὁ νέος.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Νεκρώσας μέλη τοῦ χοϊκοῦ σου σαρκίου ἀγρυπνίᾳ καὶ ἄκρᾳ νηστείᾳ ἄγγελος ὡράϑης, Ἰάκωβε, ὡς ἄλλος.

Θαὐμάτων βρύσιν ὡς εἰς πολύῤῥυτον, μάκαρ, σοὶ προστρέχουσι πλήϑη μερόπων τῶν διψώντων νέκταρ ἀντλῆσαι σῆς εὐνοίας.

Εὑῶδες κρίνον τοῦ οὐρανοῦ ἐν τῇ μάνδρᾳ τοῦ Δαβὶδ ὥφϑης πεφυτευμένον τοῦ σεπτοῦ, εὐφραῖνον, Ἰάκωβε, τὸν κόσμον.

Θεοτοκίον.
‘Ρῶσιν πηγάζεις καὶ γλυκασμόν, Θεοτόκε, χαρμονὴ Ἰακώβου τοῦ νέου, σὲ τοῖς ἀνυμνοῦσιν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μονῆς σου τῆς ἁγίας ἣ καὶ τῶν προσιόντων αὐτῇ πιστῶς φύλαξ ἴσϑι, Ἰάκωβε, σῆς ἀῤῥαγοῦς προστασίας ἁπλῶν τὰς πτέρυγας.

Οἱ ἐν τῇ ἐξοδίῳ σοῦ ἀκολουϑίᾳ περιχαρῶς παριστάμενοι, εἶδόν σε ἐπευλογοῦντα τὰ πλήϑη, σεπτὲ Ἰάκωβε.

Σοἱ κράζομεν· μὴ παύσῃ ἐφορῶν τὸ γένος ἡμῶν, ἀζύγων φαιδρότης, Ἰάκωβε, τὸ καταφεῦγον ἐν δίναις τῇ ἀντιλήψει σου.

Θεοτοκίον.
Χαρὰ τοῦ Ἰακώβου ἄῤῥητε καὶ πάντων τῶν φιλοσίων, ϑεόνυμφε Δέσποινα, καταφυγή, λύπης ζόφον ἡμῶν ἀπέλασον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια,
Χαίροις, τῶν ἀγγέλων ὁ μιμητὴς ἡ καὶ Δαβὶδ τοῦ ϑείου τῶν καμάτων ὁ ζηλωτής, χαίροις, ὁ δαιμόνων τὰ στίφη ὥσπερ πλῆϑος σκορπίων δι᾽ εὐχῆς σου στήσας, Ἰάκωβε.

Ὠς ποτε οἱ Μάγοι πρὸς Βηϑλεέμ, ἔσχες ὁδηγόν σου πρὸς τὸ σπήλαιον τοῦ Δαβὶδ τοῦ ὁσίου ἄστρον νυκτὶ ἐν ὁμιχλώδει, Ἰάκωβε, ὁσίων νέων ἀκρώρεια.

Χαίροις, τῆς πτωχείας ὁ ἐραστής, τῆς ἀκτημοσύνης καὶ νηστείας ὁ τηρητής, χαίροις, συμπαϑείας κανὼν καὶ προστασίας ἡμῶν νεφέλη ϑεία, μάκαρ Ἰάκωβε.

Χαίροις, καταγώγιον ἀρετῶν, χαίροις, ἀπαϑείας καὶ συνέσεως ῥοδεών, χαίροις, τοῦ ὁσίου Δαδὶδ τῆς μάνδρας πρῶτε, Ἰάκωβε, ὁσίων τὸ στηλογράφημα.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς σκέπῃ σου τῇ ϑείᾳ τήρει πάντοτε ἀσινεῖς ἐκ τῆς ἐπηρείας τοῦ δυσμενοῦς καὶ σῶσον, Ἰάκωόβε, τοὺς πίστει σὲ μεγαλύνοντας.

Χαίροις, ὁ ἐκλάμψας ἐν τοῖς καιροῖς τοῖς ἐσχάτοις, μάκαρ, ἐν Εὐβοίᾳ σαῖς ἀρεταῖς καὶ Δαδὶδ τοῦ ϑείου σοφῶς μονὴν ποιμάνας, Ἰάκωβε, πυξίον χάριτος ἔμπλεων.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καὶ τὸ ᾿Απολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Διοράσεως ἔκτυπον καὶ σεμνότητος, μονῆς Δαβὶδ τοῦ ὁσίου, ϑαυματουργέ, προεστώς, ὁ ἀρότρῳ γεωργήσας τῆς ἀγάπης σου κεχερσωμένας τοῦ λαοῦ, ϑεοφόρητε, ψυχάς, Ἰάκωβε πάτερ, ἄρτι, μὴ ἐλλίπῃς Χριστῷ πρεσβεύων ὑπὲρ ἡμῶν τῶν σὲ καλούντων πιστῶς.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ἂνϑος τῆς μονήρους βιοτῆς τὸ ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις εὐωδιάσαν πιστοὺς ταῖς ὀδμαῖς σεμνότητος καὶ διοράσεως, μυροβόλε Ἰάκωβε, ὑψόϑεν μὴ παύσῃ ἐποπτεύων ἅπαντας τοὺς σὲ γεραίροντας, πᾶσι δὲ ἀφϑόνως ἐκχέων μῦρον εὐσπλαγχνίας εὐῶδες καὶ ζωῆς ἀλήκτου ϑεῖα νάματα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον.
Μιμητὴν σοῦ βίου, Ἰάκωβε, δεῖξον
Ἰάκωβον, ἐμοῦ καὶ Παρέσης γόνον.

Χαιρετισμοί εις τον Πνευματοφόρον Πατέρα ημών Ιάκωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα
Εγκώμια εις τον Πνευματοφόρον Πατέρα ημών Ιάκωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα
Παρακλητικός Κανών εις τον Όσιον Ιάκωβον τον εν Ευβοία
Ποίημα Αρχιμανδρίτη Νικοδήμου Αεράκη

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τοῦ Ἰακώβου ἀρετάς ἐξυμνοῦντες, τόν χαριτώσαντα αὑτόν Θεόν Λόγον, λατρευτικῶς τιμήσωμεν βοῶντες θερμώς˙ στήριξον ἐν τῆ δυνάμει σου, ἀδελφούς τῆς Μονῆς αὑτοῦ, πᾶσι δε χορήγησον τοῦ Ἀγίου τήν χάριν˙ καί μιμητάς ἀξίωσον ἡμᾶς, ἀναδειχθῆναι, Δαυΐδ σεπτοῦ Γέροντος.

Δόξα. Τό αὑτό. Καί νῦν. Θεοτοκίον.
Τῆ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ενέδραις˙ τῆ μητρική σου σκέπασον ἀγάπη ημάς˙ δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τάς φάλαγγας, παῦσον τάς ὁρμάς παθών, καί δαιμόνων μανίαν˙ σύ γάρ ὑπάρχεις Δέσποινα Ἀγνῇ, Μήτηρ καί σκέπη, καί θεία ἀντίληψις.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καί ἀρχόμεθα τοῦ Κανόνος, οὐ ἡ ακροστιχίς˙
Ὦ ΙΑΚΩΒΕ ΘΕΙΕ ΛΙΤΑΣ ΜΟΥ ΔΕΧΟΥ. ΝΙΚΟΔΗΜΟ(Υ)

ᾨδῇ ἀ’. Ἦχος πλ. δ’’. Ὑγράν διοδεύσας.
Ὡς ὅσιον μέλψωμεν εὐλαβῶς, Ἰάκωβον θεῖον, τῆς Εὐβοίας τόν φρυκτωρόν, τόν ἁγιασθέντα ἐν Κυρίῳ, καί τῶν πιστῶν ἀντιλήπτορα μέγιστον.

Ἱκανῶσον Πνεῦμα πανσθενουργόν, τήν ἐμήν καρδίαν, τοῦ ὑμνήσαι θεοπρεπώς, ζωήν Ἰακώβου τήν ἀγίαν, καί τῶν θαυμάτων αὑτοῦ τήν ἐνέργειαν.

Ἀξίως ἀγάλλεται ἐν Σίων, μετά τῶν Ὁσίων, ὁ Ἰάκωβος ὁ κλεινός, πρεσβεύων απαύστως τῷ Κυρίῳ, τοῦ οἰκτιρήσαι καί σῶσαι τούς κάμνοντας.

Θεοτοκίον.
Καρδίαν καταύγασον τῶν πιστῶς, τιμώντων σόν Τόκον, Θεοτόκε Μῆτερ Θεοῦ, καί ῥῦσαι βουλῆς τοῦ μισανθρώπου, καί τῶν ποικίλων παθῶν Θεονύμφευτε.

ᾨδῇ γ’. Οὐρανίας ἁψῖδος.
Ὡς προστάτην τιμῶμεν, πάντων ἡμῶν ἔνθεον, μέγαν ἀσκητήν τῆς Εὐβοίας, εὐχῆς τε πρότυπον, τό ἐν ἀγάπη θερμή, καί ταπεινώσει τελεία, τῶν πατέρων στέρξαντα τά ἀγωνίσματα.

Βιοτήν ἐμιμήσω, τῶν ἀσκητῶν Ὅσιε, καί τῶν συνειδήσει μαρτύρων, βίαν θεάρεστον˙ διό εἰσῆλθες λαμπρῶς, εἰς τήν Σίων ὦ τρισμάκαρ, τοῖς ὁσίοις ἔνδοξε, συναυλιζόμενος.

Ἐκ καρδίας ἠρνήθης, ζωήν τρεπτήν Ἅγιε, καί τῶν ἐπιγείων ἁπάντων, τήν ματαιότητα, ἀποδεχθείς ἐν χαρά, τόν τῆς ἀσκήσεως βίον˙ διό στέφος εἴληφας, καί δόξαν ἄφθιτον.

Θεοτοκίον.
Θεοτόκε ἐξάρχεις, τῶν μοναχῶν Ἄχραντε, καί εὐλαβεστάτων μητέρων πέλεις τό καύχημα, πάντων πιστῶν ἀληθής, καταφυγή καί προστάτις, καί τῶν ἐν ταῖς θλίψεσι, τό παραμύθιον.

Διάσωσον, ἀπό κινδύνων πρεσβείαις σου πρός τόν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρός Κύριον παρρησίαν.

Στερέωσον, τοῦ ὀρθοδόξους τιμῶντας σε Θεοτόκε, ἐν τῆ πίστει τοῦ σου Υἱοῦ καί βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Τά ἄνω ζητῶν.
Ποθῶν βιοτήν, τῆς χάριτος Ἰάκωβε, ἠρνήθης τῆς γῆς, ἐπίκηρα καί μάταια, θεαρέστως τε ἥγνισας πάντιμε, τήν ζωήν σου άπασαν˙ καθορῶν δε νῦν Χριστόν τόν Θεόν, ἱκέτευε Πάτερ, ὑπέρ πάντων ἡμῶν.

ᾨδῇ δ’. Εἰσακήκοα Κύριε.
Ἐκ καρδίας ἐπόθησας, τήν ἀγγελικήν πολιτείαν Ὅσιε, καί τῆς νήψεως τό δώρημα, καί τῆς ἐγκρατείας τό πολύκαρπον.

Ἰσχύν Κτίστου σου ἔστερξας, καί τήν ἡσυχίαν σεπτέ Ἰάκωβε, καί καρδίας τήν κατάνυξιν, καί τῆς προσευχῆς τό ἀδιάλειπτον.

Εὐσεβεῖς ἐλευθέρωσον, σαῖς λιταῖς πρός Κύριον ὦ Ἰάκωβε, τῶν παγίδων τοῦ ἀλάστορος, καί δεινῶν παθῶν καί περιστάσεων.

Θεοτοκίον.
Λόγον φέρεις ἐν μήτρα σου, τόν Σωτῆρα πάντων Θεόν καί Κύριον, Θεοτόκε παντευλόγητε, καί τάς οὐρανοῦ πύλας ἡνέωξας.

ᾨδῇ ἕ’. Φώτισον ἡμᾶς.
Ἵλεως ἡμῖν, εὐφημοῦσι σε Ἰάκωβε, ταῖς σαῖς εὐχαῖς γενοῦ πρός τόν Ιησούν˙ ἶνα ἀπαύστως ,ποθῶμεν τό θεῖον ἔλεος.

Τέκνον τοῦ Δαυΐδ, πρός ἀγῶνας με καθόπλισον, καί ἀξίωσον Ἰάκωβε κάμε, ἶνα νικήσω, δεινῶν παθῶν τήν ἐπίθεσιν.

Αἵματι ψυχῆς, ἀπορρίψας τόν δερμάτινον, κατηξιώθης φέρειν προπτωτικόν, τῆς ἀφθαρσίας, χιτῶνα σεπτέ Ἰάκωβε.

Θεοτοκίον.
Στῦλος τῶν πιστῶν, καί προπύργιον Πανάμωμε, καί βακτηρία πέλεις ἐν συμφοραῖς, ὡς Μήτηρ οὖσα, τοῦ Λόγου Θεοχαρίτωτε.

ᾨδῇ ζ’. Ὁ Εἱρμός. Τήν δέησιν.
Μακάριε ἐν Χριστῷ ἐβίωσας, καί εἰσῆλθες εἰς ζωήν ὑπέρ λόγον˙ νυ καθορᾷς, τοῦ Κυρίου τήν δόξαν, καί τῶν Ἀγγέλων τήν θείαν λαμπρότητα, ὡς θύτης δε συλλειτουργεῖς, ἐν χορῷ πρεσβυτέρων τρισόλβιε.

Ὁρμώμενος ἐκ τοῦ θείου ἔρωτος, ἐν μονή αφιερώθης ἐμφρόνως, τήν ἀρετήν, τοῦ Δαυΐδ τοῦ ὁσίου, ἐν προσευχή καί ἁγνεία μιμούμενος˙ καί χαίρεις νῦν μετά τοῦ σου, ὁδηγοῦ αἰωνίως Ἰάκωβε.

Ὑμνοῦντες τήν Ἰακώβου ἄσκησιν, ὀρθοδόξων τά φιλάγια πλήθη, καί τήν αὑτοῦ, πολιτείαν ζηλοῦντες, ἐπιποθήσωμεν βίον τῆς χάριτος, καί βασιλείαν οὐρανῶν, τά τοῦ κόσμου τερπνά ἀπαρνούμενοι.

Θεοτοκίον.
Διδάσκεις με ὦ Ἀγνῇ ταπείνωσιν, καί ἀγάπην ἀληθῆ πρός σόν Τόκον, καί ἐκκοπήν, τοῦ θελήματος Μῆτερ, καί τοῦ φρονήματος Θεομακάριστε, καί πᾶσαν ἄλλην ἀρετήν, δι’ ἀσπίλου σου βίου Πανάμωμε.

Διάσωσον, ἀπό κινδύνων πρεσβείαις σου πρός τόν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρός Κύριον παρρησίαν.

Στερέωσον, τούς ὀρθοδόξως τιμῶντας σε Θεοτόκε, ἐν τῆ πίστει τοῦ σου Υἱοῦ καί βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν χριστιανῶν.
Τῆς Εὐβοίας Ἰάκωβε πέλεις τό καύχημα, καί Μονῆς τοῦ Δαυΐδ τό σεπτόν ἐγκαλλώπισμα, ἀσκηθείς πανθαυμαστώς ὡς δοῦλος γνήσιος Χριστού˙ διό εἴληφας ἐν οὐρανῶ, σαββατισμοῦ τήν δωρεάν, καί χαράν υπερκόσμιον˙ σπεῦσον εἰς ἱκεσίαν, ὑπέρ τῶν σε εὐφημούντων, πρός τόν Σωτῆρα Ἰησοῦν, τῶν πιστῶν τό θεῖον πρότυπον.

Καί εὐθύς τό Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχ. Τι ανταποδώσωμεν τῷ Κυρίῳ περί πάντων, ὤν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον.Ἐκ τοῦ κατά Λουκᾶν (στ’ 17-23).
Τῷ καιρῶ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦ ἐπί τόπου πεδινού˙ καί ὄχλος μαθητῶν αὑτοῦ, καί πλῆθος πολύ τοῦ λαοῦ, ἀπό πάσης τῆς Ἰουδαίας, καί Ἱερουσαλήμ, καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἱ ἦλθον ἀκούσαι αὑτοῦ, καί ἰαθῆναι ἀπό τῶν νόσων αυτών˙ καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων, καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αυτού˙ ὅτι δύναμις παρ’ αὑτοῦ ἐξήρχετο, καί ἰᾶτο πάντας. Καί αὑτός ἐπάρας τούς ὀφθαλμούς αὑτοῦ εἰς τούς Μαθητάς αὑτοῦ, έλεγε˙ Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστίν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοι ἐστέ ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καί ὅταν ἀφορίσωσιν ὑμᾶς, καί ὀνειδίσωσι, καί ἐκβάλωσι τό ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῆ ἡμέρα καί σκιρτήσατε˙ ἰδού γάρ ὁ μισθός ὑμῶν πολύς ἐν τῷ οὐρανῶ.

Δόξα.
Ταῖς τοῦ Σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Στίχ. Ἐλεῆμον, ελέησόν με ὁ Θεός, κατά τό μέγα έλεός σου
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε τόν Ἰάκωβον, ἀνευφημήσωμεν ὕμνοις, μοναχῶν τό καύχημα, καί σεπτόν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, νηπτικῶν τό ἐγκαλλώπισμα, πιστῶν ὑπόδειγμα, καί τῶν ἐν Εὐβοίᾳ τό κόσμημα˙ τῆς πίστεως τό ἔρεισμα, καί τῆς ἀρετῆς ακροθίνιον˙ πλοῦτον Ἐκκλησίας, καί κόσμον τῆς μονῆς τῆς τοῦ Δαυΐδ, τῶν ἀθλουμένων ἀγλάϊσμα, πενήτων τό στήριγμα.

Σῶσον ὁ Θεός τόν λαόν Σου…

ᾨδῇ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐνίσχυσον καρδίας, εὐχαῖς σου πρός τόν Λόγον, τῶν προσφευγόντων εἰς σε, Ἰάκωβε θεόφρον, καί Χριστῷ λατρευόντων, καί βοώντων ἐν άσμασιν˙ Ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Χάριν τήν σήν τιμῶμεν, ἤν ἔλαβες πλουσίως, ταπεινωθείς ἀληθῶς, καί γέγονας ἀξίως, διδάσκαλος ἀρρήτων, τοῖς βοῶσι πρός Κύριον˙ Ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Ὁ θύτης τοῦ Κυρίου, στεφάνων ἠξιώθης, καί παραδείσου τρυφής˙ τόν Λόγον ἱκετεύεις, ὑπέρ τῶν ἀληθείᾳ, ἐκβοώντων ἐν Πνεύματι˙ Ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Θεοτοκίον.
Ὑψοῦσιν αἱ παρθένοι, Μαρίαν τήν παρθένον, παρθενικῇ βιοτή, καί ψάλλουσιν ἀπαύστως, ὁμοῦ τῷ ταύτης Τόκῳ, τῷ τά πάντα ποιήσαντι˙ Ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

ᾨδῇ ἡ’. Τόν Βασιλέα.
Νενεκρωμένας, ἐκ τῶν παθών τάς καρδίας, σαῖς πρεσβείαις ἀνάστησον Πάτερ, τοῦ ὑμνεῖν ἀπαύστως, Χριστόν εἰς τούς αἰῶνας.

Ἰσχύϊ Λόγου, κατανικήσας Βελίαρ, διά βίου Ἰάκωβος μέλπει, τόν Χριστόν ὡς Κτίστην, εἰς πάντας τούς αἰῶνας.

Κατηξιώθη, ἀγγελικῆς πολιτείας, καί ὁσίων Ἰάκωβος δόξης, τοῦ ὑμνεῖν απαύστως, Χριστόν εἰς τούς αἰῶνας.

Θεοτοκίον.
Ὁμολογοῦμεν, οἱ γηγενεῖς τήν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὐ τήν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.

ᾨδῇ θ’. Κυρίως Θεοτόκον.
Δός πᾶσιν τήν σήν χάριν, Ἰάκωβε θεῖε, μέγα Εὐβοίας προστάτα, ποιμήν θαυμαστέ, ἶνα ὀδόν πορευθῶμεν, τήν πρός τόν Κύριον.

Ἡδέως ἀπηρνήθης, κόσμον θεοφόρε, καί ἐπιγείων ἡδέα, καί πάντα φθαρτά, καί ἠξιώθης τῆς ἄνω, τρυφῆς Ἰάκωβε.

Μακάριος ἐγένου, Ἰάκωβε πάτερ, ἀκολουθῶν τοῖς πατράσιν, ἐν βία πολλή˙ διό κλεινέ ἐκοσμήθης, θεόθεν στέφεσιν.

Θεοτοκίον
Ὁ Λόγος ὑπέρ λόγον, ἐκ σου εσαρκώθη, ἶνα λυτρώσηται πάντας, δεσμῶν τῶν παθών, καί ἐξαρπάσῃ Παρθένε, χειρός τοῦ Δράκοντος.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις τῆς Εὐβοίας ὁ φρυκτωρός, καί τῶν μοναζόντων, θεοδώρητος ὁδηγός, Ἰάκωβε θεῖε, Μονῆς Δαυΐδ ὁ κόσμος, τῆς Ἐκκλησίας κλέος, πιστῶν δε καύχημα.

Χαίροις ἀσκουμένων ἡ καλλονή, καί τῶν ἀσθενούντων ἀντιλήπτωρ καί ἀρωγός, δαιμονιζομένων πανίσχυρος θεράπων, Ἰάκωβε παμμάκαρ, Ἀγγέλων σύσκηνε.

Δεῦτε νῦν τιμήσωμεν εὐλαβῶς, Ἰάκωβον ὕμνοις, τῆς Εὐβοίας τόν φρυκτωρόν, τῆς Μονῆς τό κλέος, Δαυΐδ ὁσιωτάτου, κρήνην τῶν ἰαμάτων, τήν θεοδώρητον.

Κλέος μοναζόντων καί ὁδηγός, Ἰάκωβε πέλεις, καί προστάτης καί ἀρωγός, πάντων τῶν πενήτων, καί τῶν χειμαζομένων, τῶν ἀγωνιζομένων, λαμπρόν ὑπόδειγμα.

Τόν τῆς κατανύξεως ἐραστήν, καί τῆς Βασιλείας, θεοτίμητον βιαστήν, τῆς τε ἀγρυπνίας, καί νήψεως τό θαῦμα, Ἰάκωβον ἐκ πόθου, ἐγκωμιάσωμεν.

Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, Ἰάκωβον θεῖον, οἱ ποθοῦντες τῆς οὐρανοῦ, τρυφῆς ἀπολαύσαι, πιστῶς ἀγωνισθέντες, μιμούμενοι τόν τούτου, βίον πανάρετον.

Χαίροις μυστολέκτα θεοπτιῶν, Ἰάκωβε θεῖε, τῶν Ἀγγέλων συλλειτουργέ, χαίροις κρήνη θεία, δακρύων γλυκυτάτων, καί νήψεως καρδία, εὐωδιάζουσα.

Ἠγρύπνεις σπηλαίῳ ἐν προσευχαῖς, νηστεύων ἐν πᾶσι, διηκόνεις ἐν τῷ ἀγρῶ, ἀνέπαυες πᾶσαν, ψυχήν μετανοοῦσαν, πάντων δε εμερίμνας, ἐν ζήλῳ Ὅσιε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καί τό Ἀπολυτίκιον. Ἦχος πλ. ἀ’. Τόν συνάναρχον Λόγον.
Λιβισίου τόν γόνον, καί μέγα καύχημα, ἔνθεον δῶρον Εὐβοίας, ἐν τῆ μονή τοῦ Δαυΐδ, ἀνυμνήσωμεν σεπτῶς, κλεινόν Ιάκωβον˙ ὅτι βιώσας ἐν Χριστῷ καί ἀσκηθείς πανθαυμαστῶς, ἐστέφθη ὑπό Κυρίου, καί πρεσβεύει ἀδιαλείπτως, ὑπέρ τῶν πίστει εὐφημούντων αὑτόν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό ἐξῇς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τόν Ἰάκωβον πιστοί, τόν καθηγητήν μοναζόντων, εγκωμιάσωμεν˙ οὗτος γάρ ἐνίκησε, τοῦ κόσμου φρόνημα, καί Μονήν ἀνεκαίνισε, τῆ θεία δυνάμει, πάντας δε ἐδίδαξε βίον θεάρεστον˙ ὅθεν ἐστεμμένος εἰσῆλθε, χαίρων εἰς Σίων τήν Ἀγίαν, καθορῶν Χριστοῦ τό φώς τό ἄκτιστον.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρον Πατέρα Ημών Ιάκωβον τον εν τη Ιερά Μονή Οσίου Δαβίδ του «Γερόντος» εν Ευβοία Ασκήσει και Αρετή Εκλάψαντα
Ποίημα Δημητρίου Έκδοσις Ιερού Ναού Απ. Ανδρέου Χαράκη Λεμεσού

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὁσιακῶς καὶ θεαρέστως βιώσας καὶ ἐκ παιδὸς προσκολληθεὶς τῷ Κυρίῳ, σὺ ἐπ’ ἐσχάτων ἔλαμψας Ἰάκωβε· ἔργοις σου ἐδόξασας τὸν Θεὸν καὶ ἀσκήσει πᾶσαν ἀρετήν, σοφέ, φιλοτίμως ἐκτήσω· διὸ τοὺς σὲ τιμῶντας ἐκ ψυχῆς, σῷζε κινδύνων καὶ πάσης κακώσεως.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτόκιον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὁ κανὼν τοῦ Ἁγίου.

ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Παθῶν μου τὸ σκότος καὶ τὴν ἀχλύν, πᾶσαν ἁμαρτίαν καὶ κακίαν φθοροποιόν, Ἰάκωβε Πάτερ θεοφόρε, ταῖς σαῖς πρεσβείαις ἐν τάχει ἀπέλασον.

Θεράπευσον Πάτερ ὀδυνηρὰς νόσους καὶ κακώσεις καὶ ἀπάλλαξον συμφορῶν, Ἰάκωβε θεῖε, ταῖς λιταῖς σου τοὺς ἐν ψυχῇ ταπεινῇ σοὶ προσφεύγοντας.

Θαυμάτων τὴν χάριν παρὰ Θεοῦ ἀπείληφας, Πάτερ, ὡς λατρεύσας τούτῳ πιστῶς· διὸ καὶ παρέχεις τὰς ἰάσεις τοῖς δεομένοις καὶ σὲ ἱκετεύουσι.

Θεοτοκίον.
Πανάμωμε Κόρη, σκέπην τὴν σὴν καὶ τὴν προστασίαν μὴ μακρύνῃς νῦν ἀφ’ ἡμῶν, τῶν ἐν ἀπογνώσει σοὶ βοώντων, Ἁγνὴ Παρθένε, τοὺς δούλους σου λύτρωσαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ παντοίων κινδύνων καὶ πειρασμῶν, Ὅσιε, τοὺς προσκαλουμένους σε σῷζε τῇ μεσιτείᾳ σου καὶ ἐν εἰρήνῃ αὐτοὺς καὶ ἡσυχίᾳ τὸν βίον διανύειν πάντοτε δίδου, Ἰάκωβε.

Ἐπισκέψεων θείων καὶ θαυμαστῶν, ἔνδοξε, σὺ παρὰ Θεοῦ ἠξιώθης καὶ γὰρ ἐδόξασας τῇ πολιτείᾳ σου τῇ θεαρέστῳ, παμμάκαρ, τὸν Θεόν, Ἰάκωβε, ὃς νῦν δοξάζει σε.

Ἀνατείλας ἐν κόσμῳ ὥσπερ ἀστὴρ ἔξοχος, πάντας καταυγάζεις ἀκτῖσι ταῖς τῶν θαυμάτων σου ἐν τοῖς ἐσχάτοις καιροῖς καὶ ὁδηγεῖς καὶ ἰθύνεις τοὺς πιστῶς προστρέχοντας, Πάτερ, τῇ αἴγλῃ σου.

Θεοτοκίον.
Τῶν χαρίτων τῶν θείων, Μῆτερ Θεοῦ, ἔμπλεως ὄντως γενομένη χορήγει πᾶσι βοήθειαν, τοῖς σοὶ προσφεύγουσι καὶ αἰτουμένοις, Παρθένε, σοῦ Υἱοῦ τὸ ἔλεος καὶ τὴν συμπάθειαν.

Περίσῳζε ταῖς σαῖς λιταῖς ἐκ κινδύνων καὶ νοσημάτων τοὺς ἐν πίστει θερμῇ πρὸς σὲ ἀεὶ καταφεύγοντας, Ἰάκωβε Πάτερ, καὶ σε τιμῶντας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε, Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Ὡς ἔχων πολλὴν παρρησίαν πρὸς Κύριον, δυσώπει αὐτὸν συγχώρησιν παρέχεσθαι ἡμῖν ἁμαρτάνουσι, θεοφόρε Ἰάκωβε, πρόφθασον, σέ γάρ ἐν δάκρυσι καὶ στεναγμοῖς, ὡς θεῖον Πατέρα ἱκετεύομεν.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Πειρατήρια, Ἅγιε, καὶ δοκιμασίας μου ἀπομάκρυνον, οἷσπερ φθόνῳ ὁ μισόκαλος πάντοτε πειρᾶται ἀφαρπάσαι με.

Περισκέπων, Ἰάκωβε, τὴν Μονὴν Ὁσίου Δαβίδ τοῦ Γέροντος, μὴ ἐλλείπῃς παρεχόμενος εὐλογίαν σὴν πᾶσι μονάζουσι.

Δαιμονῶντας διέσωσας ἐκ κυριαρχίας καὶ πλάνης δαίμονος, σαῖς εὐχαῖς καὶ ἐπικλήσεσι ταῖς πρὸς τὸν Σωτῆρα, ὦ Ἰάκωβε.

Θεοτοκίον.
Σὴν βοήθειαν, Ἄχραντε, καὶ σὴν προστασίαν ἐμοὶ κατάπεμψον, καταστέλλουσα τὸν τάραχον τῶν πολλῶν παθῶν μου, Παναμώμητε.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Δώρησαι ἡμῖν τοῖς θερμῶς σε ἱκετεύουσι, Πάτερ Ὅσιε, καρδίας συντριβήν, ὡς καρποὺς τῆς μετανοίας κομισώμεθα.

Φώτισον ἡμῶν τὴν ψυχὴν καὶ τὴν διάνοιαν τῇ πρεσβείᾳ σου πρὸς Κύριον, σοφέ, καὶ ὁδὸν τῶν ἐντολῶν βαδίζειν ἴθυνον.

Σπεῦσον πρὸς φωνὰς ἱκετῶν σου, ὦ Ἰάκωβε, καὶ παράσχου τὰ αἰτήματα αὐτοῖς, σὲ γὰρ ἔχομεν πιστοὶ πρέσβυν ἀκοίμητον.

Θεοτοκίον.
Πρόσδεξαι ἡμῶν τὰς δεήσεις καὶ τὴν ὕμνησιν, ταπεινῶς προσαγομένας σοι, Ἁγνή, σὺ γὰρ πέλεις ἡμῶν τεῖχος καὶ ἀσφάλεια.

ᾨδὴ στ’. Τὴν δέησιν.
Κατέχων ταῖς χερσί, θεόσοφε, τὴν Δαβίδ τοῦ θείου Γέροντος κάραν, πανευλαβῶς τὰς ἰάσεις παρεῖχες τοῖς δεομένοις πιστοῖς καὶ ἀνέτρεπες πνευμάτων πάντων πονηρῶν μεθοδείας, Ἰάκωβε, χάριτι.

Παννύχοις ταῖς προσευχαῖς καὶ στάσεσιν ἐν σπηλαίῳ τῷ Θεῷ προσωμίλεις· σὲ δὲ ἀστὴρ κατεφώτιζε θεῖος καὶ τὴν ὁδὸν ἐμφανῶς σοι ἐδείκνυε· διὸ Ἰάκωβε κλεινέ, καὶ ἡμᾶς φωτισθῆναι ἱκέτευε.

Ὑπήνεγκας ἐν ζωῇ, μακάριε, νοσημάτων τὰς πικρὰς ἀλγηδόνας· ἀλλ’ ἐκαρτέρησας ὥσπερ ἀδάμας, μετὰ χαρᾶς ὑπομείνας τοὺς σκόλοπας· διὸ ὡς δόκιμος χρυσὸς ταῖς βασάνοις ἐξέλαμψας, Ὅσιε.

Θεοτοκίον.
Κατάστειλον τῶν παθῶν μου τὸν σάλον καὶ ψυχῆς μου ταραχὴν καὶ ὀδύνην, καὶ πειρασμῶν διασκέδασον νέφος καὶ ἐκ δαιμόνων ὀχλήσεως λύτρωσαι· σὺ πρόφθασον, Μῆτερ Θεοῦ, καὶ διάσωσον πρὶν ἀπολέσθαι με.

Περίσῳζε ταῖς σαῖς λιταῖς ἐκ κινδύνων καὶ νοσημάτων τοὺς ἐν πίστει θερμῇ πρὸς σὲ ἀεὶ καταφεύγοντας, Ἰάκωβε Πάτερ, καὶ σε τιμῶντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Σὲ τὸν Εὐβοίᾳ ἀσκήσει ἐκλάμψαντα, τὸ Ἐκκλησίας Χριστοῦ ἄνθος εὔοσμον, ᾠδαῖς τῶν ᾀσμάτων δοξάζομεν καὶ ἱκετεύομεν νόσων καὶ θλίψεων ἡμᾶς σῷζε, θεῖε Ἰάκωβε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδείς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν· ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Προσόμοιον.
Στίχ. Ἐλέησον με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…
Ἦχος πλ.β’. Ὅλην ἀποθέμενοι.
Ἄδυτον φωστῆρά σε ἐκ τῆς Ἑῴας φανέντα, ἐν Εὐβοίᾳ λάμψαντα καὶ καταγλαΐσαντα τὴν ὑφήλιον, οἱ πιστοί, Ὅσιε, ὕμνοις ἐγκωμίων καταστέφομεν αἰτούμενοι, σὴν χάριν δώρησαι καὶ ἐκ περιστάσεων λύτρωσαι, τὰς θλίψεις καὶ νοσήματα τῶν σῶν ἱκετῶν ἀποδίωξον, ῥῶσίν τε παράσχου, Ἰάκωβε, ὡς φίλος τοῦ Χριστοῦ, τοῖς εὐλαβῶς εἰς τὸν τάφον σου προσιοῦσιν, ἔνδοξε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μιμητὴς τῶν Ὁσίων ἐχρημάτισας, Πάτερ, ἀπὸ σπαργάνων τῶν σῶν· καὶ γάρ ἐν ἐξορίᾳ, ἀσκήσει καὶ πτωχείᾳ τὸν σὸν βίον διήνυσας, εὐχαριστῶν τῷ Θεῷ, Ἰάκωβε τρισμάκαρ.

Προσευχῇ καὶ νηστείᾳ σὴν ψυχὴν ἀπεκάθηρας καὶ ἐλάμπρυνας· συντόνῳ δ’ ἀγρυπνίᾳ Θεῷ εὐαρεστήσας παρ’ αὐτοῦ νῦν ἀπείληφας τὸ στέφος ὡς νικητής, Ἰάκωβε θεόφρον.

Τῷ Θεῷ ἐλειτούργεις καὶ θυσίαν προσέφερες τὴν ἀναίμακτον· Ἀγγέλους καὶ Ἁγίους παρόντας κατοπτεύων, οἷς προφρόνως συνέψαλλες· ὁ τῶν Πατέρων Θεός, εὐλογημένος πέλεις.

Θεοτοκίον.
Τὴν σὴν χάριν, Παρθένε, τοῖς πιστῶς αἰτουμένοις καὶ τὴν ἀντίληψιν ἀπόστειλον καὶ σῶσον αὐτοὺς ἐκ τῶν κινδύνων, τῶν κακῶν καὶ τῶν θλίψεων, καὶ δέξαι νῦν παρ’ αὐτῶν τοὺς ὕμνους εὐχαρίστως.

ᾨδὴ η’. Τὸν Βασιλέα.
Σκέπε καὶ σῷζε τῇ πατρικῇ σου μερίμνῃ τοὺς πιστῶς σοι προστρέχοντας, Πάτερ, κατευθύνων τούτους πρὸς τρίβους σωτηρίας.

Φρούρει, ὦ Πάτερ, καὶ πατρικῶς ἐπισκόπει σὴν Μονὴν Δαβὶδ τοῦ Γέροντος παρέχων θείαν εὐλογίαν τοῖς ἐν αὐτῇ βιοῦσι.

Δίδου ἀπαύστως τὴν συμπαθῆ ἀρωγήν σου πάσαις χήραις, ὀρφανοῖς καὶ ἐνδεέσιν· οἶδας γὰρ φροντίζειν τῶν σοὶ προσερχομένων.

Θεοτοκίον.
Λύτρωσαι, Κόρη, τὴν παναθλίαν ψυχήν μου, χορηγοῦσα μοι ὄμβρους δακρύων, ὅπως ἀποπλύνω τὸν ῥύπον τῶν παθῶν μου.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Κακώσεως καὶ βλάβης ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, θεῖε Πάτερ Ἰάκωβε, ῥύου τὴν ποίμνην σου ταύτην τὴν σὲ γεραίρουσαν.

Φωστὴρ τῶν μοναζόντων ἐν καιροῖς ἐσχάτοις σὺ ἀπλανὴς ἀνεδείχθης, Ἰάκωβε, τὰς πρὸς Θεὸν ἀναβάσεις τούτοις δεικνύμενος.

Ὁσίοις ἠριθμήθης, σὺν αὐτοῖς χορεύων καὶ ἀνυμνῶν τὴν Τριάδα τὴν ἄναρχον· ἀεὶ ἱκέτευε ταύτην ὑπὲρ τῶν τέκνων σου.

Θεοτοκίον.
Δοξάζομέν σε, Κόρη, τὴν Θεοῦ Μητέρα, τὴν τὸ ἀνθρώπινον γένος δοξάσασαν· τῷ σῷ γὰρ τόκῳ οἱ πάντες ζωῆς ἐτύχομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

καὶ τά παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Εὐβοίας ὁ θησαυρὸς καὶ τῶν μοναζόντων ἀντιλήπτωρ καὶ ὁδηγός· χαίροις Ἐκκλησίας ὡράϊσμα τὸ νέον, Ἰάκωβε θεόφρον, πάντες ὑμνοῦμέν σε.

Χαίροις τῶν Ὁσίων ὁ χαρακτὴρ καὶ τῶν ἀσκουμένων στήλη ἔμψυχος καὶ εἰκών· σὺ γὰρ ἀναβάσεις διέθου σῇ καρδίᾳ καὶ πρὸς Θεὸν ἀνῆλθες, θεῖε Ἰάκωβε.

Πάντας θεραπεύεις ἐκ χαλεπῶν νοσημάτων, Πάτερ, καὶ παρέχεις πᾶσι πιστοῖς ῥῶσιν καὶ ὑγίειαν ψυχῶν καὶ τῶν σωμάτων, ὡς γνήσιος θεράπων Χριστοῦ, Ἰάκωβε.

Χάριν μεταδίδως σὺ τοῖς πιστῶς τῷ σεπτῷ σου τάφῳ προσιοῦσι καὶ ταπεινῶς τὴν σὴν αἰτουμένοις βοήθειαν καὶ σκέπην, Ἰάκωβε παμμάκαρ, Εὐβοίας καύχημα.

Χαίρων πρὸς ἀγῶνας ἀσκητικοὺς ἐχώρησας Πάτερ, οὐρανόφρων ἀναδειχθείς, πάντα τὰ ἡδέα ἀφέμενος καὶ ἄνω τὸν νοῦν σου ἀνυψώσας, ὤφθης ἰσάγγελος.

Φρούρει καὶ συντήρει τὴν ἱεράν Μονήν σου, τρισμάκαρ, ἐκ παντοίων ἐπιβουλῶν, τὴν σὲ κεκτημένην θερμότατον προστάτην Δαβίδ τῷ θείῳ ἅμα, Πάτερ Ἰάκωβε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς Τροπάριον.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπε τοὺς ἐλθόντας εὐλαβῶς καὶ παρακαλοῦντας σε πίστει, θεῖε Ἰάκωβε, πάντας τε προστάτευσον καὶ περιφρούρησον ἐκ παντοίων κακώσεων καὶ ἀρρωστημάτων, σὴν Μονὴν δέ, Ἅγιε, ἐν ᾗ ἐνήθλησας, φρούρει καὶ περίσῳζε σώαν ἐκ παντὸς κακοῦ καὶ κινδύνου, ταῖς θεοπειθέσιν ἱκεσίαις σου.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον.
Πτωχὴν δέξαι ὕμνησιν ἐκ Δημητρίου σοι, θεῖε
Ἰάκωβε, προσενεχθεῖσαν.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 5 (2 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.