Ψυχὴν πικρανθεῖσαν ὑπὸ ἁμαρτιῶν γλυκάνατε ἐκ τῆς ἀληθινῆς Ἀμπέλου, κλήματα αὐτῆς ὑπάρχοντες· μετάδοτε διψῶντι ἐκ τῆς πηγῆς τῆς ζωῆς, οἱ ὑπηρέται αὐτῆς καταξιωθέντες· φωτίσατέ μου τὴν καρδίαν, υἱοὶ φωτὸς γενηθέντες· ὁδηγήσατέ με ἐν τῇ ὁδῷ τῆς ζωῆς τὸν πλανηθέντα, οἱ ἐν αὐτῇ ἐμμείναντες· εἰσάξατέ με εἰς τὴν βασιλικὴν πύλην, ὡς δεσπότης τὸν ἴδιον δοῦλον, κληρονόμοι τῆς βασιλείας γενηθέντες, ὅτι συνέχεταί μου ἡ καρδία. Προφθάσωσί με οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ, διὰ τῆς ὑμῶν παρακλήσεως, πρὶν ἑλκυσθῶ ἅμα τοῖς ἐργαζομένοις τὴν ἀνομίαν. Ἐκεῖ ἀποκαλυφθήσονται τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φανερῷ πεπραγμένα.

Ποία αἰσχύνη καταλήψεταί με, ὅταν ἴδωσί με καταδικασθέντα οἱ φάσκοντές με νῦν ἄμεμπτον εἶναι. Τὴν πνευματικὴν ἐργασίαν ἀπολειπόμενος τοῖς πάθεσιν ὑπετάγην. Διδαχθῆναι οὐ θέλω, καὶ διδάξαι θέλω.
Ὑποταγῆναι οὐ θέλω, ὑποτάξαι θέλω.
Κοπωθῆναι οὐ θέλω, καὶ κοπῶσαι θέλω.
Ἐργάσασθαι οὐ θέλω, καὶ ἐργοδιωκτεῖν θέλω.
Τιμῆσαι οὐ θέλω, καὶ τιμᾶσθαι θέλω.
Ὀνειδισθῆναι οὐ θέλω, καὶ ὀνειδίζειν θέλω.
Ἐξουδενωθῆναι οὐ θέλω, καὶ ἐξουθενεῖν θέλω.
Ὑπερηφανευθῆναι οὐ θέλω, καὶ ὑπερηφανεῖν θέλω.
Ἐλεγχθῆναι οὐ θέλω, καὶ ἐλέγχειν θέλω.
Ἐλεεῖν οὐ θέλω, καὶ ἐλεηθῆναι ζητῶ.
Ἐπιτιμηθῆναι οὐ θέλω, καὶ ἐπιτιμᾶν θέλω.
Ἀδικηθῆναι οὐ θέλω, καὶ ἀδικεῖν θέλω.
Βλαβῆναι οὐ θέλω, καὶ βλάψαι ζητῶ.
Καταλαλεῖσθαι οὐ θέλω, καὶ καταλαλεῖν θέλω.
Ἀκούειν οὐ θέλω, καὶ ἀκουσθῆναι ζητῶ.
Δοξάζειν οὐ θέλω, καὶ δοξασθῆναι ζητῶ.
Κρατεῖσθαι οὐ θέλω, καὶ κρατεῖν θέλω.
Εἰς τὸ νουθετεῖν σοφός, ἀλλ’ οὐκ εἰς τὸ ποιῆσαι.
Ὃ δεῖ ποιεῖν, λέγω, καὶ ὃ δεῖ λέγειν ποιῶ.

Τίς οὐ μὴ κλαύσῃ ἐπ’ ἐμέ;
Κλαύσατέ με, ὅσιοι καὶ δίκαιοι, τὸν ἐν ἀνομίαις συλληφθέντα·
κλαύσατέ με οἱ ἀγαπήσαντες τὸ φῶς καὶ μισήσαντες τὸ σκότος τὸν ἀγαπήσαντα τὰ ἔργα τοῦ σκότους καὶ οὐ φωτός·
κλαύσατέ με οἱ δόκιμοι τὸν ἀδόκιμον· οἱ ἐλεήμονες καὶ ἐπιγνώμονες τὸν ἐλεηθέντα καὶ
παραπικράναντα·
κλαύσατέ με οἱ ἀνώτεροι πάσης μέμψεως γενηθέντες τὸν βεβυθισμένον ταῖς ἀνομίαις· κλαύσατέ με οἱ ἀγαπήσαντες τὸ ἀγαθὸν καὶ μισήσαντες τὸ πονηρὸν τὸν ἀγαπήσαντα τὰ πονηρὰ καὶ μισήσαντα τὰ ἀγαθά·
κλαύσατέ με οἱ ἐνάρετον βίον κεκτημένοι τὸν σχήματι μόνον καταλείψαντα τὸν βίον· κλαύσατέ με οἱ Θεῷ ἀρεστοὶ τὸν ἀνθρωπάρεσκον· οἱ τὴν τελείαν ἀγάπην κτησάμενοι τὸν λόγοις μὲν ἀγαπῶντα, ἔργοις δὲ μισοῦντα τὸν πλησίον.
Κλαύσατέ με οἱ τὰ ἑαυτῶν μεριμνῶντες τὸν τὰ ἀλλότρια περιεργαζόμενον·
κλαύσατέ με οἱ τὴν ὑπομονὴν κεκτημένοι καὶ καρποφοροῦντες Θεῷ τὸν ἀνυπομόνητον καὶ ἄκαρπον·
κλαύσατέ με οἱ τὴν παιδείαν καὶ διδασκαλίαν ποθήσαντες τὸν ἀπαίδευτον καὶ ἄχρηστον·
κλαύσατέ με οἱ ἀνεπαισχύντως τῷ Θεῷ προσερχόμενοι τὸν ἀνάξιον τοῦ ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ·
κλαύσατέ με οἱ τὴν πρᾳότητα Μωυσέως κεκτημένοι τὸν ταύτην ἑκοντὶ ἀπολέσαντα· κλαύσατέ με οἱ τὴν σωφροσύνην Ἰωσὴφ κεκτημένοι τὸν ταύτης προδότην·
κλαύσατέ με οἱ τὴν τοῦ Δανιὴλ ἐγκράτειαν ἀγαπήσαντες τὸν ταύτης ἑκοντὶ στερηθέντα·
κλαύσατέ με οἱ τὴν ὑπομονὴν Ἰὼβ κτησάμενοι τὸν ταύτης ἀλλότριον γεγονότα· κλαύσατέ με οἱ τὴν ἀκτημοσύνην τῶν Ἀποστόλων κτησάμενοι τὸν ταύτης μακρὰν ἀφεστηκότα· κλαύσατέ με οἱ πιστοὶ καὶ ἑδραῖοι τῇ καρδίᾳ πρὸς τὸν Κύριον τὸν δίψυχον καὶ δειλὸν καὶ ἀδόκιμον·
κλαύσατέ με οἱ τὸ πένθος ἀγαπήσαντες καὶ τὸν γέλωτα ἀποσεισάμενοι τὸν ἀγαπήσαντα τὸν γέλωτα καὶ μισήσαντα τὸ πένθος·
κλαύσατέ με οἱ τὸν ναὸν τοῦ Θεοῦ ἄσπιλον διατηρήσαντες τὸν τοῦτον σπιλώσαντα καὶ ῥυπώσαντα·
κλαύσατέ με οἱ μεμνημένοι τοῦ χωρισμοῦ καὶ τῆς ἀπαραιτήτου ὁδοῦ τὸν ἀμνήμονα καὶ ἀνέτοιμον πρὸς τὴν αὐτὴν πορείαν·
κλαύσατέ με οἱ ἐν νῷ ἔχοντες τὴν μετὰ θάνατον κρίσιν τὸν ὁμολογοῦντα μμεμνῆσθαι καὶ τὰ ἐναντία πράσσοντα·
κλαύσατέ με οἱ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν τὸν γεέννης τοῦ πυρὸς ἄξιον. Οἴμοι, ὅτι οὐκ εἴασεν ἐν ἐμοὶ σῶον μέλος ἡ ἁμαρτία ἢ αἴσθησιν ἣν οὐ διέφθειρε.

Τὸ τέλος ἐπὶ θύραις ἕστηκεν, ἀδελφοί, καὶ οὐ φροντίζει μοι. Ἰδοὺ ἐγὼ ἀνεκάλυψα ὑμῖν τὰ τραύματα τῆς ψυχῆς μου. Μὴ οὖν ἀμελήσητέ μου τοῦ ἐμπαθοῦς, ἀλλὰ δεήθητε τοῦ Ἰατροῦ περὶ τοῦ ἀσθενοῦς· τοῦ Ποιμένος περὶ τοῦ προβάτου· τοῦ Βασιλέως περὶ τοῦ αἰχμαλώτου· τῆς Ζωῆς περὶ τοῦ νεκροῦ· ὅπως τύχω σωτηρίας τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ἐκ τῶν περιεχουσῶν με ἁμαρτιῶν, καὶ ἀποστείλῃ αὑτοῦ τὴν χάριν καὶ σθενώσῃ μου τὸ εὐόλισθον τῆς ψυχῆς. Παρασκευάζομαι γὰρ πρὸς ἀντίστασιν τῶν παθῶν, καὶ ἐν τῷ συμβάλλειν πρὸς αὐτὰ ἡ κακοτεχνία τοῦ Δράκοντος ἐκλύει μου τὸν τόνον τῆς ψυχῆς διὰ τῆς ἡδονῆς· καὶ αἴρομαι αἰχμάλωτος ὑπ’ αὐτῶν. Πάλιν προθυμαίνομαι ἀποσπᾶσαι τὸν κατακαιόμενον καὶ ἡ ὀσμὴ τοῦ πυρός, ἔτι νεάζοντός μου, ἐφέλκει με πρὸς τὸ πῦρ. Πάλιν ὁρμῶ τοῦ σῶσαι τὸν καταποντιζόμενον, καὶ ἀπὸ ἀπειρίας σὺν αὐτῷ καταποντίζομαι. Ἰατρὸς θέλων γενέσθαι τῶν παθῶν, αὐτὸς ἐγὼ ὑπ’ αὐτῶν κατεχόμενος, ἀντὶ ἰατρείας, ἐπιπλήττω τὸν κάμνοντα. Τυφλὸς αὐτὸς τυφλοὺς ὁδηγεῖν πειρῶμαι.

Ὅθεν χρήσω πολλῶν εὐχῶν, ὅπως ἐπιγνῶ τὰ ἐμαυτοῦ μέτρα, ἵνα ἡ χάρις τοῦ Θεοῦ ἐπισκιάσῃ ἐπ’ ἐμὲ καὶ φωτίσῃ μου τὴν ἐσκοτισμένην καρδίαν, καὶ ἀντὶ ἀγνωσίας γνῶσιν θείαν ἐνοικήσῃ ἐν ἐμοί, ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Αὐτὸς τὴν ἄβατον θάλασσαν δίοδον παρέσχε τῷ λαῷ αὐτοῦ.
Αὐτὸς αὐτοῖς τὸ μάννα ἔβρεξε, καὶ ἐκ θαλάσσης ὀρτυγομήτραν ὡς ἄμμον θαλασσῶν. αὐτὸς ἐκ πέτρας ἀκροτόμου ὕδωρ παρέσχε διψῶσιν.
Αὐτὸς μόνος τῷ ἐμπεσόντι εἰς τοὺς λῃστὰς τῇ αὑτοῦ ἀγαθότητι διεσώσατο. Σπλαγχνισθείη ἡ ἀγαθότης αὐτοῦ καὶ ἐπ’ ἐμοὶ τῷ περιπεσόντι ἐν ἁμαρτίαις καὶ δεθέντι ὡς δεσμίῳ ὑπὸ καταφροσύνης.
Οὐκ ἔστι μοι παρρησία πρὸς τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς.
Οὐδεὶς ὁ δυνάμενος ἰάσασθαί μου τὸ ἄλγος τῆς ψυχῆς, εἰ μὴ αὐτὸς ὁ ἐπιστάμενος τὰ βάθη τῆς καρδίας. Ὁσάκις ἔθηκα ἐν ἐμαυτῷ ὅρους, καὶ τείχη ἀνῳκοδόμησα μεταξὺ ἐμοῦ καὶ τῆς ἀνόμου ἁμαρτίας, καὶ τῶν ἐναντίων ἐξ ἐναντίας συμβαλόντων εἰς πόλεμον, ἡ διάνοια τοὺς ὅρους παρέβη καὶ τὰ τείχη κατεσκάφη, διὰ τὸ τοὺς ὅρους μὴ ἔχειν ἀσφάλειαν φόβῳ τοῦ κρείττονος, καὶ τὰ τείχη μὴ θεμελιοῦσθαι ἐπὶ εἰλικρινοῦς μετανοίας.

Ὅθεν καὶ νῦν κρούω, ἵνα ἀνοιγῇ μοι. Ἐπιμένω δεόμενος, ὅπως ἐπιτύχω τοῦ αἰτήματος. Ὡς ὁ ἀναιδὴς ἐλεηθῆναι ζητῶ, Κύριε. Σὺ τὰ ἀγαθὰ παρέχεις, Σωτήρ, ἐγὼ τὰ πονηρὰ ἀντιδίδωμι.
Μακροθύμησον ἐπ’ ἐμοὶ τῷ σκολιῷ. Οὐ περὶ ῥημάτων ἀργῶν συγγνώμην ἀξιῶ, ἀλλὰ καὶ περὶ πράξεων ἀνοσίων ἄφεσιν αἰτῶ παρὰ τῆς σῆς ἀγαθότητος.
Ἐλευθέρωσόν με, Κύριε, ἀπὸ παντὸς ἔργου πονηροῦ, πρὶν καταλάβῃ με τὸ τέλος, ὅπως εὕρω χάριν ἐνώπιόν σου ἐν ὥρᾳ τοῦ θανάτου· ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι.
Σῶσόν μου τὴν ψυχήν, Κύριε, ἐκ τοῦ φόβου τοῦ μέλλοντος, καὶ τὸν σπιλωθέντα μου χιτῶνα λεύκανον διὰ τοὺς σοὺς οἰκτιρμοὺς καὶ τὴν σὴν ἀγαθότητα, ὅπως κἀγὼ ὁ ἀνάξιος, λαμπροφορῶν, καταξιωθῶ τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ἐν τῇ ἀνεικάστῳ χαρᾷ γενόμενος εἴπω· δόξα τῷ ῥυσαμένῳ ψυχὴν τεθλιμμένην ἐκ στόματος λέοντος, καὶ θεμένῳ ἐν παραδείσῳ τρυφῆς. Ὅτι, σοὶ τῷ παναγίῳ Θεῷ πρέπει δόξα εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.

Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.