Σύναξη Πάντων των εν Λέσβω Αγίων: Εορτάζεται 63 ημέρες μετά το Άγιο Πάσχα.

Την πρώτη μετά των Αγίων Πάντων Κυριακή η Εκκλησία μας εορτάζει την μνήμη των εν Λέσβω διαλαμψάντων Αγίων. Η Ακολουθία τους είναι γραμμένη από τον Υμνογράφο της Μεγάλης του Χριστού Εκκλησίας Γεράσιμο Μικραγιαννανίτη.

Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τοὺς ἐκ Λέσβου ὡς ἄστρα νοητὰ ἀνατείλαντας, καὶ ἀπὸ χωρῶν διαφόρων ἐν αὐτῇ διαπρέψαντας. Ὁσίους τε καὶ Μάρτυρας ὁμοῦ, καὶ θείους ἱεράρχας τοῦ Χριστοῦ, ἐν μιᾷ ἀνευφημήσωμεν ἑορτῇ οἱ λέσβιοι κραυγάζοντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσοντι, δόξα τῷ δι’ ὑμῶν περιφανῶς, τὴν νῆσον ἡμῶν κλεΐσαντι.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θεῖον σύστημα κλεινῶν Ὁσιῶν, καὶ ὁμήγυριν Ἀρχιερέων, καὶ Μαρτύρων ἀκαθαίρετον φάλαγκα, ἡ νῆσος Λέσβος γεραίρει χορεύουσα, ὡς ἐν αὐτῇ τὸν Χριστὸν μεγαλύναντας, καὶ πρεσβεύοντας δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν εἰρήνην ἀληθῆ καὶ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς ἐν τῇ Λέσβῳ ἀθλητὰς τοῦ Σωτῆρος, καὶ ἱεράρχας καὶ Ὁσίους Πατέρας, πνευματικῶς ὑμνήσωμεν γηθόμενοι· οὗτοι διαφόροις γάρ, διαπρέψαντες χρόνοις, ἤδη συνηρμόσθησαν, ἐπὶ μίαν χορείαν, καὶ τῷ Θεῷ πρεσβεύουσιν ὁμοῦ, ἡμῖν δοθῆναι πταισμάτων συγχώρησιν.

Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Η Λέσβος χαρμόσυνον ἐπιτελεῖ ἑορτήν, εἰκάδα γεραίρουσα, μετὰ τριάδος κλεινῆς, ἁγίων ἐν χάριτι· τούτων γὰρ τῇ πρεσβείᾳ, ἐκ δεινῶν ῥυομένη, χάριτος ἰαμάτων, ἐξ αὐτῶν ἀπολαύει· διὸ καὶ μεγαλύνει Χριστόν, τὸν τούτους δοξάσαντα.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.