Εὐλογήσαντος τοῦ ἱερέως, ὁ ῬΜΒ΄ ψαλμός, τό· Θεὸς Κύριος καὶ τὸ τροπάριον.
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητριῶν τῶν πάλαι ἄρτι ἐκθύμως, ἀκολουθήσασαν ὁδοῖς ἐν Κλεισούρᾳ, Σοφίαν ἐνδιαίτημα σοφίας Θεοῦ, ὡς καθυπομείνασα τοῦ χειμῶνος τὸ ψῦχος, εὐσθενῶς καὶ τήξασαν, χαμευνίᾳ τὴν σάρκα, μελισταγέσι μέλψωμεν ᾠδαῖς, λιτὰς πρὸς Κτιστην αὐτῆς ἐξαιτούμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…
Ὁ Ν΄ ψαλμός.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σοφία, Κλεισούρας εὖχος, φρούρει με. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφία σεμνότης Ἀσκητριῶν, Κλεισούρας σεμνείου, ἐνδιαίτημα ἱερόν, ἡμῖν καθιλέωσαι τὸν Κτίστην, τοῖς ἐκζητοῦσι τὰς θείας πρεσβείας σου.
Ὁσίων ἀπαύγασμα νεαυγῶν, Σοφία λιταῖς σου, ἀποδίωξον σκοτασμόν, ἡμῶν τῶν σπευδόντων ἐν Κλεισούρᾳ, λειψάνων θήκην τῶν σῶν κατασπάσασθαι.
Φανὲ νεοφώτιστε ἀκραιφνοῦς, νηστείας Σοφία, χαμευνίας καὶ προσοχῆς, φωτὶ σῶν εὐχῶν ἀδιαλείπτων, ἡμῶν παθῶν σκοτομήνην ἀπέλασον.
Θεοτοκίον.
Ἰάσεων φρέαρ παντοδαπῶν, ἁγνὴ Θεοτόκε, ἀνεδείχθη ἡ Σὴ εἰκών, ἣν εχει Κλεισούρας τὸ σεμνεῖον, ὡς θησαυρὸν πολυτίμητον Δέσποινα.
ᾨδῆ γ΄. Οὐρανίας ἀψίδος.
Ἀρετῆς ἐκμαγεῖον τῶν συμφορῶν πέλαγος, βίου σταθηρῶς διελθοῦσα, εἰς ὅρμον ἄκλυστον, Σοφία τῶν οὐρανῶν, ἔφθασας ἔνθα πρεσβεύεις, τῷ Κυρίῳ πέμψαι μοι, χάριν καὶ ἔλεος.
Κιβωτὸν ὡς σοφίας καὶ ἀρετῆς πάγχρυσον, σὲ ὑμνολογοῦντες Σοφία, πίστει κραυγάζομεν· Κλεισούρας ἡ τὴν Μονήν, καθαγιάσασα πόνοις, σῆς στεῤῥᾶς ἀσκήσεως, σκέπε σοὺς πρόσφυγας.
Λυπηρῶν τῶν ἐν βίῳ ἡμῶν ἀχλὺν δίωξον, φέγγει πρεσβειῶν σου Σοφία, ἡ βίον ἅπαντα, τῇ τοῦ Κυρίου Μητρί, τῇ θαυμαστῇ παραθεῖσα, ὁλοθύμως πάνσοφε, ὄντως Ἀσκήτρια.
Θεοτοκίον.
Ἐπακούουσα Μῆτερ τοῦ Ὑψίστου μὴ παύσῃ, τῶν δεομένων Σου, καὶ πίστει προσκυνούντων, Σὴν θαυμαστὴν εἰκόνα, ἐν Κλεισούρᾳ Μητρόθεε, ενὶ ἑκάστῳ ταχύ, παρέχουσα Σὴν χάριν.
Διάσωσον, ὥσπερ στρουθὸς ἡ ἀσκήσασα ἐν Κλεισούρᾳ, καὶ ἀσκήσει δόξαν Θεοῦ σαφῶς κελαδήσασα, Σοφία ἡμᾶς ἐκ παντὸς κινδύνου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ…
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Την προπτωτικὴν κατάστασιν βιώσασαν, σὺν τοῖς τοῦ δρυμοῦ θηρίοις καὶ σκηνώσασαν, Ἁγίων σὺν τάγμασιν, ἐν σεμνείῳ Κλεισούρας τιμήσωμεν, σεπτὴν Σοφίαν ἣνπερ πρὸς Θεόν, προβάλλομεν πρέσβειραν ἀκοίμητον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱκετῶν εἰς βοήθειαν, σπεῦσον σῶν ἐνθέρμων Σοφία πάνσεμνε, Πόντου βλάστημα θειότατον, καὶ Κλεισούρας θρέμμα ἱερώτατον.
Στερηθεῖσα τοῦ τέκνου σου, ἔδραμες βιῶσαι καθάπερ ἄϋλος, τέκνα οἰομένη ἅπαντας, τοὺς πιστοὺς Σοφία ἐγκρατεύτρια.
Ὁλικῶς ἀτενίζουσα, πρὸς τὸν μόνον σώζοντα πάντας Κύριον, ὡς μωρὰ διῆλθες βίον σου, πρέσβειρα ἡμῶν Σοφία ἔνθερμε.
Θεοτοκίον.
Ὑπερόπτας ἀνάδειξον, σχέσεων προσύλων τοὺς ἀνυμνοῦντάς Σε, Θεοτόκε παρακλήσεσι, τῆς μητρὸς Σοφίας τῆς θεόφρονος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥείθροις σῶν λιτῶν, σβέσον πάθη τὰ χαμαίζηλα, τῶν σπευδόντων σοι Σοφία εὐλαβῶς, καὶ τὴν θήκην προσκυνούντων τῶν λειψάνων σου.
Αἴγλῃ θεϊκῇ, αὐγασθεῖσα τῶν προσφύγων σου, καταφώτισον Σοφία τῶν ψυχῶν, ζόφον φέγγει τῶν παμφώτων σου δεήσεων.
Στήριξον ἡμᾶς, ἐν τῇ πίστει ἡ στηρίξασα, τοῖς σοῖς λόγοις τοὺς προστρέχοντας πιστῶς, εἰς Κλεισούρας τὴν Μονὴ Σοφία πάνσοφε.
Θεοτοκίον.
Εὔφρανον ἡμᾶς, εὐωδίᾳ Σῶν δεήσεων, πρὸς Υἱόν Σου Μῆτερ τὸν μονογενῆ, ἀφθαρσίας μύροις πάντα τὸν ἡδύναντα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑμνοῦντές σε, ὡς σοφίας σκήνωμα, καὶ ταμεῖον ἀρετῶν ψυχοτρόφων, ἐκδυσωποῦμέν σε Μῆτερ Σοφία, Κλεισούρας Μάνδρας σεπτὸν ἐνδιαίτημα, ἐθνῶν τοὺς ἄρχοντας λιταῖς, τοὺς ἀσόφους ἀόκνοις σου σόφισον.
Χρηστότητος, βάθρον καὶ συνέσεως, ἀδιάσειστον σοφία Ὁσία, ἡ ἐν ἐσχάτοις τοῖς χρόνοις Κλεισούραν, σῇ ἀγωγῇ τῇ ἐνθέῳ κλεΐσασα, τοὺς σοὺς ἱκέτας σωφρονεῖν, καὶ διάγειν σεμνῶς καταξίωσον.
Ὁδήγησον, εὐσεβεῖς πρὸς θέωσιν, τοὺς ὑμνοῦντάς σου τὴν σκληραγωγίαν, ἐκ τοῦ χειμῶνος δριμύτητι Μῆτερ, καὶ παγετῷ καὶ χιόνι ἰσάγγελε, Σοφία φλόγα ἐν ψυχῇ, ἀνημμένην τῆς πίστεως ἔχουσα.
Θεοτοκίον.
Σκοτόμαιναν, πάντων ἀποδίωξον, τῶν παθῶν καὶ λογισμῶν τῶν ἀτάκτων, Θεοκυῆτορ τῶν Σοὶ προστρεχόντων, καὶ προσκυνούντων τὴν Σὴν χαριτόβρυτον, εἰκόνα ἐν τῇ ἱερᾷ, τῆς Κλεισούρας Μονῆ Μῆτερ ἄχραντε.
Διάσωσον, ὥσπερ στρουθὸς ἡ ἀσκήσασα ἐν Κλεισούρᾳ, καὶ ἀσκήσει δόξαν Θεοῦ σαφῶς κελαδήσασα, Σοφία ἡμᾶς ἐκ παντὸς κινδύνου.
Ἄχραντε, ἡ διὰ Λόγου…
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱματῶν Σου.
Τὴν ἀρνηθεῖσαν ἀσθένειαν φύσεως, καὶ ἀνδρικῷ ἐν Κλεισούρᾳ φρονήματι, ἀσκήσασαν πίστει τιμήσωμεν, σεπτὴν Σοφίαν βοῶντες ἀξίωσον, ἡμᾶς σοφῶς ἐπὶ γῆς πολιτεύεσθαι.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μάρκον (Κεφ. η΄ 34- θ΄ 1): Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν… Ζήτει τῇ Κυριακῇ μετὰ τὴν Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Ὄρνις ὡς φιλέρημος, ἐν τῇ Μονῇ τῆς Κλεισούρας, καλιὰν ἀσκήσεως, νυχθημέρου ἔπηξας Μῆτερ ἔνδοξε, ἡ ἐκ νεότητος, θλίψεις καὶ στερήσεις, υπομείνασα καὶ δάκρυα, πολλὰ ἐκχύσασα, ὥσπερ Παραδείσου ἀπέναντι, καθήμενοι προπάτορες, ἔνθεε Σοφία διδάσκουσα, πάντας ὑπομένειν, τὰς λύπας καὶ τὰς θλίψεις ἀκλινῶς, παρόντος βίου προσβλέποντες, χαρμονὴν εἰς ἄληκτον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Φέγγει πόνων Σοφία, σῶν ἀόκνων πρὸς κτῆσιν σοφίας ἄνωθεν, καὶ ἀρετῆς ἐνθέου, φωτίσασα ἀρτίως, εὐσεβῶν τὰ συστήματα, φωτὶ ἀΰλῳ τὸν νοῦν, ταχὺ καταύγασόν μου.
Ῥυπογόνους ἑστίας, μολυνούσας καρδίας, πιστῶν τοῖς νάμασιν, ἀπόπλυνον εὐχῶν σου, πρὸς τὸν Χριστὸν σοφία, παρ’ ἑστίαν τὴν αὔλειον, ἡ καθημένη σαρκί, ἀνάπαυσιν διδοῦσα.
Οὐρανίων δωμάτων, κληρονόμος ἐγένου Σοφία πάνσεμνε, ἡ σὴν οὐρανοδρόμον, ἐν Κλεισούρᾳ πανεύφημε, διὸ τὴν χάριν τὴν σήν, καὶ ἀρωγὴν αἰτοῦμαι.
Θεοτοκίον.
Ὑμνητῶν Σου Παρθένε, ἱκεσίας προσδέχου ὥσπερ θυμίαμα, εὐῶδες οἳα πόνους, Σοφίας Ἀσκητρίας, καὶ αὐτὰς τῷ Παντάνακτι, καὶ Σῷ ἀχράντρῳ Υἱῷ, προσάγαγε καὶ Κτίστῃ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοὰς δακρύων, τῶν ἱκετῶν σου Σοφία, σμῆξον τῷ μανδηλίῳ εὐχῶν σου, πρὸς Χριστὸν Οὗ κάλλος, ὁρᾷς μορφῆς τὸ θεῖον.
Ἐγχειρισθεῖσα, ὑπὸ Παρθένου Σοφία, χάριν εὗρες αὐτῆς συνεργείᾳ, ἀπελαύνεις νόσους, πιστῶν τὰς ἀνιάτους.
Ἰλύος πάσης, τῶν μεριμνῶν ὑπερτέρα, καθ’ ἑκάστην ὀφθεῖσα Σοφία, κάθαρον ἱκέτας, τοὺς σοὺς παθῶν ἰλύος.
Θεοτοκίον.
Μονῆς Κλεισούρας, ἀκέστορ καὶ ἀντιλῆπτορ, Θεοτόκε πρεσβείαις Σοφίας, Ἀσκητρίας ῥῦσαι, ἡμᾶς ἐχθροῦ παγίδων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἑώας μυροβόλον, κρίνον ἐν Κλεισούρᾳ, τὸ ἐξανθήσαν σαλότητος μόχθοις σου, Σοφία δεῖξόν με σκήνωμα ὁσιότητος.
Χαρᾶς ἧς ἀπολαύεις, ἐν σκηναῖς ἀφθίτους, μέτοχον δεῖξον Σοφία πανεύφημε, τοὺς μεγαλύνοντας πόνους τῆς σῆς ἀσκήσεως.
Μετὰ τῆς Θεοτόκου, ᾗ σεμνὴ Σοφία, ἐν τῇ Κλεισούρᾳ καλῶς ὑπηρέτησας, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν τὸν εὔσπλαγχνον.
Θεοτοκίον.
Μυράλειπτρον ἁγνείας, Κεχαριτωμένη, Μονῆς Κλεισούρας πολύτιμον κόσμημα, χαρᾶς ἀφθίτου ἐν πόλῳ ἡμᾶς ἀξίωσον.
Ἄξιόν ἐστι… καὶ τὰ Μεγαλυνάρια.
Χαίροις τῆς Ἀρδάσσης σεπτὸς βλαστός, χαίροις Πόντου κρίνον, μυροβόλον καὶ εὐανθές, χαίροις τῆς Κλεισούρας, κιννάμωμον Σοφία, ἡ ἀκραιφνεῖ ἀσκήσει, κόσμον ἡδύνασα.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, σαῖς θερμαῖς πρεσβείαις, ῥῦσαι βλάβης τοῦ πονηροῦ, ἡ αὐτοῦ ἐνέδρας, σαλότητι ἀρτίως, Σοφία ἐν Κλεισούρᾳ, καταπατήσασα.
Χαίροις καλλικέλαδε ἀηδών, Πόντου καὶ στρουθίον, παρ’ ἑστίαν σεπτῆς Μονῆς, τῆς Κλεισούρας ἄρτι, Σοφία ὑπὲρ φύσιν, τὸ καλιὰν ἀγώνων, πήξαν πανθαύμαστε.
Χαίροις τῆς Παρθένου θεραπαινίς, ἡ σκληραγωγίᾳ, χαμευνίᾳ καὶ προσευχῇ, ἐν Μονῇ Κλεισούρας, ἑλκύσασα τὴν χάριν, τοῦ Πνεύματος Σοφία, θεία Ἀσκήτρια.
Χάρις ἐπεσκίασε δαψιλῶς, Πνεύματος ἁγίου, σὲ Σοφία θεοσεβές, καὶ ἀνέδειξέ σε, χαρίτων ἐκμαγεῖον, Κλεισούρας νέον εὖχος, καὶ προοράσεως.
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, θήκην τῶν λειψάνων, Ἀσκητρίας τῆς θεαυγοῦς, τῆς Μονῆς Κλεισούρας, Σοφίας τῆς ἀρτίως, σαλότητι λαμψάσης, καὶ ἀγαθότητι.
Πᾶσαι τῶν Ἀγγέλων…
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ χαμευνίᾳ πολλαῖς στερήσεσι, κακοπαθείαις νηστείαις, καὶ ἀγρυπνίαις Χριστῷ, εὐηρέστησας Σοφία παναοίδιμε, σὲ τῷ σοφίας ἀληθοῦς, ἀναδείξαντι φανόν, καὶ λύχνον λαμπρῶν χαρίτων, ὅθεν ὡς πρέσβειραν θείαν, Κλεισούρας σέμνωμα τιμῶμέν σε.
Ἀπόλυσις, μεθ’ ἧν ψάλλομεν τό τροπάριον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάνδρας τῆς Κλεισούρας θησαυρέ, ἄσυλε καὶ πάντιμον γέρας, ἐνθέων Ἀσκητριῶν, ἡ σοφία ἔμπλεως, Θεοῦ καὶ σκήνωμα, ἀρετῆς πολυτίμητον, Ὁσία Σοφία, σόφισον τοὺς σπεύδοντας, ταῖς ἱκεσίαις σου, καὶ ἀνευφημοῦντας ἐκθύμως, σοῦ σκληραγωγίας τοὺς πόνους, πρὸς τὴν ὁλοκλήρωσιν καὶ θέωσιν.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου
Δι’ εὐχῶν.