Άγιος Νικηφόρος ο Λεπρός: Ευλογήσαντος τού ιερέως.

Ο 142oς Ψαλμός.

Κύριε εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σου· καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. Ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· καί ηκηδίασεν επ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου· μή αποστρέψης τό πρόσωπόν σου απ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα· γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου· εξελού με εκ τών εχθρών μου, Κύριε· πρός σέ κατέφυγον. Δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου· τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις με· εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου· καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου· καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμί.

Μεθ ό Θεός Κύριος καί επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου (Τετράκις).

Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.

Ανδρειοφρόνως τής σαρκός σου τήν λέπραν, καθυπομείνας ως Ιώβ Νικηφόρε, τής σής ψυχής εξήγνισας, λαμπρώς τήν στολήν· τέλεον τήν κλίμακα, αρετών δέ ανέβης, φθάσας τή ασκήσει σου, πολιτείαν αγγέλων· αδιαλείπτως ψάλλων τώ Θεώ, σοί δόξα πρέπει, Τριάς ομοούσιε.

Δόξα. Καί νύν. Θεοτοκίον.

Ου σιωπήσομεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλείν οι ανάξιοι· ει μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν, έως νύν, ελευθέρους; ουκ αποστώμεν, Δέσποινα εκ σού, σούς γάρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ο 50ός Ψαλμός.

Ελέησόν με ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου. Επί πλείον πλύνόν με από τής ανομίας μου, καί από τής αμαρτίας μου καθάρισόν με. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιόν μού εστι διά παντός. Σοί μόνω ήμαρτον, καί τό πονηρόν ενώπιόν σου εποίησα· όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαί σε. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας· τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω, καί καθαρισθήσομαι· πλυνείς με, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν καί ευφροσύνην· αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου, καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης με από τού προσώπου σου, καί τό Πνεύμά σου τό άγιον μή αντανέλης απ εμού. Απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου, καί πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαί με εξ αιμάτων, ο Θεός, ο Θεός τής σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα άν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον· καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους.

Καί αρχόμεθα τού Κανόνος, ού η ακροστιχίς:
«Χαίρε Νικηφόρε λεπρών καινή λαμπρότης».

Ήχος πλ. δ/.
Ωδή α/. Υγράν διοδεύσας.

Χαρίτων τό σκεύος τό καθαρόν, χιόνος απάσης τόν λευκότερον τή ψυχή, λεπρόν Νικηφόρον δεύτε πάντες· καθαρωτάταις ωδαίς μεγαλύνωμεν.

Αγάπης σφραγίδα τήν ιεράν, τής πίστεως δρόμον τόν τελέσαντα ανδρικώς, ελπίδι τής άνω Βασιλείας· νύν Νικηφόρον λεπρόν μακαρίσωμεν.

Ιδρώσιν οσίας σου αγωγής, ψυχήν σου τήν θείαν Νικηφόρε παναληθώς, ποιήσας χρυσίου λαμπροτέραν· εις τού Θεού σου τάς χείρας παρέθηκας.

Θεοτοκίον.

Ρημάτων αρρήτων τού Γαβριήλ, ακούσασα Κόρη Παναγία πανευπειθώς, Θεόν απεκύησας τώ κόσμω· παρακοήν τε τής Εύας ηνόρθωσας.

Ωδή γ/. Ουρανίας αψίδος.

Εκ τής Κρήτης προήλθες, ως νεαυγής ήλιος, πάσαν δέ τήν γήν ανταυγείαις, τής πολιτείας σου, καινοποιείς ευπρεπώς, υιέ φωτός Νικηφόρε, καί παθών τήν ζόφωσιν, λύεις εκάστοτε.

Νουνεχώς Μοναζόντων, τρίβον στενήν ήνυσας, πάση εγκρατεία παμμάκαρ, ενδιαιτώμενος, καί Ασωμάτων χορούς, φθάσας σαρκί Νικηφόρε, αληθώς ετίμησας, σχήμα ισάγγελον.

Ιαμάτων ο έχων, τό αχανές πέλαγος, καί εν ασθενεία παιδεύων, ούς παραδέχεται, ως ανοθεύτους υιούς, Χριστός σαρκός σοι τήν λέπραν, Νικηφόρε δέδωκε, φίλτρου εις πίστωσιν.

Θεοτοκίον.

Κυριώνυμε Κόρη, κόσμου παντός Δέσποινα, τήν δεδουλωμένην ψυχήν μου, τοίς παραπτώμασι, ταίς Μητρικαίς σου λιταίς, δείξον παθών ανωτέραν, εις τήν πρώτην δόξαν μου, πάλιν ανάγουσα.

Ιάτρευσον, ημών τά πάθη πρεσβείαις σου Νικηφόρε, ο βαστάσας τής σής σαρκός ανδρείως τήν λέπρωσιν, εις τέλειον μέτρον τής καρτερίας.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

Αίτησις υπό τού ιερέως. Κάθισμα.
Ήχος β/. Πρεσβεία θερμή.

Οδύνας μακράς, τής λέπρας εκαρτέρησας, γενναία ψυχή, καί γνώμη καρτερόφρονι, τώ Θεώ φθεγγόμενος· Νικηφόρε άσμα γηθόμενος, καί μεγαλύνων χείλεσιν αγνοίς, τήν θείαν απαύστως αγαθότητα.

Ωδή δ/. Εισακήκοα Κύριε.

Ηδονάς τάς τού σώματος, πάση εγκρατεία πολιτευόμενος· Νικηφόρε απενέκρωσας, τό δέ πνεύμα θείως ανεζώωσας.

Φερωνύμως τής κλήσεως, τής επουρανίου μάκαρ γενόμενος· Νικηφόρε κατενίκησας, παρατάξεις πάσας τού αλάστορος.

Οφθαλμών σου τήν πήρωσιν, φέρων Νικηφόρε ένδον σου έβλεπες· επιλάμψεις θείου Πνεύματος, καί λαμπρών ακτίνων φώς απρόσιτον.

Θεοτοκίον.

Ρητορεύσεις πεπλήρωνται, τών προφητευόντων εν σοί πανάμωμε· απειράνδρως γάρ εκύησας, όνπερ πάλαι ούτοι προηγόρευσαν.

Ωδή ε/. Φώτισον ημάς.

Έστησας τόν νούν, επί πέτραν τού Κυρίου σου, Νικηφόρε διό έμεινας στερρός, ώσπερ αδάμας, αλγηδόσι μή πτοούμενος.

Λέπραν τής σαρκός, ως Ιώβ ενεκαρτέρησας, διό λάμπεις Νικηφόρε τή ψυχή, υπέρ χρυσίον, καί αργύριον πολύτιμον.

Έθηκας Θεώ, Νικηφόρε τήν ελπίδα σου, ορφανών τε καί χηρών προασπιστά, πατρώων σπλάγχνων, παρ ού εύρες τήν αντίληψιν.

Θεοτοκίον.

Πύργος οχυρός, κατ εχθρών υπάρχεις Δέσποινα, καταρράττουσα αυτών τάς μηχανάς, ως τετοκυία, τόν ισχύϊ απροσμέτρητον.

Ωδή στ/. Τήν δέησιν.

Ρωννύμενος, τού Θεού τή χάριτι, εκ παθών τών χαμερπών Νικηφόρε· τό ασθενές, τής σαρκός σου εδέξω, ως τής Θεού συμπαθείας τό δώρημα· τού στέργοντος τήν τών βροτών· σωτηρίαν δι οίκτον αμέτρητον.

Ως λύχνον σε, τής Τριάδος έγνωμεν, Νικηφόρε επί όρους τεθέντα· καί ιλαρώς, διαχέοντα πάσι, τόν φωτισμόν καί τήν αίγλην τού Πνεύματος· τήν λύουσαν αχλύν παθών· καί φαιδρύνουσαν γής τά πληρώματα.

Νενίκηκας, τού εχθρού υψώματα, Νικηφόρε ταπεινώσει σου θεία· ότι ψυχή, ευγνωμόνω εδέξω, τή σή σαρκί αλγηδόνας καί στίγματα· καί γέγονας παναληθώς· τής χιόνος αμέτρως λευκότερος.

Θεοτοκίον.

Κοιλία σου, η αγία γέγονε, Μαριάμ τών ουρανών πλατυτέρα· ότι Θεός, εν αυτή εχωρήθη, όν ουρανού ου χωρούσι τά πέρατα· Αυτόν δυσώπει μητρικώς· τής παθών με ρυσθήναι στενώσεως.

Ιάτρευσον, ημών τά πάθη πρεσβείαις σου Νικηφόρε, ο βαστάσας τής σής σαρκός, ανδρείως τήν λέπρωσιν, εις τέλειον μέτρον τής καρτερίας.

Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ εσχάτων τών ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις. Κοντάκιον.
Ήχος β/. Προστασία τών χριστιανών.

Ασθενείας τήν στενήν οδόν επεβάδισας, Νικηφόρε καί ολοσχερώς ηκολούθησας, τόν Δεσπότην ως ευπειθής καί άξιος υιός· ζυγόν τούτου δέ τόν ελαφρόν, καί τό φορτίον τό χρηστόν, εν τοίς ώμοις εβάστασας· χαίρων όθεν εισήλθες, εις δόξης τής αιωνίου, τάς καταπαύσεις τάς τερπνάς, χαρμοσύνως αγαλλόμενος.

Προκείμενον.
Τίμιος εναντίον Κυρίου ο θάνατος τού Οσίου αυτού. (δίς)

Στίχ.: Υπομένων υπέμεινα τόν Κύριον καί προσέσχε μοι.

Ευαγγέλιον.
Εκ τού Κατά Ματθαίον (ια/, 27-30)

Είπεν ο Κύριος τοίς εαυτού μαθηταίς· πάντα μοι παρεδόθη υπό τού Πατρός μου καί ουδείς επιγινώσκει τόν Υιόν ει μή ο Πατήρ, ουδέ τόν Πατέρα τις επιγινώσκει ει μή ο Υιός καί ώ εάν βούληται ο Υιός αποκαλύψαι. Δεύτε πρός με πάντες οι κοπιώντες καί πεφορτισμένοι, καγώ αναπαύσω υμάς. Άρατε τόν ζυγόν μου εφ υμάς καί μάθετε απ εμού, ότι πράός ειμι καί ταπεινός τή καρδία καί ευρήσετε ανάπαυσιν ταίς ψυχαίς υμών. Ο γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ελαφρόν εστι.

Δόξα.
Ταίς τού σού Οσίου πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Καί νύν.
Ταίς τής Θεοτόκου πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Στίχ.: Ελέησόν με ο Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου, εξάλειψον τό ανόμημά μου.

Προσόμοιον.
Ήχος πλ. β/. Όλην αποθέμενοι.

Κλίμακα ουράνιον, τών αρετών Νικηφόρε, λογισμώ θεόφρονι, καί ψυχής στερρότητι αναβέβηκας· ως Ιώβ έφερες, τής σαρκός γάρ λέπραν, καί ομμάτων σου τήν πήρωσιν· πληγάς καί στίγματα, καί τήν τών μελών πάσαν κάκωσιν· εις ύψος δέ αιρόμενος, τά τών ουρανίων εώρακας· κάλλη καί τήν δόξαν, ήν Κύριος ητοίμασε Θεός, τοίς εκτελούσιν εκάστοτε Αυτού τά προστάγματα.

Είτα ο ιερεύς.
Σώσον ο Θεός τόν λαόν Σου

Κύριε ελέησον (12).

Ωδή ζ/. Οι εκ τής Ιουδαίας.

Αδιάλειπτον έσχες, προσευχήν ώσπερ έργον εν βίω άριστον, δι ής Θεώ ωμίλεις, Αγγέλων πολιτείαν, Νικηφόρε μιμούμενος· ο τών πατέρων βοών, Θεός ευλογητός εί.

Ιθυνόμενος μάκαρ, παρ Ανθίμου τού πάνυ εν Χίω ήνυσας, ασκήσεως τόν δρόμον, καί τρόπαια μεγάλα, Νικηφόρε επέγραψας· διό στεφάνους χειρί, εδέξω ζωηφόρω.

Νέμων θείας ευχάς σου, Νικηφόρε Κυρίω τό μεσονύκτιον, μετέωρος επήρθης, ξενίσας μαθητήν σου, σέ ιδόντα Ευμένιον· μεθ ού τόν ύμνον Θεώ, προσάγεις εις αιώνας.

Θεοτοκίον.

Ητού μάννα σε στάμνος, αληθώς προετύπου Παρθενομήτορ Αγνή, καί γάρ εν τή γαστρί σου, εφύλαξας τόν Άρτον, τής ζωής τόν Ουράνιον· Χριστόν ψυχάς τών πιστών, εκτρέφοντα αρρήτως.

Ωδή η/. Τόν Βασιλέα.

Λόγοις σου θείοις, καί νουθεσίαις σοφαίς σου, ταίς ψυχαίς θλιβομένων γλυκείαν, τήν παρηγορίαν, παρείχες Νικηφόρε.

Ακτημοσύνης, σέ θησαυρόν Νικηφόρε, ασφαλή καί μεγάλον πλουτούμεν, ότι τή καρδία, πτωχός μάκαρ εγένου.

Μακράν τά όντα, ωσεί εγγύς ενοπτρίζου, ψυχικοίς οφθαλμοίς Νικηφόρε, ότι διοράσει, τή θεία εκοσμήθης.

Θεοτοκίον.

Πεποικιλμένη, τή θεία δόξη Παρθένε, Βασιλεί δεξιόθεν παρέστης, τώ επουρανίω, ως Δέσποινα τού κόσμου.

Ωδή θ/. Κυρίως Θεοτόκον.

Ραδίως τό φορτίον, λέπρας βαρυτάτης, ώ Νικηφόρε βαστάσας, εις πόλιν Θεού, τήν ελευθέραν μετέβης, κούφως πτερούμενος.

Οσπόρος Νικηφόρε, τού Ευαγγελίου, εις αγαθής καί καλής σου, καρδίας τήν γήν, γεωργηθείς τόν πολύχουν, στάχυν εποίησεν.

Τόν λύχνον τής ψυχής σου, πλήσας Νικηφόρε, υπομονής εν ελαίω, Νυμφίος Χριστός, χορώ φρονίμων παρθένων, σέ συνηρίθμησεν.

Ηθήκη σών λειψάνων, βλύζει Νικηφόρε, τού Παρακλήτου τήν χάριν, οσμήν τε ζωής, τοίς ευλαβώς προσκυνούσι, ταύτην εκάστοτε.

Θεοτοκίον.

Σελήνη Θεοτόκε, ως παμφαεστάτη, εξανατέλλεις τώ κόσμω, τό άδυτον φώς, ως τετοκυία τής Δόξης, τόν μέγαν Ήλιον.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον, καί Μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν, ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια, ών η ακροστιχίς: «Ισιδώρας».

Ίνα αιωνίου σε χαρμονής, μέτοχον ποιήση ο Δεσπότης εν ουρανοίς, μάστιγας καί θλίψεις εν βίω σοι τής λέπρας· εδίδου Νικηφόρε, πατήρ ως εύσπλαγχνος.

Στάθμην σέ εγνώκαμεν ακριβή, ταπεινοφροσύνης εγκρατείας υπογραμμόν, στύλον αγρυπνίας υπακοής εργάτην· ευχής τε Νικηφόρε, μέγαν διδάσκαλον.

Ίσχυσας πρωτίστως ως ο Ιώβ, εν τή καρτερία Νικηφόρε τών αλγεινών, όθεν σύν εκείνω αγάλλει αιωνίως· αφράστω θεοπτία, μεγαλυνόμενος.

Δεύρο φιλοχρίστων θεία πληθύς, τού Χριστού τόν φίλον Νικηφόρον νύν τόν λεπρόν· ύμνοις εγκωμίων κοσμήσωμεν αξίως, ως θείας καρτερίας, πύκτην πανάριστον.

Ώριμος ως βότρυς εν τοίς ληνοίς, πανωδύνου λέπρας Νικηφόρε αποθλιβείς, έδωκας τόν οίνον τών αρετών τόν θείον· ευφραίνοντα καρδίας, τών ευφημούντων σε.

Ράβδον τής δυνάμεως τού Θεού, έχων Νικηφόρε βακτηρίαν ως κραταιάν, έδραμες ευτόνως τήν στενωπόν τού βίου· εις θείων σκηνωμάτων πλάτος απάγουσαν.

Άκμων ως υπάρχων υπομονής, άκαμπτος εδείχθης Νικηφόρε εν τοίς δεινοίς, καί εν τώ χαλκείω δοκιμασθείς τών πόνων, χρυσίου απαστράπτεις, πάνυ λαμπρότερον.

Σήμερον δυνάμεις Αγγελικαί, χαίρουσιν ορώσαι Νικηφόρου θείαν ψυχήν, θρόνω τού Δεσπότου σύν τούτοις παρεστώσαν· καί δόξη ελλαμφθείσαν, τής καθαρότητος.

Πάσαι τών Αγγέλων αι στρατιαί Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς, οι Άγιοι Πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τό σωθήναι ημάς.

Τρισάγιον. Απολυτίκιον.
Ήχος α/. Τής ερήμου πολίτης.

Νικηφόρου Οσίου, τού λεπρού τά παλαίσματα, καί τήν εν ασκήσει ανδρείαν, κατεπλάγησαν Άγγελοι· ως άλλος γάρ Ιώβ τά αλγεινά, υπέμεινε δοξάζων τόν Θεόν, νύν δέ δόξη εστεφάνωται παρ Αυτού, θαυμάτων διακρίσεσιν. Χαίροις τών Μοναστών χειραγωγέ, χαίροις φωτός ο πρόβολος· χαίροις ο ευωδίας χαρμονήν, προχέων εκ λειψάνων σου.

Ο ιερεύς μνημονεύει καί Απόλυσις.

Πρό δέ τού Δι ευχών, τά ακόλουθα:

Ήχος β/. Ότε εκ τού ξύλου Σέ νεκρόν.

Χαίροις καρτερίας αθλητά, τής παρηγορίας ο λύχνος, ελπίδος θεία εικών, πίστεως εκσφράγισμα, αγάπης πλήρωμα· προσευχής ο διδάσκαλος, κανών εγκρατείας, πλούτος πολυέραστος, τής καθαρότητος. Λέπρας παιδευθείς τή καμίνω, λάμπεις Νικηφόρε τώ κόσμω· τού χρυσού αμέτρως θαυμαστότερον.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξόν με υπό τήν σκέπην σου.

Τή πρεσβεία Κύριε πάντων τών Αγίων, καί τής Θεοτόκου, τήν σήν ειρήνην δός ημίν, καί ελέησον ημάς ως μόνος οικτίρμων.

Εκ παντοίων κινδύνων τούς δούλους σου φύλαττε, ευλογημένη Θεοτόκε, ίνα σέ δοξάζωμεν, τήν ελπίδα τών ψυχών ημών.

Δι ευχών.

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.