ΕΙΔΗΣΕΙΣ ΤΩΡΑ.

ΒΑΡΘΟΛΟΜΑΙΟΥ ΤΟΥ Α’ ΕΓΚΩΜΙΟΝ

Κωνσταντίνου Η. Μπογδανοπούλου

Ἐρατεινῆς Ἴμβρου ὑπωρείας καταλιπών

Ἁγίου Δεσπότου τρίβους ἀκολουθῶν

ἀκάθεκτον διήνυσας πορείαν ᾦ Βαρθολομαῖε,

τῆς Κτίσεως ἐραστά

οἰκολογίας ἐπειγόμενος…

καίπερ ἐν τριβόλοις καί ἀκάνθαις ὁδοιπορεῖς,

ἀγαλλομένῳ ποδί

οἰκουμένης ἁπάσης διέδραμες πέρατα,

φρυκτωρίᾳ τῶν Πατέρων αὐγαζόμενος!

Τήν κατ’ Ἀνατολάς ἀποστολικήν καθέδραν Ἀνδρέου καί Στάχυος

εὐόρκως καί οἰκουμενικῶς

εἰς τύπον μάρτυρος καταλαμπρύνεις! …

Μητρός νῦν Ἐκκλησίας ναῦν διακυβερνῶν

ἐν ὑπηνέμοις λιμέσιν ἀσφαλῶς εὐθύνεις.

Μένος μητραλοιῶν

ἐν σοφίᾳ καί συγγνώμῃ ἀντιπαλαῖσαι ἐπελέξω πανθαύμαστε

Ἀθηναγόρου σοφίαν μνησθείς!

Εἰρήνην τε εὐαγγελιζόμενος καί καταλλαγήν Ἐκείνου,

τάλαντον τό Δεσποτικόν,

Σαῖς χερσίν πιστευθέντι,

πολυπλάσιον τῷ Κυρίῳ ἀποδέδωκας!

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.