ΕΥΧΗ ΕΙΣ ΤΟ ΕΥΛΟΓΗΣΑΙ ΒΑΣΙΛΟΠΙΤΑΝ. Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ὁ Ἂρτος τῆς ζωῆς, ὁ ἐλεῶν καί τρέφων ἡμᾶς ἐκ τῶν Σῶν πλουσίων δωρεῶν, Σύ, ἡ πηγή τῆς ἀληθοῦς χαρᾶς καί πάσης εὐφροσύνης τῶν καρδιῶν ἡμῶν, Αὐτός Πανάγαθε Δέσποτα εὐλόγησον τά Δῶρα ταῦτα, τήν προγονικήν ἡμῶν ταύτην κληρονομίαν καί τό ἔθιμον τοῦτο ἁγίασον, τήν βασιλόπιταν, ὡς σύμβολον συνδέσμου εἰρήνης καί ἀγάπης καί τούς μέν προσενεγκόντας εἰς πᾶν ἔργον καί Σύ εὐάρεστον κατεύθυνον, τούς δέ ἐξ αὐτῶν μεταληψομένους κραταιούς καί ὑγιαίνοντας διατήρησον ἐν τῷ Ἁγίῳ Ὀνόματί Σου.

Φύλαττε δέ, Κύριε ὁ Θεός ἡμῶν, ὁ καιρούς καί χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσία θέμενος, ἀπό παντός κακοῦ καί πονηροῦ ἐπιτηδεύματος καί πάντας ἡμᾶς καί ἐν τῷ νέῳ ἐνιαυτῷ τῆς χρηστότητός Σου καί εὐλόγησον ἡμᾶς χορηγῶν πᾶσαν ἀγαθοδωρίαν, εὐδοκίαν καί χάριν Σου.

Πρεσβείαις τῆς Ὑπεραγίας Θεοτόκου καί Ἀειπαρθένου Μαρίας καί τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Βασιλείου τοῦ Μεγάλου, Ἀρχιεπισκόπου Καισαρείας τοῦ Οὐρανοφάντορος καί πάντων Σου τῶν Ἁγίων. Ἀμήν.

ΠΡΟΣΕΥΧΗ ΒΑΣΙΛΟΠΙΤΑ : Το Έθιμο της Βασιλόπιτας- Το έθιμο της Βασιλόπιτας, από τον Αρχιμανδρίτη της Ιεράς Μητροπόλεως Ρόδου, Αθανάσιο Μισσό.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος καὶ τὴν ζωὴν ἡμῶν εἰς χεῖράς σου διακρατῶν, ἐπάκουσον ἡμῶν δεομένων σου ἐν τῇ εὐσήμῳ ἡμέρᾳ ταύτῃ, ἐπὶ τῇ εἰσόδῳ ἡμῶν εἰς τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητός σου, καὶ εὐλόγησον τοὺς πλακοῦντας τούτους τοὺς προσφερομένους εἰς δόξαν σὴν καὶ τιμὴν τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου Ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας. Ἐπίβλεψον μεγαλόδωρε ἐξ οὐρανοῦ ἁγίου σου καὶ κατάπεμψον ἐφ ἡμᾶς, τούς τε τὰ δῶρα ταῦτα εὐτρεπίσαντας καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας, τὰς οὐρανίους δωρεάς σου, ὅτι ἐπὶ σοὶ ἠλπίκαμεν, τῷ ζῶντι Θεῷ, εἰς τοὺς αἰῶνας.

Εὐλόγησον τὰς εἰσόδους καὶ ἐξόδους ἡμῶν, πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν ἡμῶν καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν θείων σου ἐντολῶν, ὅτι οὐκ ἐπ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος.

Πρεσβείαις τῆς παναχράντου σου Μητρός, τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.