ΔΙΑΒΑΣΤΕ ΤΗΝ ΠΡΟΣΕΥΧΗ.

Δέσποτα Κύριε ὁ Θεός ἡμῶν, Παντοκράτορ καί Παντοδύναμε, Σέ ἱκετεύομεν καί Σέ παρακαλοῦμεν κατάσβεσον πάσας τάς πυρκαϊάς καί τάς ἀναζωπυρήσεις, διάλυσον ἀπειλήν καί ὀργήν πυρός καί διάσωσον καί διαφύλαξον πάντα ἄνθρωπον, ὡς καί προστάτευσον τῆς γῆς πανίδα καί χλωρίδα, τά σά δημιουργήματα. «Οίδαμεν γάρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καί συνωδίνει ἄχρι τοῦ νῦν».

Βοήθησον δέ, ἐν τῇ ὑπηρεσία αὐτῶν πάντας τούς πυροσβέστας καί βοηθούς αὐτῶν καί ἐνίσχυσον, ἐνδυνάμωσον καί ἐμψύχωσον πρός ἐπιτέλεσιν τοῦ ἔργου αὐτῶν.

Σύ γάρ εἶ ὁ Πατήρ τῶν οἰκτιρμῶν καί πάσης φιλανθρωπίας, πρεσβείαις τῆς ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καί πάντων τῶν Ἁγίων Σου. ΑΜΗΝ.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.