Δέσποτα Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν ὁ κρατῶν καί κυβερνῶν τά πάντα, Ἅγιος καί δεδοξασμένος ὑπάρχεις. Διό Βασιλεῦ τῶν Βασιλευόντων καί Κύριε τῶν Κυριευόντων δόξα σοί. Ὁ καθήμενος ἐν τῷ φωτί τῷ ἀπείρω καί ἀπροσίτω βροτοῖς, ὅπερ εἶδον δυνάμεις χιλιάδες καί μυριάδες Ἁγίων Ἀγγέλων καί Ἀρχαγγέλων.

Σύ γιγνώσκεις τά κρύφια του ταπεινοῦ δούλου σου Κυπριανοῦ. Ὅτι οὐκ ἐγίγνωσκον πρότερoν τά σά θαυμάσια Κύριε παντοδύναμε. Σύ εἰ μόνος Κύριος Ἰησοῦς Χριστός ὁ Θεός ἠμῶν. Ὁ εὐδοκήσας ἐξ ἀναξίου γενέσθαι μέ ἄξιον καί συζησάμενος τῷ ἐν σοῖ πόθω καί ἀγάπη πρός ἀκοήν τῶν Ἁγίων σου Ἀποστόλων καί Ἱερομαρτύρων καί πάντων σου τῶν Ἁγίων.

Παρακαλῶ δέ τήν σήν φιλανθρωπίαν, ἴνα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερισσεύη ἡ χάρις σου Κύριε, ὅτι ἐκράτουν τά νέφη καί οὐκ ἔβρεχον, ἔδενον τήν γῆν καί οὐκ ἔδιδε τούς καρπούς αὐτῆς. Τάς ἀμπέλους καί οὐκ ἐβλάστανον, τά ποίμνια τῶν προβάτων καί οὐκ ἐποίουν γάλα, τά αἰγίδια καί οὐκ ἐγέννων, τούς ἄνδρας καί οὐκ ἐσμίγοντο μετά τῶν γυναικών αὐτῶν, τάς μητέρας καί οὐκ ἐτεκνοποίουν, τά πλοῖα καί οὐκ ἐπλέον, τά ἐργαστήρια καί οὐκ εἰργάζοντο, τούς ἁλιεῖς καί οὔχ ἠλίευον, τούς κήπους καί οὐκ ἐποίουν λάχανα, τά δένδρα καί οὐκ ἐκαρποφόρουν, τούς ποταμούς καί οὐκ ἔτρεχον, τούς μύλους καί οὐκ ἐγύριζον, τούς ἀδελφούς καί ἀνδρόγυνα εἰς ἀφιλίωτον ἔχθραν ἔφερον καί τούς διεχώριζον, ἐποίουν τό θέρος χειμώνα καί τόν χειμώνα θέρος, ταῦτα πάντα εἰργαζόμην φαντασία τελεία.

Ἄρτι δέ Κύριε ὁ Θεός ἠμῶν ἱκετεύω σέ καί παρακαλῶ, ἴνα διά τῆς ἐμῆς προσευχῆς ἐνώπιόν Σου Θεέ καί Κύριέ του Ἐλέους ὡς Θυσία εὐπρόσδεκτος γενέσθω σοί. Καί πᾶς ἄνθρωπος ἔχων πνεῦμα πονηρίας καθαρισθῆ ὅλως.

Προσευχή Αγίου Κυπριανού – Διαλύουσα τα Μάγια

Ἤ ἄγρος ἤ κῆπος ἤ κτῆμα ἤ μύλος ἤ πλοῖον ἤ ἁλιεύς ἤ μελίσσιον ἤ ἔμπορος ἤ ἐπιστήμων ἤ ἄρχων ἤ ἀρχόμενος ἤ τεχνίτης ἤ μεταξοσκώληξ ἤ καί ὁ δοῦλος τοῦ Θεοῦ (ὄνομα πάσχοντος) σύν παντί τῶν οἴκω αὐτοῦ. Ἄν εἶναι δεδεμένος μέ μαγείας καί πονηρά ἔργα ἤ γοητείας ἤ ἀπό 72 γλωσσοφαγιῶν ἐστίν ἐμποδισμένος καί μαγευμένος καί ἐγκλείη 365 λόγια της Μαγείας ἄτινα ἔρχονται πρός βλάβην καί κατανάλωσιν τοῦ δούλου τοῦ Θεοῦ (ὄνομα πάσχοντος) σύν παντί τῷ οἴκω αὐτοῦ.

Παρευθύς ὅπου ἀναγνωσθῆ ἡ παροῦσα ἰκετήριος δέησις καί προσευχή μου ἐνώπιόν της Σῆς χάριτος τοῦ Θεοῦ ἐλευθερωθῆ πᾶς ὁ κόσμος καί τόπος ἐκ πάσης ὀργῆς τέ καί ἀσθενείας καί ἐκ παντός δεσμοῦ καί μαγείας καί πάσης φαρμακείας καί γοητείας, πάσης βασκανίας καί καταλαλιᾶς, γλωσσοφαγιᾶς, ἀμελείας ἤ νωθρότητος, ἀκρατείας, ἀφροσύνης, ἀδυναμίας καί ἀπογνώσεως πάσης ἀδικίας καί πάσης πλάνης ἤ ἀπάτης, ἤ ἐμποδίου προερχομένων ὑπό τοῦ διαβόλου ὁμοίως καί ὁ δοῦλος τοῦ Θεοῦ (ὄνομα πάσχοντος) σύν παντί τῷ οἴκω αὐτοῦ. Καί ἔστω λελυμένος καί λελυτρωμένος ἐν τῷ ὀνόματι τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Καραγιάννης Ανδρέας
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.