Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ὁ Ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, ὁ θεραπεύσας διά τῆς ἰαματικῆς Σου δυνάμεως ἀσθενοῦντας, τυφλούς, λεπρούς, χωλούς, παραλυτικούς, δαιμονιζομένους, ὁ ἀνορθώσας τούς κατερραγμένους, Σύ ὁ Καλός Σαμαρείτης, Σύ ὁ καί εἰπών «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι κἀγώ ἀναπαύσω ὑμᾶς», ὁ ζωσθείς τό λέντιον της διακονίας καί πλύνας τούς πόδας τῶν μαθητῶν πρό τοῦ ἁγίου πάθους Σου.

Αὐτός, Κύριε, καμέ τόν δοῦλον-ην (…) Σου, ἀξίωσόν με τοῦ ἐπιτελεῖν ἐν ἀπολύτῳ συνειδήσει τό καθῆκον τῆς νοσηλευτικῆς ὑπηρεσίας καί διακονεῖν ἐν παντοίαις χρείαις τούς ἀσθενοῦντας ἀδελφούς καί εὑρισκομένους ἐν τῇ κλίνῃ τοῦ πόνου. Βοήθησόν με, Κύριε, τοῦ ἔχειν πολλήν ὑπομονήν, ὕψος ταπεινοφροσύνης, πραότητα, γλυκύτητα συμπεριφοράς, πνεῦμα φιλαδελφείας, σεβασμοῦ, συμπόνοιας καί ἀγάπης. Φώτισόν μου τόν νοῦν, τοῦ κατανοεῖν τήν ἀδυναμίαν καί τήν φθαρτότητα τοῦ σώματος καί δός μοι πνεῦμα συνεργασίας μετά τῶν ἰατρῶν καί λοιπῶν συναδέλφων μου. Συνέτισόν με δέ ἀπαύστως διανοεῖσθαι, ὅτι ἐν ἑκάστῳ ἀνθρώπῳ, πλήν τοῦ σώματος καί ἀθάνατος ψυχή ἐνυπάρχει, ἥν Σύ Κύριε ἔδωκας.

Αὐτός, Πανάγαθε, Δέσποτα, εἰσάκουσον τῆς δεήσεώς μου καί χάρισαί μοι προθυμίαν, καλήν διάθεσιν καί δύναμιν εἰς τό ποιῆσαι τό θέλημά σου τό ἀγαθόν καί εὐάρεστον καί τέλειον. Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, τῶν Ἁγίων καί Ἰαματικῶν Ἀναργύρων, τοῦ ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Παντελεήμονος τοῦ ἰαματικοῦ, τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Λουκᾶ τοῦ ἰατροῦ, Ἀρχιεπισκόπου Κριμαίας καί πάντων σου τῶν ἁγίων.

Ὅτι ἀγαθός καί φιλάνθρωπος Θεός ὑπάρχεις, Χριστέ ὁ Θεός ἡμῶν, καί σοῦ τήν δόξαν καί εὐχαριστίαν καί προσκύνησιν ἀναπέμπομεν, σύν τῷ ἀνάρχῳ σου Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι, πάντοτε νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Σεβ. Μητροπολίτου Μάνης κ. Χρυσοστόμου Γ’

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.