Αυτή είναι η Ασματική Ακολουθία της Οσίας Γαβριηλίας.

Γαβριηλία θεόφρον,
ἀγάπης σκήνωμα,
ἀσκητριῶν ἐνθέων
καλλονὴ καὶ πυξίον
κενώσεως ἀφάτου καρδιακῆς
ἀσθενοῦσι καὶ κάμνουσιν,
ἐν ἡσυχίᾳ τελέσας βίον τὸν σὸν
ἐθεώθης κατὰ μέθεξιν.
Γαβριηλία, ἐν χρόνοις
ἐσχάτοις ηὔγασας
φωτὶ τῆς δράσεώς σου
καὶ βολαῖς προσφορᾶς σου
πρὸς πάντας ἐν ἀνάγκαις καὶ συμφοραῖς
οἰκουμένης τὰ πέρατα
καὶ πρὸς τὸ φῶς ἐπιγνώσεως τοῦ Θεοῦ
ἐν σκιᾷ κειμένους εἵλκυσας.
Γαβριηλία, σὴν μνήμην
τὴν ἀεισέβαστον
τῶν Ὀρθοδόξων δῆμοι
ἑορτάζοντες πόθῳ
τιμῶμέν σου ἀγῶνας τοὺς ἱεροὺς
ἀρετῆς πρὸς τελείωσιν
καὶ φωτισμὸν τῶν ἐν σκότει καὶ ἐν σκιᾷ
καθευδόντων, ἰσαπόστολε.
Γαβριηλία, ἀγάπης
3
καλὸς ὡς Ἄγγελος,
ὁ εὐκλεὴς λευΐτης
Ἀγαθάγγελος, μῆτερ,
Ὑψίστου ἐν Ἀθήναις οἶκον αὐτοῦ
σοὶ φαιδρῶς παρεχώρησε,
φιλοξενίας ἀφάτου ὁ ἀκρεμών,
σῆς σεμνότητος πρὸς στέγασιν.
Δόξα. Ἦχος β΄.
Τὴν σύμβουλον τῶν ἐν ἀνάγκαις,
παραμυθίαν τῶν θλιβομένων,
ἰάτειραν ψυχῶν καὶ σωμάτων
καὶ ἰθύντειραν πιστῶν ἀπλανεστάτην πρὸς θέωσιν,
Γαβριηλίαν, τὴν ἀσκήτριαν τῆς ἀγάπης,
ἐγκωμίων καταστέψωμεν ἄνθεσιν·
αὕτη γὰρ ἀποστόλων βαδίσασα τρίβους
καὶ ἐν οἴκῳ Ἀγγέλων σκηνώσασα
ἱλαρῶς ἐδαπάνησε τὸν πλοῦτον τῆς αὐτῆς καρδίας
τοῖς χρείαν ἔχουσι καὶ στένουσι·
καὶ νῦν Χριστῷ συναγαλλομένη ἐν πόλῳ
ὡς ἀσκήσεως καὶ ἱεραποστολῆς ἔσοπτρον,
Αὐτῷ ἀκλινῶς πρεσβεύει
ὑπὲρ τῶν τιμώντων αὐτῆς τὰ παλαίσματα.
Καὶ νῦν. Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου….
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, ἀσκητριῶν
τῶν νεαυγῶν ἀκρότης,
σεπτὴ Γαβριηλία,
ἡ λάμψασα ἐν κόσμῳ
φωτὶ τῆς συμπαθείας σου.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ
εἰσήκουσε τῆς δεήσεώς μου.
Χαῖρε, ἡ ταπεινῶς
τὸν οἶκον τῶν Ἀγγέλων,
σεπτοῦ Ἀγαθαγγέλου,
φιλοξενίας φάρον
ἐμπεριστάτων δείξασα.
4
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ
διαβήματά μου.
Ἔχει ὡς θησαυρὸν
λειψάνων σου τὴν θήκην,
Γαβριηλία, Λέρος,
ἐν ᾗ καλῶς τὸν βίον
τὸν πρόσκαιρον ἐτέλεσας.
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ Θεός,
Τριὰς ὑπεραγία,
ἡ φιλοξενηθεῖσα
ὑπ’ Ἀβραὰμ τοῦ θείου
ἐν τῇ Μαμβρῇ, ὁμόθρονε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, Μῆτερ Θεοῦ,
τῆς συμπαθείας κρίνον,
ἀγάπης θεῖον ῥόδον
καὶ προσφορᾶς πρὸς πάντας
τοὺς ἐνδεεῖς λευκάνθεμον.
Νῦν ἀπολύεις…..τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου
Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
******************************************
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Λύχνε ἀγαθότητος,
Γαβριηλία, φωτόλαμπρε,
οἰκουμένης τὰ πέρατα
διῆλθες ἐν ἔτεσι
τοῖς ἐσχάτοις πᾶσιν
ἐνεργοῦ ἀγάπης
κηρύττων, μῆτερ, τὴν ἰσχὺν
καὶ ἐνεργῶσα καθάπερ Ἄγγέλος
κενώσεως ἀντλήματος
5
τῆς παναγάθου καρδίας σου
τῇ πληρώσει, πανεύφημε,
τῶν ἐν πόνοις καὶ θλίψεσι.
Ἅρμα χρυσοστόλιστον,
Γαβριηλία, σεμνότητος
διϊπεύουσα ἔφθασες
εἰς πόλου σκηνώματα
πάμφωτα συγχαίρειν
τῶν Ἀγγέλων δήμοις
καὶ συνευφραίνεσθαι χοροῖς
μητράσι θείαις,
πνευματοφόρητε,
ἀγάπης ὥσπερ πρόβολον
καὶ συμπαθείας ἀρχέτυπον,
ἡ Χριστὸν τοῖς ἐμπράκτοις σου
τρόποις εὐαρεστήσασα.
Μνήμην τὴν ἁγίαν σου,
Γαβριηλία, καὶ πάνσεπτον
ἑορτάζοντες σήμερον
πιστῶν τὰ συστήματα
μακαρίζομέν σε
ἱεραποστόλων
ὡς νέον εὖχος καὶ φανὸν
ἐνασκουμένων μητέρων πάμφωτον
καὶ στέφομέν σε ἄνθεσι
τερνῶν ᾀσμάτων, θεόφιλε,
ἡ βροτοὺς ὁδηγήσασα
ἀπλανῶς πρὸς οὐράνια.
Κύμινον νεόφυτον
κλεινῆς Κωνσταντινουπόλεως,
Ἐκκλησίας λευκάνθεμον
εὐῶδες καὶ ἥδιστον
ῥόδον νήσου Λέρου,
εὐωδίᾳ πόνων
ἀσκητικῶν σου ἀληθῶς,
Γαβριηλία, σῶν παραινέσεων
σοφῶν καὶ θεραπεύσεων
ἄμφω ψυχῶν καὶ σωμάτων τε
ἐν ἐσχάτοις τοῖς ἔτεσι
6
κατεμύρισας πέρατα.
Ὅνπερ Ἀγαθάγγελος,
Χριστοῦ λευΐτης ὁ ἅγιος,
οἶκον θεῖον πρὸς στέγασιν
ἀπόρων ἐποίησε
φοιτητῶν καὶ ὅπνερ
οἶκον τῶν Ἀγγέλων
σαφῶς ὠνόμαζες, σεπτὴ
Γαβριηλία, σεμνῶς ἐνῴκησας
μετὰ τὴν παραχώρησιν
σοὶ ὑπ’ αὐτοῦ ταύτης, ἔνθεε,
φρέαρ ἄφθονον ὕδατος
τῶν διψώντων τὸν Κύριον.
Μῆτερ χαριτόβρυτε,
βροτοὺς κατηύθυνας λόγοις σου
καὶ εὐχαῖς ἀσιγήτοις σου
πρὸς πόλου σκηνώματα,
ἔθρεψας πεινῶντας,
πᾶσι τοῖς διψῶσιν
ἔδωκας ὕδωρ ζῶν πιεῖν
καὶ τοῖς ἐν σκότει αὐγὴν ἀνέτειλας,
Γαβριηλία, πάμφωτον
τῇ πρακτικῇ ἀγαπήσει σου·
ὅθεν μνήμην τὴν θείαν σου
καὶ λαμπρὰν ἑορτάζομεν.
Δόξα. Ἦχος πλ. β΄.
Τὴν ἐπὶ πτερύγων αἰρομένην Ἀγγέλων εἰς κόσμου τὰ πέρατα
πρὸς μετάδοσιν τῆς πηγαίας αὐτῆς ἀγάπης
πρὸς ψυχῶν ποτισμὸν βροτῶν διψώντων,
Γαβριηλίαν, τὴν ἀσκήτριαν τῆς ἀγάπης,
ἐν κατανύξει τιμήσωμεν πιστῶς βοῶντες·
ἰσάγγελε μῆτερ, ἡ ἑαυτὴν Χριστῷ ἀφιερώσασα
καὶ τὰς χρείας τῶν καμνόντων θεραπεύσασα,
ἀξίωσον καὶ ἡμᾶς διακονῆσαι πᾶσιν ἐμπεριστάτοις
μιμούμενοι τοὺς τρόπους σου
καὶ τὸν ἐλθόντα διακονῆσαι καὶ οὐχὶ διακονηθῆναι
Θεάνθρωπον Κύριον.
Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,…
7
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. λα΄ 10 – 31 )
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν
ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη
καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα
τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ
αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα
τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο,
ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη
ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ
λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ
συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ
αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν
ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς
ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ
βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ
ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν
γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς
Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν
ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε
προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς.
Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ
στόμα δὲ ἀνοίγει σαφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς
ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν
αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν
δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι
καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον
δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ
αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. α΄ 1 – 10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ
τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν·
ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ
ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ,
δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον
8
ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι
καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ
ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται
ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ
ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ
μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς
γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην
καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο
φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη.
Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ
πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως
ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ΄ 1 – 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ
ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν
εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα
εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς
ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται·
κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ
οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα
Ἦχος α΄.
Τὴν λογιζομένην τὸ ὑπούργημα τῆς διακονίας τοῦ πλησίον
μόνιμον καὶ θεάρεστον ἔργον τιμήσωμεν εὐσχημόνως,
Γαβριηλίαν τὴν παναοίδιμον·
αὕτη γὰρ τὴν προσφορὰν πρὸς ἅπαντας
ὡς σφραγίδα τῆς τοῦ Χριστοῦ παρουσίας ἐκλαμβάνουσα
οὐκ ἔπαυσεν ἀγαπᾶν ἐξ ὅλης αὐτῆς καρδίας γένος τὸ ἀνθρώπινον·
καὶ τῇ ὄντως ἀγάπῃ, Χριστῷ, συνευφραινομένη
ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
9
Ἐν τῇ τύρβῃ τῶν πόλεων ὡς ἐν ἐρήμῳ βιώσασαν
καὶ τῶν ἀσκητριῶν τῆς ἐρήμου ὁμόζηλον ἐν ταῖς πόλεσιν ὀφθεῖσαν,
Γαβριηλίαν, τὴν ὁσίαν ἀσκήτριαν τῆς ἀγάπης,
μεγαλύνωμεν κράζοντες·
ἡ πάντας τοὺς πλησίον ἀγαθοὺς καὶ ἁγίους λογισαμένη
καὶ αὐτοῖς ὡς τῷ Δεσπότῃ Χριστῷ ἀγογγύστως ὑπηρετήσασα,
ἀξίωσον καὶ ἡμᾶς ταῖς χρείαις τῶν πλησίον διακονῆσαι,
τοὺς ἑορτάζοντας πόθω τὴν ἁγίαν μνήμην σου.
Ἦχος γ΄.
Οὐρανοδρόμον ἀνύσασα πορείαν
διῆλθες Ἀσίαν, Ἑσπερίαν καὶ Ἀλβιώνα, Γαβριηλία ὁσία,
Χριστὸν πρακτικῶς ὁμολογοῦσα
καὶ μάκτρῳ ἀγάπης σου ἀποσμήχουσα δάκρυα τῶν ἀλγούντων·
καταντήσασα ὅθεν εἰς οὐρανίους ἐπάλξεις
Χριστῷ προσενήνοχας τοὺς καρποὺς τῆς προσφορᾶς σου
καὶ χάριν παρ’ Αὐτοῦ εἴληφας πρεσβεύειν ὑπὲρ τῶν τιμώντων
τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ΄.
Ἀσκήσασα ἐν Βηθανίᾳ, Αἰγίνῃ καὶ Λέρῳ
τὸν παλαιὸν ἐνέκρωσας ἄνθρωπον
σὺν τοῖς παθήμασιν αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις
καὶ τὸν νέον ἀνέστησας, Γαβριηλία,
τὸν ποθοῦντα ἰσαγγέλως πολιτεύσασθαι
καὶ φθάσαι τὴν θέωσιν·
παῤῥησίαν οὖν ἔχουσα πρὸς Κύριον
ὡς Αὐτοῦ νύμφη ἄμωμος
μὴ παύσῃ Αὐτὸν δυσωποῦσα ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος ὁ αὐτός.
Ὑπὸ τὴν σκέπην θεῖσα ἑαυτὴν τῆς Ἁγίας Σκέπης τοῦ κόσμου,
ἐν αὐτῆς τῷ ἱερῷ τῆς Αἰγίνης τεμένει ἐνήσκησας,
ὅπερ πύλην βροτῶν πρὸς οὐρανοὺς ἀνέδειξας,
Γαβριηλία, μητέρων ὁσίων ἐγκαλλώπισμα·
διαβᾶσα ὅθεν τὴν οὐράνιον πύλην
κληρονόμος ἐγένου
τῶν ἡτοιμασμένων ἀγαθῶν ἀπὸ καταβολῆς κόσμου,
ὧν καὶ ἡμᾶς ἀξίωσον ἀπολαῦσαι
τοὺς τιμῶντας ἐν ὕμνοις τὴν ὑπέρλαμπρον μνήμην σου.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.